# In ascensionem domini nostri Iesu Christi et in principium Actorum 19

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum, Section 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-ascensionem-domini-nostri-iesu-christi-et-in-principium-actorum/19

Ἀλλὰ πόθεν δῆλον ὅτι ἐκ προσώπου τοῦ Πατρὸς ἦν ἡ ἐπαγγελία; Ἐπειδὴ οἶδα καὶ τὸν Υἱὸν λαλοῦντα ἐν τοῖς προφήταις, πόθεν τοῦτο, εἰ ὁ Πατὴρ ἦν ὁ λέγων; Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν. Καὶ δώσω σημεῖα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ. Εἶπον πολλάκις αἷμα τὸ ἐκ τῆς πλευρᾶς· σημεῖον γὰρ ἦν ἀπὸ νεκροῦ σώματος αἷμα προερχόμενον ἰδεῖν· αἷμα τὸ ἀπὸ πλευρᾶς, πῦρ τὸ ἐπὶ τῶν ἀποστόλων. Αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ. Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. Ὅρα τὸν λαλοῦντα Θεὸν Πατέρα, πῶς τὸν Υἱὸν ἑρμηνεύει λέγων· Πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου· καὶ οὐ λέγει· Τὴν ἡμέραν τὴν ἐμήν. Εἰ γὰρ σὺ δίδως σημεῖα, πῶς εἰς ἄλλον μεταφέρεις τὴν ἔννοιαν, λέγων· Πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ; Πρόσεχε. Ἴσως ἐρεῖ τις, τὸν προφήτην λέγειν ἐκ προσώπου ἰδίου· Πρὶν ἐλθεῖν τὴν ἡμέραν. Ἀλλ’ οὐκ ἦν εἰπεῖν τὸν προφήτην· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. Καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Τοῦτο οὖν ὁ Θεὸς ἐν τοῖς προφήταις λέγει. Καὶ Παῦλος αὐτῷ ἐπιφέρει λέγων· Ὁ δὲ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Εἶτα δεικνὺς ὅτι εἰς Χριστὸν εἴρηται, λέγει· Πῶς οὖν ἐπικαλέσονται, εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσουσιν, οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσονται, χωρὶς κηρύσσοντος; πῶς δὲ κηρύξουσιν, ἐὰν μὴ ἀποσταλῶσιν; καθὼς γέγραπται· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά, τῶν εὐαγγελιζομένων εἰρήνην.

---

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg089.local001/.
