# In dictum apostoli: Non quod volo facio 1.1

Severianus Gabalensis, In dictum apostoli: Non quod volo facio, Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-dictum-apostoli-non-quod-volo-facio/1.1

Ἐπαινῶ μὲν ὑμῶν τὸν πόθον καὶ θαυμάζω τὸν ζῆλον, καὶ τὴν καλὴν ταύτην ἅμιλλαν ἀποδέχομαι. Οὐ γάρ ἐστι ταραχὴ θόρυβον γεννῶσα, ἀλλὰ θλῖψις δικαιοσύνης στέφανον πλέκουσα. Μακαρίζω τὴν καλὴν ὑμῶν προθυμίαν, δι’ ἣν πάντα πόνον ὑφίστασθε τῆς θείας ἀκροπόλεως ἐξηρτημένοι. Ἀλλ’ ὥσπερ τοῦτον θαυμάζω τὸν ζῆλον, οὕτως ἀποστρέφομαι τὸν περὶ τὰ μάταια πόνον. Χθὲς γὰρ ἡμῖν οὗτος ὁ ἱερὸς σύλλογος ἐσυλεῖτο, καὶ ἀντὶ τοῦ θείου τούτου καὶ μακαρίου σταδίου ἱππόδρομος τὸν λαὸν ἐδέξατο. Καὶ ἐθαύμασα πῶς ἵππων ἅμιλλαν ἐζητήσατε, θείου λόγου ἅμιλλαν καταλιπόντες. Ἐκεῖ μὲν γὰρ ἦν ἰδεῖν ἵππων δρόμον, ἐνταῦθα δὲ ἅρμα θεοῦ μυριοπλάσιον, ἐν ᾧ χιλιάδες εὐθυνούντων . Ἐκεῖ ἦν ἰδεῖν ἀγῶνα καὶ δρόμον καὶ ἔριν, ἐνταῦθα πόθον καὶ ζῆλον καὶ προθυμίαν. Ἓν ἅρμα μυρία ἅρματα καταβάλλει. Ἓν γὰρ τοῦ θεοῦ τὸ ἅρμα· πολλὰ δὲ τῶν πονηρῶν τὰ ἅρματα. Ἀλλὰ τὸ μὲν κατευθύνει τὸν δρόμον τῆς εὐσεβείας· τὰ δὲ ὑπὸ τοῦ θείου ἅρματος ἀνατρέπονται. Οὗτοι γάρ φησιν ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις· ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα· αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσον· ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. Τὸ ἅρμα τοῦτο οὐχ ἵππους καταβάλλει, οὐδὲ ἀνθρώπους καταστρέφει. Ἀλλὰ δαίμονας διαλύει καὶ τοῦ διαβόλου τὴν τυραννίδα εἰς ἔδαφος στρώννυσιν. Ἔχει ὁ θεὸς ἅρμα οὐκ ἀπὸ τεσσάρων ἴππων, ἀλλ’ ἀπὸ μυρίων ψυχῶν συγκεκροτημένον. Τὸ ἅρμα γὰρ τοῦ θεοῦ φησι μυριοπλάσιον, ἐν ᾧ χιλιάδες εὐθυνούντων . Ἵπποι τοῦ θεοῦ αἱ ἅγιαι ψυχαί· ἵπποι τοῦ θεοῦ αἱ ψυχαὶ τῶν ἀποστόλων, αἱ διὰ πάσης τῆς γῆς ὁδεύσασαι καὶ τὴν σωτηρίαν τῷ κόσμῳ φέρουσαι. Ἡ γὰρ τῶν ἀποστόλων ἱππασία, σωτηρία τῆς οἰκουμένης. Διὰ τοῦτο προανεφώνει ὁ προφήτης λέγων· Ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου καὶ ἡ ἱππασία σου σωτηρία. Οἱ αὐτοὶ γὰρ οὗτοι ἵπποι καὶ τοῖς πιστοῖς ἤνεγκαν σωτηρίαν καὶ τοὺς ἐχθροὺς τῆς εὐσεβείας ἐθόλωσαν. Ἐπεβίβασας γὰρ εἰς θάλασσαν τοὺς ἵππους σου φησὶ ταράσσοντας ὕδατα πολλά . Ἐτάραξε τὸ κήρυγμα τῶν ἀποστόλων τῶν ἐθνῶν τὰ συγκροτήματα. Πολλοὶ βασιλεῖς ἐταράχθησαν· πολλοὶ τύραννοι ἐθολώθησαν, μὴ φέροντες τὸν δρόμον τῆς ἀποστολικῆς χάριτος. Διὰ τοῦτο οἱ ταραττόμενοι ἐπὶ τῷ δρόμῳ τῶν ἀποστόλων ἔλεγον· Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνταῦθα πάρεισι. Βλέπε θεοῦ ἅρμα· βλέπε ἵππους χαλινὸν εὐσεβείας δεχομένους. Μὴ ἀντίπιπτε τῷ λόγῳ τῆς ἀληθείας, μηδὲ μιμοῦ τῶν ἀλόγων τὰ σκιρτήματα, ἀπολακτίζων τὸν θεῖον νόμον, ἵνα μὴ καὶ πρὸς σὲ ὁ θεῖος εἴπῃ λόγος· Τί με διώκεις; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Δεξώμεθα χαλινὸν εὐσεβείας καὶ μεταγάγωμεν τὴν ὄψιν εἰς σώφρονα θέαν. Ἴδωμεν τοὺς ἡνιόχους τῆς εὐσεβείας, προφήτας καὶ ἀποστόλους. Προφῆται ἡνίοχοι τῆς ἀληθείας, οἱ κυβερνῶντες τὸν δρόμον τῆς εὐταξίας. Τοιοῦτος ἦν Ἠλίας, πρὸς ὃν ἐβόα Ἐλισσαῖος· Πάτερ, πάτερ, ἡνίοχε Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ. Προτιμᾶσθαι δὲ δεῖ πάντων τὴν εὐσέβειαν. Μὴ ὅταν μὲν ἀκούῃς τοῦ θείου λόγου, ἐξήρτησο τῆς διδασκαλίας. Ὅταν δὲ ἔξω γένῃ τοῦ λόγου, μετὰ τῶν ἀλόγων φαίνου. Συνδιατίθεσο τῇ ψυχῇ καὶ τῷ ὄμματι ἀγάπα τοῦ θεοῦ λόγον. Μὴ μέριζέ σου τὴν ὄψιν πρὸς ἀσχήμονα θέαν καὶ πρὸς ἔνθεον ζῆλον. Ἔθισόν σου τὸν ὀφθαλμὸν μηδὲν ἕτερον βλέπειν εἰ μὴ τὰ οὐράνια κάλλη, ὥστε λέγειν· Πρὸς σε ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἔθισόν σου τὴν ἀκοὴν μὴ πρὸς κραυγάς, μηδὲ πρὸς θορύβους, ἀλλὰ πρὸς τὸν θεῖον νόμον, λέγων· Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου καὶ ἀκούσω τί λαλήσει ἐν ἐμοὶ κύριος ὁ θεός . Οὐ δεῖ τὰ εἰς κολακείαν φέροντα λέγειν, ἀλλὰ τὰ παιδεύοντα διδάσκειν. Κολακείας γὰρ κέρδος οὐδὲν, παιδείας δὲ πολὺ τὸ ὄφελος. Μὴ αἰχμαλωτίζου τῷ νοήματι πρὸς τὰς ἀτόπους θέας, μηδὲ ἐκδίδου τὸν λογισμὸν τοῖς ἔξωθεν ᾄσμασιν. Ἱκανὸς γὰρ ἂν κρατεῖ λογισμοῦ, κἂν ἀπὸ τῆς συνηθείας ἀπαγόμενόν σου τὸν νοῦν. Οὐκ εἶ δοῦλος, ἀλλ’ ἐλεύθερος. Οὐκ ἄκων αἰχμαλωτίζῃ, ἀλλ’ ἑκὼν ἑαυτὸν πιπράσκεις τῇ ἁμαρτίᾳ. Μὴ ἐπιλαμβάνου τῆς ἀποστολικῆς φωνῆς. Μὴ ὅταν ἔλεγχος εἰσέλθῃ τῆς ἀληθείας, ἐλέγχων τὰ κρυπτὰ τῆς καρδίας, εἴπῃς· Μὴ γὰρ ἐγὼ Παύλου εἰμὶ ἀνώτερος τοῦ λέγοντος· Οὐχ ὃ θέλω τοῦτο ποιῶ, ἀλλ’ ὃ μισῶ, τοῦτο πράσσω ; Μὴ τῇ συνηθείᾳ δουλεύων συκοφάντει τὰ θεῖα ῥήματα. Μὴ σαυτοῦ τὴν ἐπιθυμίαν πληρῶν, τὴν ἀποστολικὴν διάβαλλε δόξαν. Πολλοὶ γὰρ πολλάκις προφασίζονται προφάσεις ἐν ἁμαρτίαις καὶ τὸν ἀποστολικὸν ἡμῖν προτείνουσι λόγον τὸν ἀρτίως ἡμῖν ὑπαναγνωσθέντα. Εἶπέ φησι Παῦλος τὸ σκεῦος τῆς ἐκλογῆς ὁ πνεύματι ἁγίῳ διὰ παντὸς κυβερνώμενος· Οὐχ ὃ θέλω τοῦτο ποιῶ, ἀλλ’ ὃ μισῶ, τοῦτο πράσσω. Συνήδομαι τῷ νόμῳ τοῦ Θεοῦ, κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας. Φιλεῖ πᾶς φιλαμαρτήμων εὑρεῖν πρόσωπον ἀξιόπιστον συναγωνιζόμενον αὐτοῦ τῇ ἁμαρτίᾳ καὶ ἡδέως κατατρέχουσι τῶν ἀποστόλων, οὐχ ἵνα ἐκείνους ὑβρίσωσιν, ἀλλ’ ἵνα ἑαυτοῖς ἀπολογίαν πορίσωνται. Εἶπέ φησιν ὁ Παῦλος· Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν, ἐν τῇ σαρκί μου, ἀγαθόν. Εἰ τοίνυν ἐν Παύλῳ οὐκ οἰκεῖ ἀγαθόν, πῶς φησιν ἐν ἐμοὶ ἐνδέχεται ἀγαθοῦ κατοίκησιν εἶναι καὶ ἀγαθοῦ μετέχειν ἐμὲ καὶ ἀγαθοῦ ῥίζαν εἶναι ἐν ἐμοί; Εἰ τὸν τοσοῦτον ἄνδρα εὑρίσκομεν αἰχμαλωτιζόμενον τῇ ἁμαρτίᾳ, καθὼς αὐτὸς διεσάφησε, τί πρὸς ἐμὲ τὸν οἰκτρὸν καὶ τῇ ἁμαρτίᾳ δεδουλωμένον; Ἵνα τοίνυν μὴ δύο γένηται φαῦλα· καὶ ὁ ἀποστολικὸς συκοφαντῆται λόγος καὶ ἡμεῖς ἑαυτοὺς ἄδειαν ἁμαρτημάτων ποριζώμεθα, ἀναγκαῖόν ἐστιν πᾶσαν τὴν ἀποστολικὴν ἀναπτύξαι διάνοιαν. Πάντων τοίνυν τῶν ἀμφιβαλλομένων ἐν ταῖς γραφαῖς λύσις ἡ ὑπόθεσις. Ὅταν γάρ τις γνῷ τὸν σκοπὸν τοῦ λέγοντος, καὶ πρὸς τίνας ὁ λόγος, καὶ περὶ τίνων, εὐκρινῆ καὶ ἀσύγχυτον ἀποδίδωσιν τῶν λόγων τὴν θεωρίαν.

---

Severianus Gabalensis, In dictum apostoli: Non quod volo facio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg014.local001/.
