Ancient Greek
Section 6
Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum 6
Not analysed yet
Εἶτα τότε λέγει· Εἰρήνη ὑμῖν, καὶ τοῦτο εἰπών, ἐνεφύσησε καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα ἅγιον. Ἐπειδὴ εἶδε τὴν ἀνθρωπίνην φύσιν ὀκλάζουσαν πρὸς τοὺς πόνους, καὶ παραιτουμένην πρὸς τοὺς ἀγῶνας δι’ ἀσθένειαν, ἀναπληροῖ τὸ λεῖπον τῇ δυνάμει τοῦ Πνεύματος, ἵνα κάμνουσαν αὐτὴν τῇ ἀσθενείᾳ ἡμῶν, παραμυθήσηται· καὶ ὥσπερ σίδηρόν τινα, ἐστόμωσεν αὐτὴν τῇ θείᾳ χάριτι, ἵνα ὃ μὴ ἔχῃ ἐκ φύσεως, δέξηται παρὰ τῆς χάριτος, καὶ προσέλθῃ πρὸς τοὺς ἀγῶνας τῇ δυνάμει τοῦ Πνεύματος νευρουμένη. Λάβετε Πνεῦμα ἅγιον· καθὼς ἀπέσταλκέ με ὁ Πατήρ, κἀγὼ πέμπω ὑμᾶς. Ἀλλὰ σύ, ἐξελθὼν ὡς Δεσπότης, εἶδες ἁμαρτωλοὺς καὶ ἠλέησας· συνεχώρησας τὰ ἁμαρτήματα ἡμῶν. Ἀνωτέρα ἡ χάρις· ἐμπίπτομεν εἰς τὴν ἄβυσσον τῶν ἁμαρτημάτων· οἱ ἁμαρτάνοντες πολλοί, φιλανθρωπίας χρεία πολλῆς. Οὐκ ἔχομεν τὴν αὐθεντίαν· πῶς δυνάμεθα κατὰ σὲ ἀποσταλῆναι; Διὰ τοῦτο, ἵνα πληρωθῇ τό, Καθὼς ἀπέστειλέ με ὁ Πατήρ, κἀγὼ ἀποστέλλω ὑμᾶς, λέγει· Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται· ἄν τινων κρατῆτε, κεκράτηνται. Ἣν ἔχει ἐξουσίαν, δίδωσιν. Ὥσπερ γὰρ οὐχ οἷόν τέ ἐστιν ἄρχοντα πιστευθῆναι ἔθνος, μὴ λαβόντα συγχωρήσεως καὶ θανάτου καὶ τιμωρίας ἐξουσίαν, οὕτω καὶ ὁ Σωτήρ, μέλλων καθιστᾷν αὐτοὺς ἄρχοντας τῆς οἰκουμένης, δίδωσιν αὐτοῖς καὶ τιμωρίας ἐξουσίαν καὶ συγχωρήσεως, τό, Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται· ἄν τινων κρατῆτε, κεκράτηνται. Ἓν γάρ ἐστι τῶν ἀμηχάνων, ἢ μαρτυρῆσαι γενναίως, ἢ κηρῦξαι σπουδαίως, ἢ πρᾶξαί τι τῶν μεγάλων καὶ δυσκατορθώτων, ἐὰν μὴ Πνεύματος ἁγίου δύναμις νευρώσῃ τὸν τόνον τοῦ μάρτυρος· ἄλλως γὰρ οὐ δύνανται μάρτυρες εἶναι. Μάρτυρα δὲ λέγω νῦν, οὐ μόνον τὸν διὰ παθῶν τελειούμενον, ἀλλὰ καὶ τὸν τῷ λόγῳ μαρτυροῦντα τῆς χάριτος. Πᾶς γὰρ κήρυξ ἀληθείας, μάρτυς ἐστὶ Θεοῦ. Διὸ περὶ Ἰωάννου τοῦ Βαπτιστοῦ λέγει τὸ Εὐαγγέλιον· Καὶ ἐμαρτύρησεν Ἰωάννης τῇ ἀληθείᾳ λέγων, ὅτι Οὗτός ἐστι. Μαρτυρεῖ δὲ οὐ τὸ πάσχειν, ἀλλὰ τὸ βοᾷν. Ἀμήχανον μάρτυρας γενέσθαι θείου λόγου, μὴ παρὰ Πνεύματος ἁγίου νευρωθέντας. Διὸ λέγει ὁ Σωτὴρ ἀναλαμβανόμενος· Ὑμεῖς δὲ μείνατε ἐν τῇ πόλει Ἰερουσαλήμ, ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους, καὶ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες. Ἄνευ γὰρ τοῦ λαβεῖν Πνεύματος δύναμιν οὐχ οἷόν τέ ἐστι μάρτυρα γενέσθαι.