# In cosmogoniam homilia 1 10.1

Severianus Gabalensis, In cosmogoniam homilia 1, Chapter 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-cosmogoniam-homilia-1/10.1

Τί οὖν; Ὑποβέβληται τῇ καταδίκῃ τὸ τῶν γυναικῶν γένος καὶ μένει ἐν λύπαις καὶ οὐ λύεται ὁ δεσμός; Ἦλθεν ὁ Χριστὸς ὁ λύων τὸν δεσμόν. Ἀπήντησεν ἡ κυριοτόκος ὑπὲρ τοῦ γένους ἀπολογουμένη, ἡ ἁγία παρθένος ἀντὶ τῆς παρθένου. Παρθένος γὰρ ἦν καὶ ἡ Εὔα, ὅτε ἥμαρτεν· Ἔλυσε τὴν λύπην καὶ τὸν στεναγμὸν τῆς καταδεδικασμένης. Ὥσπερ γὰρ ἐάν τις κληθῇ εἰς τὰ βασίλεια, σπουδάζει τοὺς ἰδίους τιμῆσαι, κἂν ὦσιν ἐν ἀνάγκῃ ἀπολῦσαι, οὕτω κληθεῖσα ἡ ἁγία παρθένος εἰς τὰ βασίλεια ὑπηρετήσασθαι τῇ θείᾳ γεννήσει, ἐλθοῦσα εἰς ξένας ὠδῖνας ταύτην πρώτην αἰτεῖ χάριν, μᾶλλον δὲ λαμβάνει. Ἐπειδὴ οὐκ ἔπρεπε τὴν κατάδικον γυναῖκα γεννῆσαι τὸν ἀνεύθυνον, ἔρχεται ὁ λύων πρῶτον τῆς Εὔας τὴν λύπην διὰ χαρᾶς. Ἔρχεται ὁ ἄγγελος λέγων τῇ παρθένῳ· Χαῖρε, κεχαριτωμένη. Εἶτα διὰ τοῦ Χαῖρε λύει τὸν δεσμὸν τῆς λύπης. Χαῖρε · ἦλθεν ὁ λύων τὴν λύπην. Χαῖρε, κεχαριτωμένη , ἐπειδὴ ἕως νῦν κεκατηραμένη. Ὧδε πρόσεχε τῇ τοῦ θεοῦ χάριτι· Χαῖρε, κεχαριτωμένη· ὁ κύριος μετὰ σοῦ , ἐπειδὴ μετ’ ἐκείνης ὁ ὄφις ἐν λύπῃ· χαῖρε, ἐπειδὴ μετὰ σοῦ ὁ θεός. Καὶ βλέπε τὴν φωνὴν τοῦ ἀγγέλου, πῶς ὅλην ἑρμηνεύει τοῦ Χριστοῦ τὴν οἰκονομίαν. Χαῖρε, κεχαριτωμένη. Ἐπειδὴ ἐκείνη διπλῆν ἔλαβε κατάραν, τὴν λύπην καὶ τὸν στεναγμὸν τὸν ἐπὶ τῶν ὠδίνων, εἰσάγει τὸν τοκετὸν τὸν λύοντα ἐκεῖνον τὸν τόκον. Ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τὰς ἁμαρτίας τῶν σῶν πατέρων λύει ὁ ἐκ σοῦ βλαστάνων καρπός. Λοιπὸν μετεβλήθη τὸ πρᾶγμα. Τὴν Εὔαν ἕως σήμερον οἱ ἀκούοντες ταλανίζουσιν· Οὐαὶ τῇ ἀθλίᾳ, οἵας δόξης ἐξέπεσεν· οὐαὶ τῇ ἀθλίᾳ, τί ἔπαθεν. Ἡ Μαρία καθ’ ἑκάστην ἡμέραν ἀκούει παρὰ πάντων μακαρία , ἀμέλει πλησθεῖσα πνεύματος ἁγίου. Καὶ αὕτη ἡ παρθένος λοιπὸν προφητεύσασα ἄκουσον τί λέγει· Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραὴλ, ὅτι ἐπεσκέψατο τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἀπὸ γὰρ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ἵνα δείξῃ, ὅτι τὸ πρόσωπον τῆς Εὔας φέρει ἕως νῦν φησιν ὑβριζομένην, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Καὶ τί, φησίν, ὠφελεῖται μὴ ἀκούουσα; Μάλιστα μὲν οὖν ἀκούει, ἐκ τοῦ ἐν τόπῳ φωτεινῷ, ἐν χώρᾳ ζώντων εἶναι, ἡ μήτηρ τῆς σωτηρίας, ἡ πηγὴ τοῦ αἰσθητοῦ φωτός· αἰσθητοῦ διὰ τὴν σάρκα, νοητοῦ διὰ τὴν θεότητα. Οὕτως οὖν δι’ ὅλου μακαρίζεται. Ἀλλὰ καὶ ὡς ἔτι ἔζη ἐν σαρκί, ἐμακαρίζετο· Ἤκουσε γὰρ τοῦ μακαρισμοῦ ἔτι ἐν σαρκὶ οὖσα. Ἐκείνη πρῶτον εἶδε καὶ τότε ἐγεύσατο τοῦ δένδρου, αὕτη πρῶτον εἶπε καὶ τότε ἤκουσε τοῦ μακαρισμοῦ. Ὅτε γὰρ ὁ σωτὴρ ἐδίδασκεν ἐπῆρε γυνή τις φωνὴν ἐκ τοῦ ὄχλου, καὶ λέγει αὐτῷ πάντων ἀκουόντων· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ, οὓς ἐθήλασας . Ἀλλ’ ἐπὶ τὸν Ἀδὰμ ἐπλήρωσεν ὁ θεὸς τὴν ἀπόφασιν, μᾶλλον δὲ τὴν ἴασιν τῆς μετανοίας, καὶ λέγει· Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι μὴ φαγεῖν, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. Πάλιν ὁ εὐλογημένος οὐ λαμβάνει τὴν κατάραν, ἀλλ’ ἡ γῆ. Ἄλλος ἥμαρτε, καὶ ἄλλη τύπτεται. Ὥσπερ ἡ τῆς Εὔας κατάρα, μᾶλλον δὲ ἡ ἐπιτίμησις. Οὐ γὰρ ἦν κατάρα, ἀλλὰ διόρθωσις. Ὥσπερ ἡ ἐπιτίμησις τῆς Εὔας· Ἐν λύπαις τέξῃ – Καὶ γὰρ πᾶσα γυνὴ ἐν λύπαις τίκτει. – ἔμεινεν ἕως ἄρτι, οὕτω καὶ τοῦ Ἀδάμ· Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. Ἡμῶν παράνομα τὰ ἔργα καὶ ἡ γῆ μαστίζεται. Ἡμεῖς ἁμαρτάνομεν καὶ ἡ γῆ δέχεται τὴν κατάραν. Φείδεται ὁ θεὸς τοῦ πλάσματος, ὡς εὐγενοῦς παιδός, καὶ τύπτει τὴν γῆν ὡς παιδαγωγόν. Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. Μὴ τῇ φύσει πρόσεχε, ἀλλὰ τῇ τοῦ θεοῦ χάριτι. Οὐκ εἶπεν Ἐπικατάρατος ἡ γῆ , ἐπεὶ ἔμενε κεκατηραμένη καὶ καρπὸν οὐκ ἔφερεν, ὥσπερ εἶπε τῇ συκῇ· Μηκέτι ἐκ σοῦ καρπὸς ἐξέλθῃ καὶ ἐξηράνθη , οὕτως εἶχε γενέσθαι καὶ ἡ γῆ, ἀλλὰ λέγει· Ἐν τοῖς ἔργοις σου . Ὅταν ἁμάρτω, τύπτεται ἡ γῆ, ὅτε εὐοδοῦμαι, εὐλογεῖ αὐτήν. Καὶ βλέπε τὸ θαυμαστόν· ὅτε ἔκτισεν ὁ θεὸς τὴν γῆν, τὴν θάλασσαν, τὰ πετεινά, τὰ ἑρπετά, τὰ θηρία, τὸν ἄνθρωπον, πάντα εὐλόγησε· τοὺς καρποὺς οὐκ εὐλόγησεν, ἐπειδὴ ᾔδει, ὅτι φυλάττεται τῇ γῇ αὕτη ἡ τιμωρία, ἵνα ἁμαρτανόντων τῶν ἀνθρώπων δέξηται ἀφορίαν καὶ δικαιοπραγούντων δέξηται εὐφορίαν. Οὐκ εὐλόγησε τοὺς καρπούς. Ἀμεταμέλητον γὰρ ἦν τὸ χάρισμα· Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι. Κατεφρόνησας, φησί, τῶν μεγάλων, τύπτου ὑπὸ τῶν μικρῶν. Βλέπε πῶς καὶ αἱ παιδεῖαι σύμμετροι· Ἄκανθα ἀναιρεῖν οὐ δύναται, αἱμάξαι δύναται καὶ φάγεται τὴν γῆν ἐν λύπαις. Ἐκείνη τίκτει ἐν λύπαις, σὺ φάγε ἐν λύπαις. Ἡ γὰρ ἀρχαία ἀπόφασις μένει ἕως ἄρτι. Καὶ βλέπε μοι πλούσιον, πένητα, ἄρχοντα, μέγαν, εἰ ἔστιν αὐτοῦ τὸν βίον ἄλυπον εὑρεῖν ἢ ἀμέριμνον. Διὰ τί; Διὰ τὸ ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου. Οὐκ ἠθέλησας μετὰ ἀνέσεως ἐν ἱδρῶτι φάγε. Οὐ κολάζει αὐτὸν λιμῷ, ἀλλ’ ὑποβάλλει τιμωρίᾳ καὶ πόνῳ. Λοιπὸν σὺ ὁ πιστός ἐκεῖνο λόγισαι· Εἰ ὁ Ἀδὰμ ἄνευ ἱδρῶτος ἄρτον οὐκ ἐσθίει, ἡμεῖς ἄνευ καμάτων καὶ ἱδρώτων πῶς βασιλείαν οὐρανῶν λάβοιμεν; Ἕως φησὶ τοῦ ἀποστρέψαι σε εἰς γῆν, ἐξ ἧς ἐλήφθης. Ὢ ἀποφάσεως. Ὢ φόβου γέμοντος φιλανθρωπίας. Ὢ ἀπόφασις γέμουσα ἀνακλήσεως. Οὐδέπω ἐξώρισε καὶ ἀνεκαλέσατο, οὐδέπω ἐξέβαλε καὶ προσελάβετο. Ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης. Οὐκ εἶπεν ἕως ἂν ἀφανισθῇς, ἕως ἂν λυθῇς, ἀλλ’ ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης , ἵνα ὑποθῇς σεαυτῷ τὴν ἐλπίδα τῆς ἀναστάσεως. Πέμπω σε ἐκεῖ, ὅθεν σε ἔλαβον· ὡς ἔλαβόν σε τότε, δύναμαι καὶ πάλιν σε λαβεῖν. Ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. Οὖν ἀφανισθήσῃ, ἀλλ’ ἀπελεύσῃ. Τὸ ἀπελεύσῃ , ἐπανελεύσῃ τινὲς ἡρμήνευσαν. Ὅσον οὖν ἧκεν εἰς δύναμιν ἡμετέραν, τῇ χορηγίᾳ τοῦ ἁγίου πνεύματος διήλθομεν τὸν παράδεισον μεθ’ ὑμῶν· ἀνέγνωμεν τὰ ὑπομνήματα τὰ βασιλικά· εἴδομεν τῶν ὑπευθύνων τὴν ἐλευθερίαν, τοῦ δικαστοῦ τὴν φιλανθρωπίαν, δι’ ἧς δεξώμεθα καὶ τὴν παρὰ τοῦ Χριστοῦ σωτηρίαν, ἵνα καὶ τῶν ἐπουρανίων ἐκείνων καὶ αἰωνίων ἀπολαύσωμεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Severianus Gabalensis, In cosmogoniam homilia 1. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg011.local006/.
