# In cosmogoniam homilia 1 6.1

Severianus Gabalensis, In cosmogoniam homilia 1, Chapter 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-cosmogoniam-homilia-1/6.1

Ἀδελφὰ ἐκεῖνα καὶ ταῦτα· ἑνὸς γὰρ θεοῦ κἀκεῖνα καὶ ταῦτα. Μὴ γὰρ ἄλλος ἦλθεν ἐπὶ τὸ πάθος, ἀλλ’ ὁ κατελθὼν ἐν τῷ παραδείσῳ; Ἐκρύβη, ᾔσθετο μετὰ τὸ φαγεῖν. Διηνοίχθησαν γὰρ αὐτῶν οἱ ὀφθαλμοί φησι καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν. Ἐπειδὴ ὁ διάβολος εἶπεν ᾗ ἂν ἡμέρᾳ φάγητε, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί, ἴδε, φησίν, ἠλήθευσεν ὁ σατανᾶς. Παύλῳ πρέπει λέγειν· Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Οἴδασιν οἱ ἅγιοι τὰς μηχανὰς τοῦ διαβόλου. Ὅρα κακίαν. Πόθεν ᾔδει ὁ διάβολος, ὅτι μετὰ τὸ φαγεῖν ἀνοίγονται αὐτῶν οἱ ὀφθαλμοί; μὴ γὰρ τυφλοὶ ἦσαν; Λέγει ἡ γραφὴ πρὶν φαγεῖν αὐτοὺς ἀπὸ τοῦ δένδρου Εἶδέ φησιν ἡ γυνὴ τὸ δένδρον. Οὐκοῦν οὐκ ἦν τυφλή. Εἶδέ φησιν ἡ γυνὴ τὸ δένδρον, ὅτι ὡραῖον εἰς ὅρασιν. Πρῶτον εἶδε καὶ τότε ἔφαγε. Πῶς οὖν ἠνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί; Πρόσεχε, παρακαλῶ. Ἐνταῦθά ἐστι τὸ ζητούμενον. Ὁ διάβολος ἀπὸ ἐκπτώσεως ἦν, τουτέστι, ἀπὸ παραβάσεως· καὶ ᾔδει, τί ἔπαθεν ὁ παραβὰς καὶ τί πάσχουσιν οἱ παραβαίνοντες. Κοινὸν δὲ ἐστι τὸ πάθος πάντων. Καὶ γὰρ σήμερον, ὅταν ἁμαρτάνωμεν, ὡς τυφλοὶ ἁμαρτάνομεν· καὶ ὅταν ἁμαρτήσωμεν, τότε ὁρῶμεν, τί ἐποιήσαμεν. Οἷον, ὥσπερ εἴ τις ἐγκαλεῖται διὰ τί τόδε ἐποίησας; προφασίζεται ἀνάγκην· Ἀληθῶς οὐκ ἔβλεπον, τί ἐποίουν· οὐχ ὡς τυφλὸς ὤν, ἀλλ’ ἐπειδὴ ἐν τῇ ἁμαρτίᾳ ὁ λογισμὸς πηροῦται, ὅλος γινόμενος τοῦ πρᾶξαι καὶ τυφλοῦται ἐν τῷ πράττειν. Βλέπει μετὰ ταῦτα τῇ συνειδήσει, τί πεποίηκε. Λέγω δὲ ὡς ἐν ὑποθέσει· εἰσέρχεταί τις λῃστεῦσαι ἐπὶ οἰκίας καὶ εἰσέρχεται ὡς τυφλός· οὐ λογίζεται τὸν ἀπαντῶντα, τὸν κρατοῦντα, τὸν φόβον τῶν δικαστῶν, τὸν ἐπηρτημένον κίνδυνον· τετύφλωται γὰρ ὑπὸ τῆς νόσου. Ὅταν εἰσέλθῃ, ὅταν λάβῃ, ὅταν κλέψας ἐξέλθῃ, μηδενὸς παρόντος, φόβου πληροῦται, αἰσθάνεται, τί ἐποίησε καὶ λογίζεται, ὅτι, ἐὰν ζητηθῇ, νοοῦσι τὸ πρᾶγμα τίνος ἐστὶν ἔργον. Καὶ ἃ μὴ ἐλογίσατο πράττων, λογίζεται μετὰ τὸ πρᾶξαι. Οἷον ὁ μοιχεύων καὶ ἐπιρρίπτων ἑαυτὸν ἀλλοτρίῳ πυρί, εἰσέρχεται καὶ οὐ λογίζεται, ὅτι νόμοι εἰσί, δικαστήρια, κατηγορίαι, ξίφη ἠκονημένα· ἀλλ’ ὅταν πράξῃ, δειλιᾷ, ὑποπτεύει παῖδα, παιδίσκην, γείτονα, συγγενῆ· καὶ ἃ μὴ ἔβλεπεν ἐν τῷ πράττειν, βλέπει μετὰ τὸ πρᾶξαι. Πάλιν παραινεῖ τις τινὶ ἀπέχεσθαι κακῶν. Κἄν ἀπειθὴς ᾖ, ἡ συνήθεια τούτῳ λέγει· Πολλάκις αὐτῷ εἶπον καὶ οὐκ ἤκουσεν· οὐχ ὅτι οὐκ ἤκουσεν. Ἔπειτα ἐπαγαγὼν αὐτῷ πληγὰς λέγει· Διδάσκω σε ἀκούειν, οὐχ ὅτι ἀκοὴν αὐτῷ δίδωσιν, ἀλλ’ ὅτι ἡ πληγὴ διορθοῦται τὴν πρόληψιν καὶ εἰς σύνεσιν αὐτὸν φέρει. Οὕτω καὶ ὁ προφήτης· Ἡ παιδεία κυρίου ἀνοίγει μου τὰ ὦτα. Ἐπεὶ οὖν ἐξέπεσεν ὁ διάβολος – Οὐ γὰρ ἐπιλέλησμαι τῆς ὑποθέσεως –, ᾔδει ποῦ ἦν μετὰ τὸ ἐκπεσεῖν καὶ τότε εἰς αἴσθησιν ἦλθεν, ὧν ἐποίησεν. Ἔμαθεν οὖν ἐξ ὧν ἔπαθε καὶ λέγει· Ἐὰν φάγητε, ἀνοίγονται ὑμῶν οἱ ὀφθαλμοί , τουτέστιν, ὡς καὶ οἱ ἐμοί. Οἶδα, ἀφ’ οὗ παρέβην, τί ἔπαθον· ἔγνων τί ἔπαθον· ἔγνων τίνος ἀπέτυχον. Εἶτα ἔφαγον καὶ διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, καὶ εἶδον ὅτι γυμνοὶ ἦσαν. Πρὸ γὰρ τούτου ἦσαν γυμνοὶ καὶ οὐκ ᾐσχύνοντο. Ἀπεδύσαντο τὴν ἀθανασίαν, περιῃρέθη ἡ στολὴ τῆς δόξης, ἐγυμνώθη τὸ σῶμα, καὶ ἦν πηλὸς λοιπόν. Εὐθέως βρύει ἡ ἐπίνοια τῶν τεχνῶν. Πρώτη τέχνη τοῦ Ἀδὰμ ῥαπτική. Πρὸ πάσης τέχνης ἔλαβε τὰ φύλλα τῆς συκῆς καὶ ἔρραψε. Τίς ὁ διδάξας; τίς ὁ παιδεύσας; Ἔλαβεν ἅπαξ παρὰ θεοῦ σύνεσιν, εἰκὼν ἦν θεοῦ, καὶ ἀμφιβάλλεις περὶ τὴν γνῶσιν; Ὅταν ἐννοήσῃς κατὰ σεαυτόν, πόθεν ἄνθρωπος ἄροτρον πρῶτον ἐποίησε, τίς ὑπέδειξε ποιῆσαι ξύλον καὶ μεσολαβῆσαι σίδηρον καὶ σφίγξαι καὶ ζεύγλην ἐπιθεῖναι τοῖς βουσί. πόθεν γυνὴ εὗρε τέχνην ἱστουργίας, λαβεῖν πόκον, πλῦναι, ξᾶναι, νῆσαι, τὸ συνημμένον λεπτῦναι καὶ πάλιν σχισθὲν συνάψαι; Πόθεν τοῦτο; Τίς ἐδίδαξε τοὺς ποικιλτὰς τὴν ποικιλτικήν; Ἔστηκεν ἱστός, ἓν τὸ παραπεμπόμενον, οὐ χεὶρ ἐργαζομένη, ἀλλ’ ὁ λόγος ἐργάζεται, λόγος μορφὰς ἀποτελεῖ. Οὐκ ἐπιβάλλει χεῖρας ὁ τεχνίτης καὶ ὁ λόγος τῆς τέχνης μορφοῖ τὸ ἱμάτιον καὶ ἐν ὁρωμένοις σχήμασιν ἐγείρεται τὸ βούλημα τοῦ τεχνίτου. Εἶτα ὁ ποικιλτὴς οὐ κινεῖ χεῖρα καὶ ἐγείρει μορφάς. Καὶ ἐὰν ἀκούσῃς, ὅτι θεὸς ἐργάζεται, νομίζεις, ὅτι χεῖρα κινῶν ἐργάζεται; Καὶ ἐὰν ζητήσῃς πᾶσαν τέχνην καὶ πᾶσαν ἐπίνοιαν καὶ εἴπῃς πῶς ἐνόησαν τόδε ἢ τόδε;, μνημονεύσας τῆς πρώτης φωνῆς τῆς λεγούσης ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν , ἔσχες τῆς ἀπορίας τὴν λύσιν. Εἰκὼν θεοῦ καὶ οὐ νοεῖ; Εἰκὼν θεοῦ καὶ οὐ μιμεῖται τὸν δεσπότην; Ἔρραψε φύλλα συκῆς.

---

Severianus Gabalensis, In cosmogoniam homilia 1. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg011.local006/.
