# In ascensionem domini nostri Iesu Christi et in principium Actorum 28

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum, Section 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-ascensionem-domini-nostri-iesu-christi-et-in-principium-actorum/28

Πρόσεχε παρακαλῶ. Καὶ ἐκτείνας τὴν χεῖρα, ηὐλόγησεν αὐτούς. Ὁρᾷς τί ἐπεσημήνατο ὁ ἱστοριογράφος; Εἰσάγει τὸν Σωτῆρα εὐλογοῦντα μέν, τέλος δὲ τῶν εὐλογιῶν μεταδιδόντα οὐκέτι. Οὐκ εἶπεν ηὐλόγησε καὶ ἐπλήρωσεν, ἀλλ’ ἐκτείνας τὰς χεῖρας, ηὐλόγησεν αὐτούς. Καὶ ἐν τῷ εὐλογεῖν αὐτόν, ἀνελήφθη· ἀφ’ οὗ γὰρ ἄρχεται εὐλογεῖν, οὐ παύεται εὐλογῶν. Ἐκτείνας τὰς χεῖρας. Δύο ποιεῖ ὁ Σωτήρ· ἁπλοῖ τὰς χεῖρας, τύπον διδοὺς τοῖς ἱερεῦσιν ὥστε τῇ ἁπλώσει τῶν χειρῶν, εὐλογεῖν τὸν λαόν. Ἐπειδὴ γὰρ ἡ ἀόρατός ἐστι δεξιὰ πάντας εὐλογοῦσα, δανείζεται τὴν ὁρωμένην ἡ ἀόρατος· ἐκτείνει τὰς χεῖρας ὁ ἱερεὺς ὥσπερ κάλαμον δανείζων τῷ Δεσπότῃ, ἵνα δι’ αὐτοῦ γράψῃ τὴν εὐλογίαν. Ὅτι δὲ βούλεται ἐκτείνεσθαι τῶν ἱερέων τὰς χεῖρας, ἄκουε αὐτοῦ· Λέγει τῷ Μωϋσῇ ὁ θεός· Εἶπον Ἀαρών, τῷ ἀδελφῷ σου· Ὅταν ἐξέρχησθε ἀπὸ τοῦ θυσιαστηρίου, ἐκτείνατε τὰς χεῖρας ὑμῶν ἐπὶ τὸν λαόν, καὶ ἐπονομάσατε τὸ ὄνομά μου κἀγὼ εὐλογήσω. Καθεῖλεν ἐνταῦθα τῶν ὑπερηφάνων τὴν ἀλαζονείαν. Ἐνίοτε γὰρ πολλοὶ τὰ ἑαυτῶν μὴ ἐξετάζοντες, ἀλλὰ τοὺς ἑτέρων βίους πολυπραγμονοῦντες, μερίζονται τὴν διάνοιαν· Ἐγὼ τούτῳ κλίνω τὴν κεφαλήν; Ἐγὼ πρὸς τοῦτον ἔλθω, ἵνα με οὗτος εὐλογήσῃ; Εἶτα ἐμοῦ κατέγνως, ἀλλὰ μὴ τοῦ ὀνόματος. Μὴ γὰρ ἐγώ ἐπαγγέλλομαι εὐλογεῖν ὅτι φεύγεις; Ἐπονομάζω τὸ ὄνομα τοῦ Θεοῦ καὶ αὐτὸς εὐλογεῖ. Ἆρα ἐὰν ἀποσταλῇ σοὶ παρὰ βασιλέως ἀντιγραφή, περιεργάζῃ τὸν βίον τοῦ ἀποσταλέντος, ἢ τὴν δωρεὰν τοῦ ἀποστείλαντος; Μὴ ζητεῖς τίς ἡ ἀξία τοῦ ἀποστελλομένου παρὰ τοῦ βασιλέως· ἀγροῖκος ἐστὶν ἢ πολίτης, συγκλητικὸς ἢ ἀξιωματικός; Οὐ διαφέρει περὶ τὸ ἀξίωμα τοῦ ἀποσταλέντος· ἀλλὰ δέχῃ τήν τιμὴν τοῦ ἀποστείλαντος.

---

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg089.local001/.
