Ancient Greek
Section 34
Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum 34
Not analysed yet
Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; Τὸ δὲ ἑστήκατε οὐ μεμφομένων ἐστὶ τῶν ἀγγέλων. Τί γὰρ ἦν ἀξιοπιστότερον τοῦ βλέπειν τὸν Σωτῆρα ἀναλαμβανόμενον; Ἀλλ’ ἐπειδὴ εἶπεν· Ἔσεσθέ μοι μάρτυρες, λέγουσιν οἱ ἄγγελοι· Τί ἑστήκατε ἀργοί; Μνημονεύσατε τῶν προσταγμάτων αὐτοῦ. Τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; Μὴ γὰρ πάλιν ἔρχεται πρὸς ὑμᾶς σήμερον; Τί ἑστήκατε ἐμβλέποντες; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν. Ἐπειδὴ τὸ ἀναληφθεὶς ἀνάξιον ἦν τοῦ Θεοῦ, οὐ λέγουσιν· Οὗτος ὁ υἱὸς ὁ μονογενὴς ὁ ἀναληφθείς. Θεὸς γὰρ οὐκ ἀναλαμβάνεται, ὁ ὢν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ καὶ πανταχοῦ. Οὗτος ὁ Ἰησοῦς· τουτέστιν αὕτη ἡ σάρξ ἡ Δεσποτική. Ὅπου γὰρ σωματικόν ἐμφαίνει, τῇ δεικτικῇ κέχρηται φωνῇ καὶ τῇ τοῦ Ἰησοῦ. Οὗτος ὁ φαινόμενος Ἰησοῦς, τὸ ἀπὸ Μαρίας φανέν. Οὗτος ὁ Ἰησοῦς, ὥσπερ καὶ Πέτρος λέγει, ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποὶησε, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. Οὐ λέγει, τοῦτον τὸν υἱόν, ἢ τὸν μονογενῆ, ἀλλὰ τὸν Ἰησοῦν. Περὶ γὰρ τὸ φαινόμενον τὸ πάθος, ἀπαθὴς δὲ ἡ θεότης εἰ καὶ συνῆν τῷ πάσχοντι. Οὐ γὰρ λέγω ὅτι ἀπελείφθη παθόντος τοῦ σώματος αὐτοῦ, ἀλλ’ ὅλως ἦν ἐν τῷ πάσχοντι ὁ ἀπαθής, ἐν τῷ θνητῷ ἡ ἀθάνατος φύσις.