Ancient Greek
Section 9
Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum 9
Not analysed yet
Ἀλλ’ ἀπὸ τῆς ἱστορίας, ἣν ἐπιτόμως διεδράμομεν, μεταβαίνωμεν, εἰ μὴ ἀπεκάμετε πρὸς τὸ πλῆθος τῶν εἰρημένων, εἰς ἄλλην προφητικὴν φωνήν· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου. Ἀπὸ γὰρ τοῦ ὄρους τῶν Ἐλαιῶν ἀνελήφθη ὁ Σωτήρ. Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ. Ἐτίμησε δὲ ὁ Θεὸς καὶ τὴν ἡμετέραν πόλιν τῇ ὁμωνυμίᾳ τοῦ ὄρους· καὶ γὰρ ἐκεῖ ἐξ ὄρους τοῦ λεγομένου ἐλαιῶνος ἀνελήφθη ὁ Σωτήρ, καὶ ὧδε ὁμονύμως ἡ λεγομένη ἐλαία πεφύτευται, καὶ τῇ ἐγγύτητι καὶ τῇ ὁμωνυμίᾳ πιστουμένη τὴν ἀρχαίαν ἱστορίαν. Καὶ γὰρ ἀνήγαγεν ὁ Σωτὴρ τοὺς μαθητὰς εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. Ἦν δὲ τὸ ὄρος τῶν Ἐλαιῶν ἀπέναντι Ἰερουσαλήμ. Κἀκείνῃ καὶ ταύτῃ πρόσεχε τοίνυν. Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου· συνανέλθωμεν τῷ πόθῳ καὶ τῷ λόγῷ· καὶ ἴδωμεν τίνα ἡμῖν ἐπραγματεύσατο ἡ σωτήριος ἀνάληψις.