Ancient Greek
Section 18
Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum 18
Not analysed yet
Καὶ συναλιζόμενος ἐλάλει περὶ τῆς βασιλείας τοῦ Θεοῦ· καὶ παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρός, ἣν ἠκούσατέ μου. Ἔστω, ἠκούσαμέν σου· εἶπες γάρ· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ παρακαλῶ, καὶ ἀποστελῶ ὑμῖν τὸ Πνεῦμα τῆς ἀληθείας, τὸ παράκλητον. Σὺ εἶπας· ὁ Πατὴρ πότε ἐπηγγείλατο; Οὐκ εἶπεν, ἀναμένειν τὴν ἐπαγγελίαν μου, ἀλλὰ τὴν ἐπαγγελίαν τοῦ Πατρός, ἣν ἠκούσατέ μου. Ὁ Πατὴρ ἐπηγγείλατο· ἐγὼ ὑπέμνησα. Καὶ ποῦ ἐπηγγείλατο; Ὅλον ἐὰν ἀναπτύξῃς τὸ Εὐαγγέλιον, οὐχ εὑρίσκεις φωνὴν Πατρὸς ἐπαγγελλομένου τοῖς μαθηταῖς διδόναι Πνεῦμα ἅγιον. Καὶ ποῦ ἐπηγγείλατο; Ἐν τοῖς προφήταις, ὡς λέγει Παῦλος· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ, ἐν Γραφαῖς ἁγίαις περὶ τοῦ Υἱοῦ αὐτοῦ. Προεπαγγειλάμενος τοίνυν τὸ Εὐαγγέλιον, προεπηγγείλατο καὶ τὸ Πνεῦμα τὸ ἅγιον διδόναι. Ποῦ οὖν καὶ ἡ ἐπαγγελία; Ζητῶ μεθ’ ὑμῶν ὡς εἷς ἐξ ὑμῶν· εἷς ἐξ ὑμῶν ὤν, τῇ πίστει καὶ τῇ ἀγάπῃ τῇ περὶ τὸν Χριστόν. Εἶπον γὰρ πολλάκις πρὸς τὴν ὑμετέραν ἀγάπην, ὅτι πρόβατα καὶ ποιμένες, πρὸς ἀνθρωπίνην εἰσὶ διαίρεσιν· πρὸς δὲ τὸν Χριστόν, πάντες πρόβατα. Καὶ γὰρ οἱ ποιμαίνοντες καὶ οἱ ποιμαινόμενοι, ὑφ’ ἑνὸς τοῦ ἄνω ποιμένος ποιμαίνονται. Ποῦ οὖν ἐπηγγείλατο; Λέγει ὁ Θεὸς διὰ τοῦ προφήτου Ἰωήλ· Ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει Κύριος παντοκράτωρ, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν. Ἰδοὺ ἡ ἐπαγγελία. Ποῦ οὖν καὶ ἡ ἔκβασις; Ὅτε ἦλθε τὸ ἅγιον Πνεῦμα εἰς τοὺς ἀποστόλους, καὶ διένειμεν αὐτοῖς τῶν γλωσσῶν τὴν διαίρεσιν, καὶ ἐλάλουν γλώσσαις. Ὑπωπτεύοντο ὡς μεθύοντες, καὶ λέγει Πέτρος· Ἄνδρες Ἰσραηλῖται, τί προσέχετε τοῖς ἀνδράσι τούτοις ὡς μεθύουσι; Τρίτη γὰρ ὥρα ἐστὶν ἀκμὴν τῆς ἡμέρας. Ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον ὑπὸ τοῦ προφήτου, Ἰωήλ, ὅτι Ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει Κύριος, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. Αὕτη ἡ ἐπαγγελία τοῦ Πατρός.