# In ascensionem domini nostri Iesu Christi et in principium Actorum 38

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum, Section 38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-ascensionem-domini-nostri-iesu-christi-et-in-principium-actorum/38

Καὶ ὅρα τὸ θαυμαστόν. Ὁ Σωτὴρ ἦλθε, καὶ ἐλθὼν ἤνεγκε τὸ ἅγιον Πνεῦμα· ἀνελθὼν ἀνήνεγκε σῶμα ἅγιον, ἵνα δῷ τῷ κόσμῳ ἐνέχυρον σωτηρίας, Πνεύματος ἁγίου. Πάλιν τῷ αὐτῷ κόσμῳ, ἀρραβῶνα σωτηρίας, τὸ σῶμα τὸ ἅγιον λεγέτω ὁ Χριστιανός. Ὅταν δὲ εἴπω τοῦτο, καὶ σὲ λέγω καὶ ἕκαστον πρόσωπον Χριστιανοῦ. Ἐγὼ Χριστιανός εἰμι· τοῦ Θεοῦ εἰμι. Πόθεν τοῦτο; Πνεῦμα ἅγιον ἔχω τὸ ἐξ οὐρανοῦ. Θέλεις καὶ ἄλλην ἀπόδειξιν; Ἔλαβον Πνεῦμα ἐξ οὐρανοῦ τὸ τοῦ Θεοῦ· ἔχω μου τὸν ἀρραβῶνα. Ἄνω τὸ σῶμα αὐτοῦ, κάτω τὸ Πνεῦμα αὐτοῦ πρὸς ἡμᾶς. Ἀμφιβάλλεις ὅτι τοῦ Θεοῦ ἐσμεν; Γένος ἐγένετο ἕν, Θεοῦ καὶ ἀνθρώπων. Ὥσπερ γὰρ τὰ διεστῶτα μέρη συνάπτει ἐπιγαμβρία, καὶ ὁ μὴ εἰδώς τινα πόθεν ἐστί, μιᾶς συναπτομένης καὶ ἑνός, δύο γένη ὅλα συνάπτει, ὁ μὲν ὡς ἀνεψιός, ὁ δὲ ὡς θεῖος· οὕτως ἀναλαβόντος σάρκα Χριστοῦ, διὰ τῆς σαρκὸς ἐγένετο πᾶσα ἡ Ἐκκλησία συγγενὴς Χριστοῦ· Παῦλος Χριστοῦ συγγενής, Πέτρος, πᾶς πιστός, πάντες ἡμεῖς, πᾶς εὐσεβής. Διὰ τοῦτο λέγει Παῦλος· Γένος οὖν Θεοῦ ὑπάρχοντες. Ἀλλ’ οἶδα τὴν ἔννοιαν καθ’ ἣν εἴρηται· οὐ σκοπός μοί ἐστιν ὅλην ἱστορῆσαι τὴν θεωρίαν, ἀλλ’ ὅτι βεβαιοῖ Παῦλος τὸ γένος. Καὶ ἀλλαχοῦ πάλιν· Ἡμεῖς ἐσμεν σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους ἐκ τῆς σαρκὸς αὐτοῦ. Ἀντὶ τοῦ· Διὰ τὴν σάρκα ἣν ἀνέλαβε, συγγενεῖς αὐτοῦ ἐσμεν. Ἔχομεν οὖν τὸ ἐνέχυρον ἄνω καὶ τὸ Πνεῦμα τὸ ἅγιον μεθ’ ἡμῶν. Καὶ ὅρα τὸ θαυμαστόν. Οὐ λέγω ὅτι τὸ Πνεῦμα κατέβη ἐξ οὐρανοῦ, καὶ οὐκέτι ἐστὶν ἐν οὐρανῷ· καὶ ἀντηλλάξατο τὸ μὲν σῶμα τὸν οὐρανόν, τὸ δὲ Πνεῦμα τὴν γῆν· ἀλλὰ καὶ μεθ’ ἡμῶν τὸ Πνεῦμα, καὶ πανταχοῦ, καὶ ἄνω· Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; Καὶ τί θαυμάζεις εἰ τὸ Πνεῦμα καὶ μεθ’ ἡμῶν καὶ ἄνω, καὶ τὸ σῶμα Χριστοῦ καὶ ἄνω καὶ μεθ’ ἡμῶν; Ἔσχεν ὁ οὐρανὸς τὸ ἅγιον σῶμα, ἐδέξατο δὲ ἡ γῆ τὸ ἅγιον Πνεῦμα· ἦλθεν ὁ Χριστὸς καὶ ἤνεγκε τὸ ἅγιον Πνεῦμα, ἀνῆλθε καὶ ἀνήνεγκε τὸ ἡμέτερον σῶμα. Καὶ ἦν ἰδεῖν τὴν εἰκόνα τοῦ Ἀδὰμ τὴν ἐν τάφοις κεχωσμένην, οὐκέτι μετ’ ἀγγέλων φαινομένην, ἀλλ’ ὑπεράνω τῶν ἀγγέλων συγκαθημένην τῷ Θεῷ, ἵνα ἡμᾶς συγκαθίσῃ.

---

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg089.local001/.
