# In cosmogoniam homilia 1 9.1

Severianus Gabalensis, In cosmogoniam homilia 1, Chapter 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-cosmogoniam-homilia-1/9.1

Ἀλλ’ ἐπειδὴ ὁ καιρὸς ἐπείγει, πληρώσωμεν καὶ ἡμεῖς τὸν λόγον. Ἠρώτησε τὴν ἀπατηθεῖσαν, μεταβαίνει ἐπὶ τὸν ἀπατήσαντα. Ἡ ἀπόφασις λοιπὸν ἀπὸ τῆς ῥίζης ἤρξατο τοῦ ἀπατήσαντος. Εἶτα ἦλθεν ἐπὶ τὴν ἀπατηθεῖσαν καὶ ἀπειλεῖ. Ἡ πρώτη φωνὴ πρὸς τὸν ὄφιν ἐπικατάρατος . Καὶ εἶπεν ὁ θεὸς τῇ γυναικί· Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τοὺς στεναγμούς σου . Οὐ καταρᾶται, ἵνα μὴ τίκτῃ, ἐπειδὴ προφθάσας εὐλόγησεν. Ὅτε γὰρ ἔπλασεν αὐτούς, λέγει· Καὶ εὐλόγησεν αὐτοὺς ὁ θεὸς λέγων· Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν. Λέγει δὲ Παῦλος· Ἀμεταμέλητα τὰ χαρίσματα τοῦ θεοῦ. Οὐ καταρᾶται οὖν οὓς εὐλόγησεν. Ἀλλὰ τί; Ξένον φάρμακον προσάγει τῷ τραύματι, λύπας καὶ στεναγμόν. Σχῆμα ἐστιν ἀποφάσεως πληττούσης, λύσιν δὲ τοῦ πταίσματος ἐπαγγελλόμενον. Πληθύνων φησὶ πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου. Φάρμακα μετανοίας. Πρόσεχε. Ὥσπερ οἱ ἰατροὶ ἐν τῷ αὐτῷ φαρμάκῳ καὶ στύφουσι καὶ θεραπεύουσι, ἡ αὐτὴ τομὴ καὶ τὸ αὐτὸ σιδήριον καὶ ἡ αὐτὴ ὀδύνη μετὰ τῆς τομῆς σωτηρίαν γεννᾷ, οὕτως ὁ θεὸς δίδωσι δύο ἐφόδια μετανοίας τῇ ἁμαρτησάσῃ, λύπην καὶ στεναγμόν. Τί ὠφελεῖ λύπη; Ἄκουε Παύλου λέγοντος· Ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. Καὶ τί ἐργάζεται στεναγμός; Ἄκουε Ἡσαΐου· Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ. Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου. Ἡ λύπη ἀμορφοῖ τὸ ἔξω πρόσωπον καὶ στυγνὸν ποιεῖ. Καρδίας εὐφραινομένης θάλλει πρόσωπον, ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει. Ἐπειδὴ εἶδεν ὁ ὀφθαλμὸς τὸ δένδρον καὶ ἐλογίσατο τῇ διανοίᾳ ἰσοθεΐαν, δίδωσιν ὁ θεὸς στεναγμὸν τῇ καρδίᾳ καὶ λύπην τῷ προσώπῳ, ἵνα δι’ ὧν ἥμαρτε κολασθῇ καὶ ἵνα πείσῃ αὕτη ἡ τιμωρία, μᾶλλον δὲ σωτηρία, τὴν γυναῖκα, ὅτι οὐκ ἐψεύσατο τὴν ἀρχαίαν εὐλογίαν. Εἰπὼν γὰρ αὐτοῖς πληρώσατε τὴν γῆν λέγει ἐν λύπαις τέξῃ τέκνα . Τὸ μὲν τίκτειν οὐκ ἀναιρῶ – ἅπαξ γὰρ εὐλόγησα –, ἀλλὰ ὀδυνήσεις ἐν πόνοις, ἐν ταραχαῖς. Ἐκείνη ἡ λύπη βαρυτάτη. Καὶ μαρτυρεῖ ὁ σωτήρ· Ἡ γυνὴ, ὅταν τίκτῃ, λύπην ἔχει. Λυπεῖται τίκτουσα, μεριμνᾷ τρέφουσα· ἐὰν ᾖ ὁ παῖς ἐν ἡλικίᾳ, μεριμνᾷ μὴ ἀνόητος ᾖ· ἐὰν ἀποδημῇ, μὴ ἀποθάνῃ, μὴ νοσήσῃ, μὴ ὀδυνᾶται. Τοῦτο ὁ ἀνὴρ οὐκ ἔχει. Κἂν γὰρ μεριμνήσῃ ὁ πατήρ, οὐχ οὕτως ὡς ἡ μήτηρ, ἀλλὰ παραμυθεῖται ἑαυτὸν λέγων· Ἄνθρωπός ἐστιν, οἶδεν ἑαυτοῦ προστῆναι καὶ οὐ μεριμνᾷ. Διὰ τί; Ὅτι οὐκ ἤκουσεν αὐτός· Ἐν λύπαις τέξῃ τέκνα. Ξένον εἶδος δίκης. Ἡ πεῖρα μάρτυς. Ὅταν ὠδῖνες λάβωσι γυναῖκα, οὐδὲ ἐν αὐτοῖς τοῖς πόνοις ἀπαγορεύει τὸν ἄνδρα. Οὐ λέγει· Εἴθε μὴ ἦν γάμος, εἴθε μὴ ἦν τεκνογονία. Οὐ συγχωρεῖ αὐτῇ ὁ θεὸς οὔτε μετὰ τὴν πεῖραν μισῆσαι τὸν ἄνδρα, ἀλλ’ οἶδε καὶ τί ἔπαθε καὶ τί ὑπέστη καὶ ἀγαπᾷ τὸν ἄνδρα. Διὰ τοῦτο ἐν λύπαις τέξῃ τέκνα καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου καὶ αὐτός σου κυριεύσει. Ἐπειδὴ ἄρτι κακῶς ἐκυρίευσας, καὶ ἐγένετο δοῦλος τῆς σῆς αἱρέσεως, λύω τὴν ἀκολουθίαν. Αὐτὸς δεσποζέτω ὁ μὴ ἀπατηθείς. Διὰ τοῦτο Παῦλος λέγει· Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός. Κακῶς γὰρ πρῶτον ἐδίδαξεν ἐν παραδείσῳ. Οὐδὲ αὐθεντεῖν ἀνδρός. Κακῶς γὰρ ηὐθέντησεν. Ἄρα οὖν κατὰ ταύτην τὴν ἔννοιαν παραινεῖ ὁ Παῦλος μὴ διδάσκειν γυναῖκα διὰ τὰ ἐν παραδείσῳ γινόμενα. Μὴ ἡμεῖς σοφιζώμεθα, ἄκουε αὐτοῦ· Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός. Καὶ ἵνα δείξῃ, ὅτι διὰ τὰ πρῶτα, ἐπάγει· Ἀδὰμ γὰρ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε.

---

Severianus Gabalensis, In cosmogoniam homilia 1. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg011.local006/.
