# In ascensionem domini nostri Iesu Christi et in principium Actorum 33

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum, Section 33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-ascensionem-domini-nostri-iesu-christi-et-in-principium-actorum/33

Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ παρειστήκεισαν δύο ἄνδρες ἐν ἐσθῆτι λευκῇ. Οἱ ἄγγελοι ἐν ἀνδρῶν σχήματι ἐφάνησαν· ταῦτα ἐν τῷ ὄρει τῶν ἐλαιῶν. Τούτου δὲ τοῦ ὄρους τὴν ὁμωνυμίαν ἔλαχεν ἡ ἐκκλησία· καὶ οὐδὲ ἐκεῖ ἠμοιρὴσατε δύο ἄνδρες ἐν ἐσθῆτι λευκῇ. Εἴχετε γὰρ ἐκεῖ ἀντὶ δύο ἀνδρῶν λευχειμονούντων τὸν ἅγιον Ἄλκιμον καὶ Φιλήμονα, τοὺς ἁγίους μάρτυρας, ἀεὶ ἐν ἐσθῆτι λευκῇ τοῦ μαρτυρίου λάμποντας. Ἔλεγον οἱ ἄγγελοι πρὸς ἐκείνους· Ἄνδρες Γαλιλαῖοι. Μακάριοι οἱ ὄντες ἄξιοι ταύτης τῆς φωνῆς. Ἀεὶ οἱ ἐχθροὶ τῆς εὐσεβείας ὅταν ὀνειδίζουσιν ἡμῖν, Γαλιλαίους καλοῦσιν. Οἱ ἄγγελοι σεμνύνουσιν ἡμᾶς· ἄνδρες Γαλιλαῖοι. Oἱ ἀγνοοῦντες τὸ ὄνομα ἡμῶν δοκοῦσιν ὑβρίζειν ἡμᾶς. Γαλιλαῖοι καλούμεθα οἱ ἀποκεκαλυμμένοι. Πρῶτον γὰρ σημεῖον ἐν Κανὰ τῆς Γαλιλαίας ἐποίησεν ὁ Χριστός· καὶ ἐκεῖ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ. Ἄνδρες Γαλιλαῖοι· ἐντεῦθεν ὁ προφήτης ὅλης τῆς γῆς προτιμᾷ τὴν Γαλιλαίαν· λέγει γὰρ Ἡσαΐας· Ἐπένθησεν ἡ γῆ, ᾐσχύνθη ὁ Λίβανος, ἕλη ἐγένετο ὁ Ἀσσαρών, φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Κάρμηλος.

---

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg089.local001/.
