Ancient Greek
Section 15
Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum 15
Not analysed yet
Οὐχ ἁπλῶς ὀπτανόμενος, ἀλλὰ κατὰ καιρὸν φαινόμενος. Εὑρίσκομεν δὲ ἐπιτηρησάμενοι ἀκριβῶς, ὅτι ἑνδέκατον ὤφθη τοῖς ἁγίοις ἀποστόλοις, καὶ τότε ἀνελήφθη. Ἐπειδὴ γὰρ ἕνδεκα εἶχεν μαθητάς· τοῦ Ἰούδα ἐκβληθέντος καὶ ἀπολέσαντος τὸν ἴδιον τόπον καὶ τὴν ἀξίαν διὰ τὴν κακὴν προδοσίαν ἣν εἰργάσατο· ἑνδέκατον ἐπιφαίνεται τοῖς ἀποστόλοις, οὐ πᾶσιν ὁμοῦ, ἀλλὰ διαφόρως, ποτὲ μὲν τισί, ποτὲ δὲ τισίν· ὥσπερ ἐνταῦθα ὅτε ἐφάνη τοῖς δέκα, οὐ παρῆν ὁ Θωμᾶς· πάλιν ἐφάνη, παρόντος Θωμᾶ. Ζητοῦμεν δὲ τὸν ἀριθμόν, πῶς συνίσταται εἰ ἑνδέκατον ἐφάνη διὰ τοὺς ἕνδεκα ἀποστόλους. Ἐφάνη πρῶτον τῇ Μαρίᾳ ἐν τῷ μνήματι, καὶ ταῖς ἄλλαις γυναιξί. Πρὸ γὰρ πάντων αἱ γυναῖκες αὐτὸν εἶδον, ἃς καὶ ὁ μακάριος Ἡσαΐας προσκαλεῖται· Γυναῖκες ἀπὸ θέας ἐρχόμεναι, δεῦτε καὶ ἀπαγγείλατε ἡμῖν. Ἐπεφάνη τοίνυν ταῖς γυναιξίν. Ὁ βουλόμενος λογοθετεῖν ἀκριβῶς, ὁράτω μήπου διασφάλλωμεν τὸν ἀριθμόν. Πρῶτον, ταῖς γυναιξί, Μαρίᾳ καὶ ταῖς ἄλλαις γυναιξίν· ἔπειτα, Πέτρῳ· εἶτα, τοῖς περὶ Κλεώπαν ἐν τῇ ὁδῷ, ὅτε εἰς τὴν Ἐμμαοὺς ἀπίεσαν, ὅτε ἐν τῇ κλάσει τοῦ ἄρτου ἐφανερώθη. Πόθεν δὲ τοῦτο δῆλον, ὅτι πρὸ τῶν δύο τούτων ὤφθη τῷ Πέτρῳ λέγει; Εἰσῆλθον οἱ δύο ἀπὸ ἑσπέρας οἱ περὶ Κλεώπαν, ὥστε ἀπαγγεῖλαι τοῖς μαθηταῖς, ὅτι Εἴδομεν τὸν Κύριον. Καὶ εὗρον τοὺς ἀποστόλους λέγοντας, ὅτι Ὄντως ἠγέρθη ὁ Κύριος, καὶ ὤφθη Σίμωνι. Ἐν ὅσῳ ἀπήγγειλαν οἱ δύο τὴν θέαν, προέλαβεν ἡ φήμη, ὅτι Πέτρος εἶδε τὸν Κύριον. Τοῦτο καὶ Παῦλος ἐπισημαίνεται λέγων· Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς, καὶ ὅτι ἀνέστη καὶ ὤφθη Κηφᾷ, εἶτα τοῖς ἕνδεκα. Πρῶτον Πέτρῳ· εἶτα ἐκείνοις. Ἐπεφάνη τοίνυν ταῖς γυναιξίν· εἶτα Πέτρῳ· εἶτα τοῖς περὶ Κλεώπαν· εἶτα τοῖς δέκα μὴ παρόντος Θωμᾶ· εἶτα τοῖς ἕνδεκα παρόντος Θωμᾶ· ἰδοὺ πέμπτον. Εἶτα φαίνεται πάλιν ἀδελφοῖς πεντακοσίοις· ὁ γὰρ Παῦλος καὶ τοῦτο ἐπισημαίνων λέγει· Ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι· ἰδοὺ ἕκτον. Εἶτα τοῖς ἑπτὰ ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· εἶτα ὤφθη Ἰακώβῳ κατὰ τὸν Παῦλον· ἔπειτα τοῖς ἀποστόλοις πᾶσιν. Οὐ περὶ τῶν ἕνδεκα λέγει· προλαβὼν γὰρ εἶπεν ὅτι ὤφθη Κηφᾷ· εἶτα τοῖς ἕνδεκα· εἶτα τοῖς ἑβδομήκοντα, ἤτοι τοῖς ἀποστόλοις πᾶσι. Πρόσεχε παρακαλῶ. Ἔχεις οὖν πρῶτον τὰς γυναῖκας· τὸν Πέτρον· τοὺς περὶ Κλεώπαν· τὴν ὀπτασίαν τῶν δέκα, ἐκτὸς τοῦ Θωμᾶ· τοὺς ἕνδεκα παρόντος τοῦ Θωμᾶ· τὴν τῶν πεντακοσίων· ἰδοὺ ἕκτον· ἕβδομον, τοῖς ἑπτὰ· ὄγδοον, Ἰακώβῳ· ἔννατον, τοῖς ἑβδομήκοντα· δέκατον, εἰς τὸ ὄρος τῆς Γαλιλαίας· ἑνδέκατον, εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. Εἰς τὴν ἀνάληψιν τοῦ Σωτῆρος πολλάκις ἐπαναλαβόντος τὴν εἰρήνην, ἄτοπόν ἐστιν ἡμᾶς μὴ ἐπαναλαβεῖν τὴν ψῆφον εἰς βεβαίωσιν. Ἔχεις τοίνυν πρῶτον, τὰς γυναῖκας· δεύτερον, τὸν Πέτρον· τρίτον, τοὺς περὶ Κλεώπαν· τέταρτον, τοὺς δέκα· πέμπτον, τοὺς ἕνδεκα· ἕκτον, τοὺς πεντακοσίους· ἕβδομον, τοὺς ἑπτά· ὄγδοον, Ἰάκωβον· ἔννατον, τοὺς ἑβδομήκοντα· δέκατον, ἐπὶ τὸ ὄρος τῆς Γαλιλαίας· ἑνδέκατον, ἐπὶ τὸ ὄρος τῶν Ἐλαιῶν.