# In ascensionem domini nostri Iesu Christi et in principium Actorum 14

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum, Section 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-ascensionem-domini-nostri-iesu-christi-et-in-principium-actorum/14

Πρόσεχε παρακαλῶ. Ἐν πολλοῖς τεκμηρίοις δι’ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. Οὐ καθ’ ἑκάστην ἡμέραν τῶν τεσσαράκοντα ἐφαίνετο αὐτοῖς. Μετὰ γὰρ τὴν ἀνάστασιν, πολλὴν περιέθηκε τῇ σαρκὶ ἀξιοπιστίαν, ἵνα μὴ τὸ συνεχὲς τῆς ὄψεως, ἐκλύσῃ τὸ μέγεθος τῆς δυνάμεως. Ἔδει γὰρ αὐτὸν ἀναστάντα, λοιπὸν τύποις θεϊκοῖς ἐπιφαίνεσθαι, οὐκ αὐτοψίας συνηθείᾳ· διὰ τοῦτο λέγει· Ἐν πολλοῖς τεκμηρίοις δι’ ἡμερῶν τεσσαράκοντα. Οὐκ αὐτοψία γὰρ ἦν, ἀλλὰ τεκμήρια τοῦ αὐτὸν εἶναι· ἐφαίνετο γὰρ ἄλλῃ φωνῇ, ἄλλῃ μορφῇ, ἄλλῳ σχήματι. Ἐπέστη πολλάκις τοῖς ἀποστόλοις, καὶ οὐκ ἐγνωρίζετο. Ἐπέστη ἁλιεύουσι τοῖς περὶ Πέτρον, καὶ λέγει· Τεκνία, μή τι προσφάγιον ἔχετε; Καὶ οὐκ ἐπέγνωσαν, οὐ τὴν μορφήν, οὐ τὴν φωνήν. Καὶ λέγει· Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου, καὶ εὑρήσετε· καὶ βαλόντες, ἡλίευσαν πολλά. Μὴ καταλαβόντες οὖν ἀπὸ ὄψεως, ἀπὸ τεκμηρίων τῆς δυνάμεως κατέλαβον. Διὸ καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης λέγει τῷ Πέτρῳ· Ὁ Κύριός ἐστιν, οὐκ ὄψει πληροφορηθείς, ἀλλὰ τῷ τεκμηρίῳ τῆς δυνάμεως. Διὰ τοῦτο ὁ Λουκᾶς βοᾷ· Ἐν πολλοῖς τεκμηρίοις δι’ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς, καὶ λέγων.

---

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg089.local001/.
