# In ascensionem domini nostri Iesu Christi et in principium Actorum 35

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum, Section 35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-ascensionem-domini-nostri-iesu-christi-et-in-principium-actorum/35

Τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. Ἐπειδὴ ἀνελήφθη πρὸ τούτου Ἠλίας· ἀνελήφθη δὲ εἰς ὕψος ἀέριον, οὐκ εἰς οὐρανόν· ἵνα μὴ ὁμότιμος ἡ ἀνάληψις ᾖ, λέγει, ὡς εἰς τὸν οὐρανόν, ἐνταῦθα δέ, εἰς τὸν οὐρανόν. Οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. Ἐκεῖ· Ἀνελαμβάνετο Ἠλίας ὡς εἰς τὸν οὐρανόν· ἐκεῖ διὰ τοῦ ὡς, τὸ ὕψος ἠσφαλίσατο ἡ γραφή. Καὶ ἀνελαμβάνετο Ἠλίας ὡς εἰς τὸν οὐρανόν, ἕτερον δὲ τοῦτο. Καὶ ἐν τούτῳ ὁ Θεὸς τοὺς προφήτας ἐπληροφόρησεν, ὅτι εἰς οὐρανὸν οὐκ ἀνελήφθη Ἠλίας. Ἀμέλει λέγουσι τῷ Ἐλισσαίῳ, ὅτι εἰς ὕψος ἀνῆλθεν, οὐρανὸν δὲ οὐκ ἔφθασε· Λάβε πεντήκοντα ἄνδρας, καὶ ἀπόστειλον εἰς πάντα τὰ ὄρη καὶ βουνούς, μήποτε ἀνέλαβεν αὐτὸν τὸ Πνεῦμα καὶ ἔθηκεν ἐφ’ ἓν τῶν ὀρέων καὶ οὐκ οἴδαμεν ποῦ ἐστιν. Ἀπεστάλησαν πεντήκοντα ζητοῦντες· οὐδεὶς δὲ πεπληροφορημένος ἦν ποῦ ζητὴσει. Διὰ τοῦτο· Ἀνελαμβάνετο ὡς εἰς τὸν οὐρανόν. Ἰουδαῖοι φαντάζονται καὶ λέγουσιν· Ἠλίας εἰς τὸν οὐρανὸν ἀνελήφθη, καὶ αὐτὸς ἔρχεται ἐκ τοῦ οὐρανοῦ. Ὁ Σωτὴρ καὶ ἐκ τῆς ἱστορίας δείκνυσι τὴν ἀλήθειαν· καὶ ἐκ τῆς αὐτοῦ διδασκαλίας ἐμφαίνει τὸ εὐσεβές. Καὶ τὸ ἀληθὲς κηρύττει λέγων τῷ Νικοδήμῳ· Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ υἱὸς τοῦ ἀνθρώπου. Ἐνὼχ μετετέθη ἄνω οὐκ ἀναληφθείς· μετετέθη ἀπὸ τόπου εἰς τόπον, οὐκ ἀπὸ γῆς εἰς οὐρανόν. Ἠλίας ἀνελήφθη ὡς εἰς τὸν οὐρανόν. Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ, ὁ ὢν ἐν τῷ οὐρανῷ. Καὶ Παῦλος ἀποκλείων πᾶσαν ἀμφιβολίαν λέγει περὶ τοῦ Χριστοῦ· Τὸ δὲ ἀνέβη τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη εἰς τὰ κατώτερα μέρη τῆς γῆς πρῶτον; Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν. Οὐ μόνον, φησίν, εἰς τὸν οὐρανόν, ἀλλ’ ἐπάνω. Διὰ τοῦτο οἱ ἄγγελοι λέγουσι· Τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. Τρίτον εἰς τὸν οὐρανόν, ἵνα ᾖ ἀδελφὸν ἐκείνου· Ἃ ὁ Θεὸς ἐκαθὰρισε, σὺ μὴ κοίνου.

---

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg089.local001/.
