# In ascensionem domini nostri Iesu Christi et in principium Actorum 17

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum, Section 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-ascensionem-domini-nostri-iesu-christi-et-in-principium-actorum/17

Ἐντεῦθεν διδασκόμεθα τὴν θείαν καὶ μυστικὴν τράπεζαν τιμᾷν. Πολλάκις γὰρ ἃ μὴ κατώρθωσε λόγος, κατώρθωσε τράπεζα. Πολλάκις μυρίοι σύμβουλοι καὶ μίαν ἔχθραν οὐκ ἔλυσαν, καὶ μία τράπεζα πολέμους κατέλυσεν. Ἀπὸ τοῦ προηγουμένου λάβε τὴν ἀπόδειξιν. Οὐ διελιμπάνομεν ἐχθροὶ ὄντες τοῦ Θεοῦ ἐκπεπολεμωμένοι πρὸς τὸν θεῖον λόγον, ὡς λέγει Παῦλος· Ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ. Ἐχθροὶ ἦμεν· ἀπεστάλη νόμος καὶ οὐ διήλλαξεν· ἦλθον προφῆται, καὶ οὐκ ἔπεισαν· ἀλλ’ ἔμειναν οἱ ἐχθροὶ τοῦ Θεοῦ, ἐχθροὶ καὶ πολέμιοι. Πολλοὶ τύραννοι κατὰ τῆς ἀληθείας, πολλοὶ θεομάχοι κατὰ τῆς εὐσεβείας, πολλοὶ λόγοι, πολλαὶ διδασκαλίαι, καὶ οὐκ ἔλυσαν τὸν πόλεμον. Ἦλθεν ὁ Χριστός· ἔπηξε τὴν ἑαυτοῦ τράπεζαν· προέθηκεν ἑαυτὸν εἰς βρῶσιν, καὶ εἶπε· Λάβετε, φάγετε· καὶ εὐθέως τὸν πόλεμον ἔλυσε, καὶ εἰρήνην κατεβράβευσεν. Ἐν Αἰγύπτῳ μαστίζει τοὺς θεομάχους, καὶ οὐδεὶς ὑπακούει· τύπτει τοὺς τυράννους, καὶ οὐδεὶς πείθεται. Ἐνταῦθα προτίθησιν ἑαυτὸν εἰς βρῶσιν, καὶ πάντες ἔδονται. Μαστίζων οὐκ ἔπεισε, καὶ ἐσθιόμενος πείθει. Ἐσθιόμενος λέγω κατὰ τὴν μυστικὴν τράπεζαν. Ἐγὼ γάρ, φησίν, εἰμὶ ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.

---

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg089.local001/.
