# In ascensionem domini nostri Iesu Christi et in principium Actorum 8

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum, Section 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-ascensionem-domini-nostri-iesu-christi-et-in-principium-actorum/8

Ἐκεῖνος καὶ ἀπὸ τοῦ τύπου θεασάμενος τὸν παθόντα, καὶ ἀπὸ τῆς προγνώσεως Θεὸν λέγει· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Ἀκουέτωσαν οἱ αἱρετικοί. Εἰ ἀληθῶς παραιτεῖται καὶ οὐκ ἔστιν ὁμότιμος τοῦ πατρός, τίνος ἕνεκεν οὐκ ἀποπέμπεται τὴν ὑπερβαίνουσαν αὐτῷ τιμήν; Ἤκουσεν οὖν παρά τινος, Διδάσκαλε ἀγαθέ, καὶ λέγει· Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς ὁ Θεός. Καίτοι τὸ ἀγαθόν, ὄνομα καὶ ἐν ἡμῖν πολιτεύεται. Ἀγαθὸς ἀκοῦσαι κατὰ τὴν σὴν ὑπόνοιαν παρῃτήσατο· Θεὸς καὶ Κύριος ἀκοῦσαι οὐ πολλῷ μᾶλλον ὤφειλε παραιτήσασθαι; Διδάσκαλε ἀγαθέ, καὶ λέγει· Τί με λέγεις ἀγαθόν; Ὧδε, Ὁ Κύριός μου καὶ ὁ Θεός μου, καὶ οὐκ εἶπε· Τί με λέγεις Κύριον καὶ Θεόν; Ἀλλ’ ἐκεῖ, ἐπειδὴ ἀνάξιος αὐτοῦ ἦν ἡ φωνὴ· οὐ γὰρ εἶπε, Κύριε ἀγαθέ, ἀλλά, Διδάσκαλε ἀγαθέ· τὸ εὐτελὲς ἀπεπέμψατο, καὶ τὸ ἔνδοξον ἀπεδέξατο. Ἐκεῖ ἐμέμψατο, ἀλλὰ καὶ ἐκ τῶν ἐναντίων ἐμέμψατο, ὅτι βράδιον εἶπεν. Ἐμέμψατο αὐτόν, οὐχ ὅτι εἶπεν, Ὁ Κύριός μου, ἀλλ’ ὅτι βράδιον λέγει. Ἐπεὶ τοίνυν εἶδες καὶ ἐπίστευσας, μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. Εἷς ἐνεκλήθη, καὶ ἡμεῖς πάντες ἐμακαρίσθημεν· ὁ γὰρ μακαρισμὸς οὗτος, ἐπὶ πάντας ἡμᾶς καὶ τοὺς μεθ’ ἡμᾶς διαβαίνει, ὅτι μὴ παραλαβόντες ὄψει τὰ θαύματα, ἀλλὰ πίστει δεχόμενοι, κοινωνοὶ γινόμεθα τοῦ μεγάλου τούτου καὶ ἐνδόξου μακαρισμοῦ.

---

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg089.local001/.
