# In ascensionem domini nostri Iesu Christi et in principium Actorum 40

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum, Section 40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-ascensionem-domini-nostri-iesu-christi-et-in-principium-actorum/40

Ἔχομεν οὖν ἀρραβῶνα τῆς ζωῆς ἡμῶν ἐν οὐρανῷ· συνανελήφθημεν γὰρ τῷ Χριστῷ. Πάλιν οὖν ἁρπαζόμεθα ἐν νεφέλαις, ἐὰν ὦμεν ἄξιοι ἐπὶ νεφελῶν ἀπαντῆσαι. Ὑπόδικος οὐκ ἀπαντᾷ δικαστῇ, ἀλλὰ φαίνεται μὲν αὐτῷ παριστάμενος· οὐκ ἀπαντᾷ δέ, ὡς ἀπαρρησίαστος ὤν. Εὐξώμεθα οὖν, ἵνα τῶν ἀπαντώντων κἂν ἐν μικρᾷ τάξει τύχωμεν. Ὥσπερ γὰρ οἱ ἀπαντῶντες βασιλεῖ, κἂν μὴ πάντες ὦσιν ὁμότιμοι, ἀλλ’ ὅμως τετίμηνται· οὕτως ἔσται καὶ τότε. Οὐδὲ γὰρ πάντες ὁμοίως ἐπολιτεύσαντο. Ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. Μηδέποτε κωλυέσθω λόγος λόγου. Μετ’ ἀληθείας παρρησιαζόμεθα γάρ, ἀγάπῃ Χριστοῦ λαὸν τρέφοντες, ψυχὰς ἀρδεύοντες· ψυχαῖς μεριζόμενοι, ταῖς δὲ ὑπονοίαις μὴ σχιζόμενοι. Ὁ εἰρήνης ἐχθρὸς ἔχει τὸν δικάζοντα. Καὶ ἐπειδή, ἀδελφοί, ἀνθρώπους πείθομεν, Θεῷ δὲ πεφανερώμεθα, μάρτυς ὁ τῶν ἐννοιῶν ἐπόπτης, ὃς ἀπαιτήσει λόγον πάντα τὸν λαλοῦντα τὸ ψεῦδος, ὡς οὐδέποτε ἐχθροὶ εἰρήνης, οὔτε ἠθελήσαμεν, οὔτε θέλομεν γενέσθαι. Ἐὰν γὰρ τὴν εἰρήνην ἀπολέσωμεν, ἐχθροί ἐσμεν ἐκείνων τῶν ἀκουόντων· Εἰρήνη ὑμῖν. Ἀλλ’ ὅτι εἰρήνην θέλομεν, καὶ σπεύδομεν, καὶ ποθοῦμεν, μάρτυς ὁ εἰδώς· περὶ δὲ τῶν λοιπῶν σιωπήσομαι. Ὁ γὰρ βραβευτὴν ἐκδεχόμενος τὸν Θεόν, τῇ ἀπολογίᾳ οὐχ ὑβρίζει τὸ ἄνω δικαστήριον. Δυνατὸς δὲ ὁ Θεὸς εἰρήνην δοῦναι, εἰρήνην πῆξαι, ἐν τοῖς κηρύσσουσιν, ἐν τοῖς κηρυσσομένοις, ἐν τοῖς διδάσκουσιν, ἐν τοῖς μανθάνουσιν, ἵνα διὰ πάντων ἀπὸ εἰρήνης ἀρξάμενοι, καὶ ἐν εἰρήνῃ μεσάσαντες, καὶ ἐν εἰρήνῃ πληρώσαντες, τῷ Θεῷ τῆς εἰρήνης δόξαν ἀναπέμψωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg089.local001/.
