# In ascensionem domini nostri Iesu Christi et in principium Actorum 39

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum, Section 39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-ascensionem-domini-nostri-iesu-christi-et-in-principium-actorum/39

Ὤ τῆς ξένης οἰκονομίας. Ὤ τοῦ μεγάλου βασιλέως, ταῦτα πάντα τοῦ μεγάλου, τοῦ ὄντως μεγάλου καὶ θαυμαστοῦ. Καὶ ὡς εἶπεν ὁ προφήτης· Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ, ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. Ἐπήρθη ἡ θεότης; Οὐχί. Θεὸς γὰρ οὐκ ἀναλαμβάνεται, ὁ ὧν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ· ἀλλ’ ἡ σάρξ ἡ ἐμή, ἡ τοῦ δούλου μορφή· οὐχ ἡ τοῦ θεοῦ εἰκών. Αὐτολεξεὶ κεῖται· Βλεπόντων αὐτῶν ἐπήρθη. Ὁ τὰ πάντα μέγας, μέγας ὁ Θεός, μέγας ὁ Κύριος· Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα. Εἰ δὲ μέγας Θεὸς καὶ μέγας Κύριος, μέγας βασιλεύς· Βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Ὄρη Σιών, τὰ πλευρὰ τοῦ βορρᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Μέγας προφήτης, μέγας ἱερεύς, μέγα φῶς, τὰ πάντα μέγας. Καὶ ἀεὶ ἡ Γραφὴ μετὰ προσθήκης αὐτὸν λέγει μέγαν, ὡς ὅταν λέγῃ Παῦλος· Τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν, Ἰησοῦ Χριστοῦ· ὡς καὶ Δαυῒδ λέγει· Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα. Μέγας βασιλεύς, μέγας προφήτης· ὅτε ἐποίει τὰ θαύματα ὁ Ἰησοῦς, ἔλεγον ὅτι μέγας προφήτης ἐγήγερται, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. Οὐ μόνον γὰρ κατὰ τὴν θεότητα μέγας, ἀλλὰ καὶ κατὰ τὴν σάρκα· ὥσπερ γὰρ Θεὸς μέγας, καὶ Κύριος μέγας, καὶ βασιλεὺς μέγας κατὰ τὴν θεότητα· οὕτω πάλιν ἱερεὺς μέγας, προφήτης μέγας. Πόθεν τοῦτο; Λέγει Παῦλος· Ἔχοντες οὖν ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανοὺς Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας ἡμῶν. Εἰ δὲ ἀρχιερεὺς μέγας καὶ προφήτης μέγας, ὄντως ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, καὶ ἀνέστησε προφήτην μέγαν ἐν τῷ Ἰσραήλ. Εἰ δὲ μέγας προφήτης, μέγας ἱερεύς, φῶς μέγα· Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, εἶδε φῶς μέγα. Ἀλλὰ καὶ ἡ ἡμέρα αὐτοῦ μεγάλη, ὡς λέγει ὁ προφήτης· Πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην. Πανταχοῦ μέγαν ἀκούων, καὶ μεγάλα τὰ ἔργα Κυρίου, πόθεν ἐπῆλθέ σοι σχίζειν, αἱρετικέ, καὶ σμικρύνειν τὸν μέγαν;

---

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg089.local001/.
