# In ascensionem domini nostri Iesu Christi et in principium Actorum 25

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum, Section 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-ascensionem-domini-nostri-iesu-christi-et-in-principium-actorum/25

Καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς. Μὴ μετρήσῃς τῶν λόγων τὴν τάξιν, ἀλλὰ τῆς αὐθεντίας τὴν δύναμιν. Οὗτος εἶπε· Κηρύξατέ με πανταχοῦ. Τοῦτο δείκνυσι δύναμιν, εἰ ἐξέβη εἰς πρᾶγμα τὸ ῥῆμα. Δύναμαι ἐγὼ αὐθεντίᾳ χρησάμενος καὶ ἀλαζονείᾳ, εἰπεῖν παρεστῶσιν ἢ ὀλίγοις οἰκέταις ἢ ἀδελφοῖς· Ἐξέλθετε εἰς τὰ ἔθνη, καὶ πάντα διδάξατε, πάντας ἐπιστρέψατε, βαρβάρους ἀνέλετε, τοὺς ἐναντιουμένους τῇ βασιλείᾳ μου ἐκκόψατε αὐτούς· τὰ ῥήματα προβαίνει, ἀλλ’ ἐὰν τὰ πράγματα μὴ ἀκολουθήσῃ, οὐ μόνον ὡς ψεύστης καταγινώσκομαι, ἀλλὰ καὶ ὡς ἀλαζὼν καὶ προπετής. Ζητείσθω οὖν τὰ ῥήματα τοῦ Σωτῆρος, μὴ ἐξ ὧν ἐλάλησεν, ἀλλ’ ἐξ ὧν ἐτέλεσεν. Εἶπε· Μαθητεύσατε πάντα τὰ ἔθνη· εἰ μὴ προῆλθεν ὁ λόγος εἰς ἔργον, ἀλαζονεία ἦν καὶ οὐκ αὐθεντία θεϊκή. Εἶπε· Κηρύξατε ἕως ἐσχάτου τῆς γῆς. Εἰ ἔστιν ἐσχατιά τις ἀμοιροῦσα τοῦ κηρύγματος, ἐψεύσατο ἡ πρόρρησις· εἰ δὲ πρὸ τῶν ῥημάτων λάμπει τὰ πράγματα, ἀληθεῖς οἱ μάρτυρες καὶ ἀληθὴς ὁ μαρτυρούμενος.

---

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg089.local001/.
