# In ascensionem domini nostri Iesu Christi et in principium Actorum 5

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum, Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-ascensionem-domini-nostri-iesu-christi-et-in-principium-actorum/5

Καθὼς ἀπέσταλκέ με ὁ Πατήρ, κἀγὼ πέμπω ὑμᾶς. Πρόσεχε παρακαλῶ. Ὅρα πῶς εἰς τὸ ἀνθρώπινον σχῆμα ἁρπάζει τὴν οἰκονομίαν. Οὐκ εἶπε· Καθὼς ἐγέννησέ με ὁ Πατήρ· ὅπου γὰρ ἀποστολή, τὸ ἀνθρώπινον σχῆμα ἐνδείκνυται. Συνεχῶς δὲ τοῦτο ἐπισημαινόμεθα, ἐπειδὴ τὴν οἰκονομίαν ἑρμηνεύει. Ὅπου, φησί, γυμνὴ ἡ φύσις, Πατέρα καὶ Υἱὸν κηρύττει. Καθὼς ἀπέσταλκέ με. Πῶς δὲ ἀπέσταλκέ σε; Πρόσεχε παρακαλῶ. Ἀπεστάλης, Δέσποτα, ἐξ οὐρανοῦ· οἱ ἀπόστολοι οὐκ ἐξ οὐρανοῦ· πῶς, καθὼς ἀπέστειλέ σε ὁ Πατήρ, ἀποστέλλεις; Οὐ τὸν τρόπον λέγω, φησί, τῆς ἀποστολῆς, τὸ Καθὼς ἀπέστειλέ με, ἀλλὰ τὴν δύναμιν. Ἀπεστάλην εἰς τὸ παθεῖν ὑπὲρ τοῦ κόσμου· ἀποστέλλω ὑμᾶς, ἵνα τοῖς ὑμετέροις πάθεσι τὴν οἰκουμένην στεφανώσω. Καὶ ἐπειδὴ οὐκ ἴσχυεν ἡ θνητὴ φύσις ἀρκέσαι πρὸς τὴν ὁμοιότητα τὴν Δεσποτικήν, λέγει· Καὶ τοῦτο εἰπών, ἐνεφύσησεν· ὃ ἔλειπε τῇ φύσει, προσέδωκε τῇ χάριτι· καὶ τοῦτο εἰπών, ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα ἅγιον. Πρόσεχε. Διὰ τί ἐνεφύσησεν ὁ Σωτὴρ τοῖς ἀποστόλοις κατ’ αὐτὴν δὲ τὴν ἡμέραν τῆς ἀναστάσεως; Ἆρα γὰρ ἐκτὸς τοῦ ἐμφυσήματος, οὐχ ἱκανὸς ἦν δοῦναι Πνεῦμα ἅγιον; Ἀλλ’ ἐπειδή, τὸν πρῶτον ἄνθρωπον πλάττων, ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν, ἀπώλεσε δὲ τοῦ ἐμφυσήματος τὴν χάριν διὰ τὴν παράβασιν, καὶ ἀπολέσας τὴν ζωοποιὸν δύναμιν, εἰς χοῦν διελύθη, καὶ ἐν τῷ τάφῳ κατέλυσεν τὴν αὐτοῦ δημιουργίαν· ἀνανεῶν τοίνυν τὸ πλάσμα, καὶ ἀποδιδοὺς τὸ ἀρχαῖον δῶρον, ἐνεφύσησεν εἰς τὰ πρόσωπα τῶν ἀποστόλων, τὴν ἀρχαίαν ἐκείνην καὶ τὴν ζωτικὴν δύναμιν ἀποδιδοὺς τῷ πλάσματι. Ὁμοῦ δὲ ἐπληροῦτο καὶ τά τῷ προφήτῃ προειρημένα. Ὁ γὰρ μακάριος Ναοὺμ ὁ προφήτης, προειδὼς ὅτι ὁ Σωτὴρ ἀνιστάμενος ἐκ τῶν νεκρῶν μέλλει ἐμφυσᾷν τοῖς ἁγίοις ἀποστόλοις, καὶ πληροῦν αὐτοὺς θείου χαρίσματος, διαμαρτύρεται τῷ λαῷ λέγων· Ἑόρταζε, Ἰούδα, τὰς ἑορτάς σου, ἀπόδος τῷ Θεῷ τὰς εὐχάς σου· οὐκέτι οὐ μὴ προσθῶσιν ἐλθεῖν εἰς παλαίωσιν. Συντετέλεσται, ἐξῆρται. Ἀνέβη γὰρ ἐκ τῆς γῆς ὁ ἐμφυσῶν εἰς τὸ πρόσωπόν σου, καὶ ἐξαιρούμενός σε ἐκ θλίψεως. Τὰ δύο εἶπεν· ἐπειδὴ καὶ τὸν φόβον ἔλυσε καὶ ἐνεφύσησε δοὺς Πνεῦμα. Εἶπεν· Ὁ ἐμφυσῶν εἰς τὸ πρόσωπόν σου καὶ ἐξαιρούμενός σε ἐκ θλίψεως.

---

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg089.local001/.
