# In cosmogoniam homilia 1 8.1

Severianus Gabalensis, In cosmogoniam homilia 1, Chapter 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-cosmogoniam-homilia-1/8.1

Εἶτά φησιν ὁ θεός· Καὶ ἐχρῆν σε γυναικὶ πιστεῦσαι καὶ μὴ ἐμοί; καὶ ἀξιοπιστοτέρα ἡ γυνὴ ὑπὲρ ἐμέ; Ἐγὼ τὰ ἀγαθὰ δέδωκα, πράγμασί σε ἐτίμησα, ἐκείνη ῥήμασιν ἐδελέασε. Καὶ βλέπε· ὥσπερ δικαστὴς ἐὰν δέξηται ἀπολογίαν τοῦ δικαζομένου καὶ μηκέτι ἐξετάσῃ αὐτόν, ἀλλὰ μεταβῇ ἐπὶ τὸν ἄλλον, εὐθέως θαρρεῖ καὶ λέγει τέως ἐγὼ ἐξητάσθην, οὕτω καὶ ὁ θεὸς μεταβαίνει ἀπὸ τοῦ Ἀδὰμ, ἵνα λύσῃ αὐτοῦ τὸν φόβον καὶ λέγει τῇ γυναικί· Τί τοῦτο ἐποίησας; Λέγει ἐκείνη· Ὁ ὄφις ἠπάτησέ με καὶ ἔφαγον. Ἐπειδὴ ὅλως ἀληθῆ εἶπεν, οὐχ ὑβρίζει τῆς ἀληθείας τὴν ἀπολογίαν, ἀλλὰ καταλιμπάνει αὐτὴν ἀνεξέταστον. Οὐκ εἶπε· Καὶ ἐπιστεύθη ἐκεῖνος, ἤγουν ὁ ὄφις, ὑπὲρ ἐμέ; Ἐπηγγείλατο ἰσοθεΐαν καὶ προεξένησε θάνατον. Ἀλλ’ οὐ κρίνει εὐθέως, ἀλλὰ μᾶλλον ὡς ἀσθενεστέρου σκεύους ἐφείσατο, καὶ χωρεῖ ἐπὶ τὸν ὄφιν, ἵνα πείσῃ κἀκεῖνον κἀκείνην, ὅτι ἐπὶ τὸν αἴτιον χωρεῖ, καί φησι· Ὅτι τοῦτο ἐποίησας . Εἶδες θαυμαστὸν κριτήν; Τοὺς ἀπατηθέντας ἐρωτᾷ, τὸν ἀπατήσαντα οὐκ ἐρωτᾷ. Οὐ λέγει αὐτῷ τί ἐποίησας;, ἀλλ’ ἐπειδὴ τοῦτο ἐποίησας. Κατὰ ταύτην τὴν εἰκόνα Δαυὶδ λέγει· Οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει. οὐχ ὅτι οὐκ ἐγείρονται, ἀλλ’ ὅτι οὐκ ἐξετάζονται. Ἐπειδὴ τοῦτο ἐποίησας. Ἡ πρὸς τὸν ὄφιν ἀπειλὴ ἐκούφισε τὰς πληγὰς τῶν ἀπατηθέντων. Εἰ μὴ, φησίν, ἐκείνῳ ὁ θεὸς ἐπέγραψεν ὅλα, οὐκ ἂν ἀνεξετάστως αὐτὸν ἔκρινεν. Ἐπειδὴ τοῦτο ἐποίησας, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς. Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ. Ἐπειδὴ τοῦτο ἐποίησας, ἐπειδὴ καρδίαν ἠπάτησας καὶ τὴν κοιλίαν ἔπεισας βρώματος ἅψασθαι ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ. Οὐχ ὡς ποσὶ κεχρημένου τὸ πρότερον, νῦν ἀποφαίνεται θεὸς τὸν ἐπὶ τῆς κοιλίας περίπατον, ἀλλ’ ἐπειδὴ ὀρθὸς ἑστηκὼς τῇ γυναικί διελέγετο. Οὐ γὰρ ἦν ἄλλως αὐτὸν τὴν πρὸς τὴν Εὔαν ποιεῖσθαι διάλεξιν. Αὐτὸ τὸ τῆς διαλέξεως σχῆμα, μεθ’ οὗ Εὔαν ἠπάτησε, τῷ κατὰ τῷ στήθει περιπάτῳ κολάζει καὶ τῆς ἀνατεταγμένης ἐκβάλλει βαδίσεως. Εἰ γὰρ καὶ ἄπους ἐξ ἀρχῆς διεπέπλαστο, ἀλλὰ κύκλοις γοργῶν τινων κάτωθεν ἑλιγμῶν ἀνορθούμενος, τεταμένοις τοῖς στήθεσιν ἵππευε. Διὸ καὶ νῦν ὁ ὄφις πολλάκις θυμούμενος ἀνίστησιν ἑαυτὸν καὶ κυκλικῶς ἑλισσόμενος τρέχει· προβὰς δὲ ὅσον δεῖξαι τοῦ παλαιοῦ βαδίσματος τὴν μνήμην, πάλιν τῷ τῆς ἀποφάσεως καταβάλλεται νόμῳ. Καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ τῆς γυναικός. Τί ἐστι τὸ γῆν φαγῇ ; Ὃ προεξένησας γενέσθαι τῷ Ἀδὰμ, τοῦτο ἔσθιε. Μέλλει γὰρ οὗτος ἀκούειν· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ τῆς γυναικός. Ἐπεὶ ὡς φίλον ἠπάτησας, ὡς ἐχθρὸς ἐκβάλλῃ. Ἐκεῖνος ὁ λόγος νόμος ἐγένετο. Πρόσεχε τοίνυν. Γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Ὅρα. Οὐ τοῦτο περὶ τοῦ ὄφεως λέγει, ὅτι ἔσται σοι σιτίον ἡ γῆ, οὐδὲ γὰρ ἀεὶ τοῖς ὄφεσι τὸ ἐσθιόμενον γῆ, ἀλλὰ καὶ κρέασι τρέφονται καὶ καρποῖς εὐωχοῦνται καὶ σπερμάτων ἐφάπτονται καὶ βοτάνας θηρῶσιν. Ἀλλὰ διὰ τοῦ εἰπεῖν γῆν φαγῇ τοῦτο λέγει· Δαπανήσεις, φησί, τὴν γῆν, ἐπ’ αὐτὴν ἐντριβόμενος. Ἀλλὰ λέγουσί τινες· Εἰ ὁ διάβολος ἠπάτησε, διὰ τί ὁ ὄφις τὴν κατάραν ἐδέξατο; Τὸν ἀόρατον δαίμονα ἀοράτῳ μαστίζει πληγῇ· τὸ ὁρώμενον ὄργανον ὁρωμένῃ ὑποβάλλει τιμωρίᾳ. Διὰ τί; Ὥσπερ ἀόρατος ὢν ὁ θεὸς ἔδωκεν ὁρώμενον ὑπόμνημα τὸ δένδρον, οὕτως ἀόρατος ὢν ὁ διάβολος ἀνθρώποις λέγει διὰ τοῦ ὄφεως. Ὑποβάλλει τοίνυν ὁ θεὸς τὸν ὄφιν κατάρᾳ, ἵνα κἂν τὸν διάβολόν τίς τι ἔπαθε, τὸν ὄφιν ἀεὶ βλέπων συρόμενον τόν ποτε διανεστηκότα, εἰς ὑπόμνησιν λάβῃ, ὅτι εἰ ὁ ὑπουργὸς τῆς κακίας οὕτω κολάζεται, ὁ αὐτουργὸς πόσον; Πρόσεχε τοίνυν. Τούτου ἀδελφὰ εὑρίσκεις ἐν τῷ εὐαγγελίῳ. Ὥσπερ γὰρ ἐν τῷ ὁρωμένῳ ὄφει τὸν λαλοῦντα κατέκρινε μετὰ τοῦ ὁρωμένου, οὕτω καὶ ἐν τῷ εὐαγγελίῳ, ὅτε οἱ δαίμονες ἠξίουν τὸν Χριστὸν μὴ πεμφθῆναι εἰς τὴν ἄβυσσον, ἔλεγον· Ἐπίτρεψον ἡμῖν εἰσελθεῖν εἰς τοὺς χοίρους , ἐπέτρεψεν εἰσελθεῖν, ἵνα τοὺς ἀοράτους σὺν τοῖς ὁρωμένοις σώμασι καταποντίσῃ. Γῆν φαγῇ. Ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ τῆς γυναικός. Τὴν φιλίαν εἰς ἔχθραν μετέστησε καὶ νόμος ἐγένετο ὁ λόγος. Καὶ τὰ μὲν ἄλλα θηρία σπεύδουσιν οἱ ἄνθρωποι ἡμερῶσαι, ὄφιν δὲ ἐάν τις ἴδῃ, σφαδάζει. Μένει γὰρ ὁ ὅρος· Ἔχθραν θήσω ἀνὰ μέσον σοῦ. Κἂν ἐν οἰκίᾳ ἴδῃ, φονεῦσαι θέλει, κἂν ἐν ὁδῷ ἴδῃ, μαίνεται φονεῦσαι. Νύσσει γὰρ αὐτὸν ὁ ἀρχαῖος λόγος. Μυρίας ἐὰν δῷ πληγὰς τῷ ὄφει, ἐὰν ἴδῃ τὴν κεφαλὴν μὴ τρωθεῖσαν, εὐθέως παρεγγυᾶται τῷ ἐφεστῶτι· Τὴν κεφαλὴν οὐκ ἔπληξας τοῦ ὄφεως, κατὰ τῆς κεφαλῆς κροῦσον, ἐπειδὴ ὁ θεὸς εἶπεν αὐτός σου τηρήσει κεφαλὴν καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν. Τί δὲ τοῦτό ἐστιν; Οὐ λέγει, ὅτι ποιήσω τὸν ἄνθρωπον κατὰ τῶν ἄλλων τοῦ σώματός σου μελῶν μὴ καταχρῆσθαι πληγῇ, μόνην δὲ κολάζειν τὴν κεφαλήν. Κέχρηται γὰρ ὁ ἄνθρωπος καὶ ταῖς κατὰ πάντων τῶν μελῶν ἐπὶ τὸν ὄφιν πληγαῖς, ὡς ὅθεν ἂν πλήξῃ, τὸ πᾶν τιμωρούμενος. Καὶ τὸ πρὸς τὸν ὄφιν δὲ παρὰ τοῦ δεσπότου ῥηθέν, ὅτι σὺ αὐτοῦ τηρήσεις πτέρναν , οὐ τοῦτο κηρύττει τὸ κατὰ τῆς πτέρνης δεδόσθαι τοῖς ὄφεσιν ἔφοδον· ἐπέρχεται γὰρ ἔσθ’ ὅτε καὶ καθεύδουσιν, ἐπιλαμβάνεται γαστρὸς πολλάκις, ἐνίησιν ἰὸν καὶ χερσὶ προσάγει καὶ τοῖς λοιποῖς μέλεσι δήγματα· καὶ ὅλως οὐδὲν αὐτῶν τῶν ἀνθρωπίνων μελῶν ἐμπεσὸν ἀχείρωτον μένει. Ἀλλ’ ἡ τῆς ἀποφάσεως διάνοια τοιαύτη· Οὐκέτι, φησί, πρὸς ἐπιβουλὴν ἀνθρώπου ὁ ὄφις παρρησιάσεται, ἀλλ’ εἴσω μένων, τοσοῦτον ἕξεις τῶν ἀνθρώπων τὸν φόβον, ὥστε φωλεοῖς ἐγκατακρύπτειν σαυτὸν καὶ μόλις ἐξ ὀπῶν μετὰ φόβου προκύπτειν, τὰς τῶν ἀνθρώπων παρόδους μόνον τηροῦντα πρὸς ἀκίνδυνον πρόοδον. Ὁ δὲ ἄνθρωπος, φησίν, ἐν ἀδείᾳ περιπατήσει, τῆς σαυτοῦ κεφαλῆς ἐν φωλεοῖς τηρουμένης, ὡς ἐχθροῦ κρυπτομένου, οὐ φθεγγομένης πρὸς αὐτόν, ὡς πρὸς αὐτόν, ὡς πρὸς φίλον.

---

Severianus Gabalensis, In cosmogoniam homilia 1. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg011.local006/.
