# In cosmogoniam homilia 1 7.1

Severianus Gabalensis, In cosmogoniam homilia 1, Chapter 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-cosmogoniam-homilia-1/7.1

Αἰσχυνέσθωσαν οἱ ἀλληγοροῦντες, ὅτι ὁ παράδεισος ἐν οὐρανῷ ἐστι καὶ πνευματικός ἐστιν. Ἐν οὐρανῷ συκῆ τί ποιεῖ; Ἀλλ’ ἔστω ὁ παράδεισος ἐν οὐρανῷ. Οἱ ποταμοὶ πόθεν ἐξέρχονται; οὐκ ἀπὸ γῆς; Εἰ ὁ παράδεισος ἄνω, δῆλον ὅτι καὶ οἱ ποταμοὶ ἄνωθεν ῥέουσι. Μὴ γὰρ εἶπεν ἡ γραφή· Ποταμὸς κατέρχεται ἐξ Ἐδέμ; Ἀλλὰ τὸ σόφισμα. Γελῶσιν ἡμᾶς οἱ ἀλληγορηταί. Ἐνέδυσε γὰρ αὐτοὺς ὁ θεός φησι χιτῶνας δερματίνους. Ἆρα μὴ βόας ἢ πρόβατα ἔθυσε καὶ βυρσεῖον ἤνοιξε καὶ τέχνην βυρσέως ἀπετέλεσε; Λέγομεν ἡμεῖς ὅλον τὸ ζῷον παρήγαγεν ἄνευ συμπλοκῆς, ἄνευ συζυγίας. Τὸ μὴ ὂν ἐποίησε καὶ μέρος τοῦ ὄντος ποιεῖν οὐκ ἠδύνατο; Λοιπὸν φιλοτιμοῦνται. Ἀλλ’ οὐδέποτε θεὸς ποιεῖ μέρος ζῴου, οὐδὲν ἀτελὲς ποιεῖ ὁ θεός. Ἀκούει δέρμα καὶ ζητεῖ πόθεν. Οὐκοῦν ἀκούω κἀγὼ αἷμα ἐν Αἰγύπτῳ καὶ ζητῶ πόθεν μετέβαλε τὸν Νεῖλον εἰς αἷμα, ποῖα ἔθυσε ζῷα. Ὁ ποταμὸς γέγονεν αἷμα καὶ οὐδὲν ἐτύθη ζῷον. Δέρματα δύο γέγονε καὶ ζητεῖ ἀπὸ ποίων ζῴων ἐγένετο. Ἀλλὰ κἀκεῖ ἐκτὸς ζῴου δέρμα. Πρόσεχε τῇ ἀκολουθίᾳ, εἰ καὶ ἡ φωνὴ ἔκαμε καὶ ὑμεῖς. Ἀλλ’ ἵνα μὴ ἀκρωτηριασθῇ ὁ λόγος, ὀλίγα ἠρέμα εἰρηκὼς καταπαύσω τὸν λόγον. Ἔρραψε φύλλα συκῆς. Εἴθε ταύτην τὴν τέχνην ἔμαθον αἱρετικοί. Ἀδὰμ παραβὰς ῥάπτειν ἔμαθεν, αἱρετικοὶ ἐκτραπέντες σχίζειν ἔμαθον. Ἀδὰμ παραβὰς ἔρραψεν, ἵνα σκεπάσῃ τὸ ἄσχημον, αἱρετικοὶ πιστεύσαντες σχίζουσιν, ἵνα γυμνώσωσι τὰ ἅγια. Πολλάκις ἀκούομεν τὰ ἐπὶ τοῦ σταυροῦ καὶ θαυμάζομεν, ὅτι στρατιῶται ἔλαβον τοῦ Χριστοῦ τὰ ἱμάτια καὶ ἐμερίσαντο , καὶ εὐθέως ἡμῶν ἡ διάνοια λέγει· Πολλὴ ἡ τοῦ θεοῦ μακροθυμία, μὴ κατελθεῖν κεραυνόν, μὴ κατελθεῖν ῥομφαίαν. Ἀλλ’ ὑβρίζετο ὁ ἅγιος καὶ αἱ βέβηλοι χεῖρες οὐκ ἐκόπησαν; Θαυμάζεις, ὅτι ἐτόλμησαν ἐκεῖνοι οἱ στρατιῶται μερίσασθαι τὰ ἱμάτια ; Θαύμασον, ὅτι οὗτοι διέρρηξαν τὸ ἱμάτιον τῆς ἐκκλησίας. Οἱ στρατιῶται εἶδον τὸν χιτῶνα τοῦ Χριστοῦ ἄρραφον ἐκ τῶν ἄνω ὑφαντὸν δι’ ὅλου καὶ ἐφείσαντο τοῦ ἱματίου. Αἱρετικοὶ δὲ τὴν ἐσθῆτα τοῦ Χριστοῦ, τὴν στολὴν τῆς ἐκκλησίας ἔσχισαν, ἐμερίσαντο, κατέτεμον. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Ἔρραψε φύλλα συκῆς. Ἤκουσαν τοῦ θεοῦ περιπατοῦντος , ὡς ἔνι ἀκοῦσαι· ἤκουσαν καὶ ἐκρύβησαν . Εὐγνώμων ἡ φύσις· Κἂν μυριάκις ὦμεν ἁμαρτωλοί, συνείδησις ἡμῶν ἐλευθέρα ἐστίν. Ἐνίοτε τὸ πρόσωπον ἀναισχυντεῖ καὶ ἡ συνείδησις ἐλέγχει, ἐνίοτε ἡ γλῶττα· Τί γὰρ ἥμαρτον; καὶ συνείδησις ἐλέγχει ἔσωθεν. Ἁπλούστατοι ἦσαν καὶ ἀκέραιοι οἱ περὶ τὸν Ἀδάμ, ὡμολόγουν μετὰ ἐλευθερίας. Ὁ θεός φησι· Ποῦ εἶ; Πολλοὶ εὐσεβῶς ἐθεώρησαν. Δεῖ δὲ προσέχειν τῇ ἀκριβείᾳ. Καὶ γὰρ καὶ τὰ ἐκείνων δέχομαι, ἐπειδὴ εὐσεβῆ, καὶ ταῦτα λέγω, ἐπειδὴ ἀληθῆ. Ἀδὰμ, ποῦ εἶ; Πόθεν; ποῦ κατῆλθες; ἀπὸ ποίας δόξης ἐξέπεσες; Ἀληθῶς δέχομαι τὴν ἔννοιαν ὡς εὐσεβῆ. Ἔχει γὰρ καὶ τὸ εὐπρόσωπον καὶ τὸ συμπαθές. Ἀλλὰ ζητῶ τὴν ἀκολουθίαν. Ἀδὰμ, ποῦ εἶ; ἐρωτᾷ ὁ θεός. ᾜδει, ὡς πλάστης, τοῦ πλάσματος τὴν φύσιν, ὅτι πᾶς ὁ ἁμαρτήσας ἀπαρρησίαστος καὶ ὅτι τοῖς ἁμαρτάνουσι ῥάπτεται τὰ στόματα. Προσέσχεν, ὅτι διὰ τὸ μὴ ἔχειν παρρησίαν ἔφυγε. Δοῦλος τότε μάλιστα ἀγωνιᾷ, ὅταν αἴσθηται, ὅτι ἔμαθεν ὁ δεσπότης αὐτοῦ τὸ γενόμενον. Ἕως δὲ ἀγνοεῖ ὁ δεσπότης, ἑαυτὸν παραμυθεῖται ὡς δυνάμενος λαθεῖν. Ὁ Ἀδὰμ ἔφυγεν ὡς γνωσθείς· ὁ θεὸς προσεποιεῖτο ἄγνοιαν, ἵνα τὸν φόβον αὐτοῦ καταλύσῃ, ὡς λέγομεν ἡμεῖς περὶ φίλου· Ἐποίησα ἐμαυτὸν εἰς τὸν μὴ εἰδότα, ἵνα μὴ λυπήσω αὐτόν. Πολλάκις γὰρ γίνεται παρ’ ἡμῖν ταῦτα. Εἰ δὲ παρ’ ἡμῖν τοιαῦτα γίνεται, πολλῷ μᾶλλον παρὰ θεῷ τῷ φιλανθρώπῳ. Ἀδὰμ, ποῦ εἶ; ἀντὶ τοῦ οὐκ οἶδα. Εἶτα τοῦ θεοῦ προσποιουμένου ἄγνοιαν ἡ εὐγνώμων καὶ ἐλευθέρα ψυχὴ οὐκ ἔκρυψε. Τῆς φωνῆς σου ἤκουσα καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. Διὰ τί ἐφοβήθης; διὰ τί ἐκρύβης; Ἐφοβήθην διὰ τὴν παράβασιν, ἐκρύβην διὰ τὴν γύμνωσιν. Ἀληθῶς ἔστι κλαῦσαι ἐπὶ τῇ φωνῇ τοῦ παραβάντος. Τῆς φωνῆς σου ἤκουσα , ἐκείνης τῆς ποθουμένης, ἐκείνης τῆς πάντα μοι χαρισαμένης, ἐκείνης τῆς ἀγαθά μοι χαρισαμένης καὶ πραγματευσαμένης. Ἤκουσα τῆς φωνῆς σου. Ἐνενόησα ποίας φωνῆς κατέπτυσα, ποίας φωνῆς κατεφρόνησα. Καὶ ἐφοβήθην τοιούτου δεσπότου ἐντολὴν παραβάς· καὶ ἐκρύβην, ὅτι γυμνός εἰμι. Εἶτα ὁ θεὸς ἐπιμένει τῇ προτροπῇ· Τίς σοι εἶπεν, ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες; , ἀντὶ τοῦ εἰ μὴ πάντως ἐκεῖνο ἐποίησας, ὃ ἐκώλυσα. Ὅρα, πῶς ἐρωτᾷ ὡς ἀγνοῶν· Εἰ μὴ ἐξ ἐκείνου τοῦ δένδρου, οὗ ἐνετειλάμην σοι μὴ φαγεῖν, ἔφαγες. Καὶ βλέπε τοῦ θεοῦ τὸ φιλάνθρωπον. Τίς σοι εἶπε; Διὰ τοῦτο μακρύνει τὴν ὁμιλίαν, ἵνα λύσῃ τὸν φόβον καὶ ἐγείρῃ παρρησίαν. Ἐνενόει γὰρ ὁ Ἀδὰμ πῶς οὐδὲν σκληρόν, οὐδὲν ἀπότομον, οὐχ ὕβρις, οὐ πληγαί. Ἔχεις διδάσκαλον τὴν συνήθειαν. Δοῦλος ἁμαρτήσας ἐὰν προσέλθῃ τῷ δεσπότῃ, ἀπὸ τῆς πρώτης φωνῆς ἢ θάρσος ἢ φόβον λαμβάνει. Ἐὰν ἄρξηται ἀγανακτεῖν καὶ κλέπτην καὶ δόλιον ὀνομάζειν καὶ μυρίων θανάτων ἄξιον, παραλύεται, ἐὰν ἀκούσῃ αὐτοῦ ὀνειδίζοντος ἄθλιε, τί ἐγένετό σοι τοῦτο; διὰ τί ἥμαρτες;, εὐθέως ἐφοδιάζεται καὶ θαρρεῖ τέως. Οὐ γὰρ ὡς δεσπότης κολάζει, ἀλλ’ ὡς διδάσκαλος νουθετεῖ. Οὕτω καὶ ὁ θεός· Τίς σοι εἶπεν, ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοι μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες; Μὴ γὰρ πολλὰ ἐκώλυσα; Ἓν μόνον ἐκώλυσα, καὶ τοῦτο οὐ μισῶν, ἀλλὰ προνοῶν. Τίς σοι εἶπεν, ὅτι γυμνὸς εἶ; Οὐδὲν ἀναίσχυντον εἶπεν οὐκ ᾔδειν. Ἀλλὰ τί; Ἡ γυνὴ, ἣν ἔδωκάς μοι, αὕτη μοι ἔδωκε, καὶ ἔφαγον , ἀντὶ τοῦ Ἡ δοθεῖσά μοι πρὸς βοήθειαν. Ἤκουσα γὰρ ὅτε ἐπλάσθην ἐγώ, ἐκείνη δὲ οὐδέπω, λέγοντος· Ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτόν. Ἣν ἔδωκάς μοι, αὕτη μοι ἔδωκεν. Οὐκ εἶπεν ἠπάτησεν, οὐκ ἐψεύσατο· Αὕτη μοι ἔδωκε καὶ ἔφαγον.

---

Severianus Gabalensis, In cosmogoniam homilia 1. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg011.local006/.
