# In ascensionem domini nostri Iesu Christi et in principium Actorum 7.1

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum, Section 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-ascensionem-domini-nostri-iesu-christi-et-in-principium-actorum/7.1

Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ’ αὐτῶν. Ἦν δὲ οἰκονομία μεγίστη Χριστοῦ, τὸ ἀπολειφθῆναι τὸν Θωμᾶν, ἵνα ἡ ἐκείνου ἀμφιβολία, ἐνεργέστερον παραστήσῃ τὴν ἀνάστασιν. Εἰ μὴ γὰρ Θωμᾶς ἀπελείφθη, καὶ δὶα τὴν ἀπόλειψιν ἀμφέβαλλε, καὶ τῇ ἀμφιβολίᾳ πληροφορίαν ὁ Σωτὴρ προσήνεγκεν, ἔμελλεν ἔτι σκανδαλίζειν πολλοὺς τὸ τῆς ἀναστάσεως θαῦμα· ἀλλ’ ἐγένετο ἡ ἐκείνου ἀμφιβολία, πάντων τῶν πιστῶν θεραπεία. Ὅτε οὖν ἦλθεν ὁ Θωμᾶς, ἔλεγον αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. Οἱ μὲν σεμνύνονται ἐφ’ οἷς ἐθεάσαντο· ὁ δὲ ὥσπερ ἀντιλογίᾳ τινὶ κατεχόμενος, καὶ οὐκ ἀπιστίᾳ· τοσοῦτον ὅσον ἀμφιβολία· καὶ διψῶν πληροφορηθῆναι, οὐκ εἶπεν· Ἀμήχανον τοῦτο γενέσθαι. Πρόσεχε ἀκριβῶς. Οὐκ ἀπηρνήσατο τὴν ἀνάστασιν· οὖκ εἶπεν· Ἀδύνατα λέγετε, ἀμήχανα πράγματα ἀπαγγέλλετε· ἀλλ’ ἐζήτησε πληροφορίαν λέγων· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Οὐκ εἶπεν οὐ μὴ πιστεύσω παντελῶς, ἀλλ’ ἐὰν μὴ πληροφορηθῶ, οὐ μὴ πιστεύσω. Καὶ μεθ’ ἡμέρας ὀκτώ. Ὅρα πῶς τῇ ἄλλῃ Κυριακῇ ἐφίσταται· ἀπὸ γὰρ Κυριακῆς εἰς Κυριακήν, ὀκτὼ ἡμέραι εἰσί. Καὶ μεθ’ ἡμέρας ὀκτὼ τῆς ἀναστάσεως, ἦλθε πάλιν ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων καὶ ἔστη εἰς τὸ μέσον, καὶ εἶπεν· Εἰρήνη ὑμῖν. Ἐπειδὴ ἐκεῖ δεύτερον εἶπεν· Εἰρήνη ὑμῖν, ὧδε μίαν εἶπεν, ἵνα ἐκ τῆς ἁγίας Τριάδος, ὁλόκληρον τὸ δῶρον τῆς εἰρήνης ἐργάσηται· Εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾷ, φέρε τὸν δάκτυλόν σου ὧδε. Πρόσεχε παρακαλῶ. Οὐκ ἀναμένει ὁ Σωτὴρ ἀκοῦσαι παρὰ τῶν μαθητῶν τὴν ἀμφιβολίαν τοῦ Θωμᾶ· οὐ πρῶτον ἐδιδάχθη, καὶ τότε διδάσκει· ἀλλ’ ἵνα πείσῃ αὐτὸν ὅτι παρῆν καὶ μὴ φαινόμενος, καὶ ἵνα ἐξεταστὴς τῆς ἀμφιβολίας γένηται, λέγει Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε, ὡς εἶπας, καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου· καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Δείκνυσιν ὅτι ὁ πληροφορίαν ζητῶν, οὐ πιστὸς· ὁ δὲ πίστει δουλεύων, πιστός. Ὅμοιόν ἐστι τὸ ἐρευνᾷν πλευρὰν Χριστοῦ καὶ τύπους ἥλων, τῷ λέγειν· Πῶς ἐγεννήθη; Μᾶλλον δὲ οὐχ ὅμοιον. Ὁ μὲν γὰρ ἐπεζήτει ἰδεῖν τύπους ἥλων, ἐν σαρκὶ ὁρωμένους καὶ αἰσθήσει ὑποπίπτοντας, ἐπεθύμει ἰδεῖν πρᾶγμα γεγενημένον, ὅ καὶ προῄδει. Σὺ δὲ πολυπραγμονῶν φύσιν ἀθεώρητον, οὐσίαν ἀκατάληπτον, γέννησιν ἄρρητον, τὸν γεννήσαντα ἄφραστον, τὸν γεννηθέντα ἀκατάληπτον, οὐ χεῖρον παρανομεῖς; Οὐκ εἶ ἀπίστου χείρων; Εἰ πλευρὰν ἐρευνήσας ὁ μακάριος Θωμᾶς ἤκουσε· Μὴ γίνου ἄπιστος· σὺ ἐρευνῶν τὴν ἀσώματον φύσιν, τὴν ἀκατάληπτον δύναμιν, μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Ὅμως εὐχαριστοῦμεν τῇ τοῦ Θεοῦ ἀνεξικακίᾳ, ὅτι ὁ τοῦ Θωμᾶ δάκτυλος ἐγένετο κάλαμος εὐσεβείας, ἀνατρέπων τὰ αἱρετικὰ δίκτυα, καὶ ἐμφράττων αὐτῶν τὰ στόματα τῶν τολμώντων λέγειν, ὅτι σχήματι ἐνεδύσατο σῶμα, καὶ σχήματι ἀπέθανεν. Ὁ δὲ δάκτυλος ὁ τοῦ Θωμᾶ οὕτω διέλυσε τῶν αἱρετικῶν τὴν ἀμφιβολίαν, ὡς ἐκεῖνος ὁ δάκτυλος, πρὸς ὃν οὐκ ἤρκεσαν οἱ μάγοι τῶν Αἰγυπτίων λέγοντες· Δάκτυλος Θεοῦ ἐστιν οὗτος. Ἔπρεπε τότε καὶ τῷ ἁγίῳ Θωμᾷ μετὰ τὴν πληροφορίαν, εἰπεῖν τὸ τοῦ Δαυῒδ· Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα, καὶ ἐπειδὴ χερσὶν ἠρεύνα, εἰπεῖν τὸ ἐπαγόμενον· Ταῖς χερσί μου, νυκτός, ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην. Μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός.

---

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg089.local001/.
