Ancient Greek
Section 2
Severianus Gabalensis, In dictum apostoli: Non quod volo facio 2.1
Not analysed yet
Ὁ ἀπόστολος, ἵνα σαφεῖ καὶ συντόμῳ χρήσωμαι λόγῳ, ἀναζωγραφεῖ εἰκόνα παντὸς τοῦ ἀνθρώπου, τοῦ τε πλασθέντος ἀπ’ ἀρχῆς καὶ τοῦ παιδαγωγηθέντος ἐν νόμῳ καὶ τοῦ ἐλευθερωθέντος ἐν χάριτι. Καὶ ἀναζωγραφεῖ ὡς ἐν εἰκόνι τῷ λόγῳ. Τί οὖν ὁ Ἀδὰμ πρὸ τῆς ἐντολῆς; Καὶ τίς ἐγένετο μετὰ τὴν ἐντολήν; Ποίαν ἔσχε κατάστασιν ἐν νόμῳ καὶ ποίαν ἔλαβε προσηγορίαν ἐν τῇ χαριτι; Καὶ ὥσπερ ἐὰν σήμερον λέγω· Ὁ θεὸς ἐποίησεν ἡμᾶς κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ ,ἐπειδὴ δὲ παρέβημεν τὴν ἐντολήν, ἐξεβλήθημεν τοῦ παραδείσου ,οὐκ εἰς ἑαυτὸν ἀναλαμβάνω τὸν λόγον, ἀλλὰ τὴν ἀρχαίαν ἱστορίαν εἰς ἑαυτὸν ἀναφέρω. Οὔτε γὰρ παράδεισον εἶδον, οὔτε παραδείσου ἀπεβλήθην, ἀλλὰ τοῦ πατρὸς τὸ πάθος καὶ τὸν ἀρχέγονον τῆς συμφορᾶς ἀναζωγραφῶ καὶ λέγω· Ἐπλάσθην, παρέβην, ἐξεβλήθην, ἐπαιδαγωγήθην, ἀνεκλήθην. Οὕτω καὶ ὁ Παῦλος διηγεῖται περὶ τοῦ Ἀδάμ, τίς ἦν πρὸ τῆς ἐντολῆς τοῦ νόμου –Νόμου λέγω τοῦ ἐν παραδείσῳ δοθέντος. –καί φησιν ἐν προσώπῳ τοῦ Ἀδάμ· Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ. Ἆρα Παῦλος πρεσβύτερος ἦν τοῦ νόμου; Ὁ Παῦλος μετὰ πάντας τοὺς τραφέντας ἐν τῷ νόμῳ ἤνθησε, μετὰ τὴν τοῦ Χριστοῦ ἐπιφάνειαν. Εἰ τοίνυν μετὰ τὸν νόμον ἐστί, πῶς πρεσβύτερον ἑαυτὸν τοῦ νόμου τίθησι; Δείκνυσι γὰρ ἐξ ὧν λέγει ὅτι πρεσβύτερος ἦν τοῦ νόμου· Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ. Ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν. Ἆρα μετὰ Παῦλον ἦλθεν ἡ ἐντολή; Καὶ ἵνα μή τις νομίσῃ, ὅτι νόμος μὲν ἦν πρὸ τοῦ Παύλου, αὐτὸς δὲ ἔζη χωρὶς νόμου ποτέ, ἐθνικὸν βίον ἐπανῃρημένος, μετὰ δὲ ταῦτα ἀπὸ τοῦ νόμου ἐπαιδαγωγήθη, ἐλέγχει ἡ ἱστορία τὴν ἀλήθειαν. Παῦλος γὰρ οὐκ ἔστιν ὅτε ἄνευ νόμου ἔζησε. Πῶς γὰρ ὁ λέγων Ἑβραίου ἐξ Ἑβραίων, περιτομὴ ὀκταήμερος, ἐκ γένους Ἰσραηλιτικοῦ πότε οὖν ἔζησε χωρὶς νόμου; Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ. Ἐλθούσης δὲ τῆς ἐντολῆς . Ποίας; Τῆς λεγούσης· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ φάγῃ. Ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον. Βλέπε πῶς ὡς ἐν ζυγῷ τῷ λόγῳ τίθησιν ἁμαρτίαν καὶ δικαιοσύνην, ὅτι τότε νεκροῦται ἡ ἁμαρτία, ὅτε κατορθοῦτι ἡ ἐντολή. Τότε ἀποθνήσκει ὁ ἄνθρωπος, ὅτε εὐοδοῦται ἡ ἁμαρτία. Τὸ γὰρ εἰπεῖν· Ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν ,δείκνυσιν ὅτι πρὸ παραβάσεως νεκρὰ ἦν ἡ ἁμαρτία. Ἁμαρτίαν δὲ καλεῖ οὐ τὴν πρᾶξιν τῆς ἁμαρτίας, ἀλλὰ τὸν διάβολον. Διὰ τί δὲ τὸν διάβολον ἁμαρτίαν καλεῖ; Ἐπειδὴ διδάσκαλος ἐγένετο ἁμαρτίας. Ἐὰν γὰρ μή τις τοῖς ἰδιώμασι τῆς γραφῆς προσέχῃ, πολὺ διολισθαίνει καὶ ἐκπίπτει τοῦ σκοποῦ τῆς ἀληθείας. Ἁμαρτίαν ἔθος καλεῖν τῇ γραφῇ τὸν διάβολον. Διὰ τί; Ἐπειδὴ ἐγένετο διδάσκαλος καὶ εἰσηγητὴς καὶ πρόξενος ἁμαρτίας. Ὁμοίως καὶ τὸν σωτῆρα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καλεῖ ἡ γραφὴ δικαιοσύνην, οὐχ ὡς πρᾶξιν δικαιοσύνης, ἀλλ’ ὡς διδάσκαλον δικαιοσύνης. Διὰ τοῦτο περὶ αὐτοῦ φησιν ὁ Παῦλος· Ὃς ἐγενήθη ἡμῖν ἀπὸ θεοῦ σοφία καὶ δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. Ὥσπερ οὖν ὁ Χριστὸς δικαιοσύνη κέκληται, καθ’ ὃ πηγὴ δικαιοσύνης, οὕτω καὶ ὁ διάβολος εἰσηγητὴς γενόμενος καὶ διδάσκαλος ἁμαρτίας, τὴν τῆς ἁμαρτίας προσηγορίαν ἐδέξατο. Ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον. Καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωήν, αὕτη εἰς θάνατον. Ἔδωκε γὰρ ὁ θεὸς τῷ Ἀδὰμ ἐντολήν, οὐχ ἵνα ἀποθάνῃ, ἀλλ’ ἵνα ζήσῃ. Ἡ οὖν ἐντολή φησιν ἡ δοθεῖσά μοι εἰς ζωὴν, αὕτη εὑρέθη εἰς θάνατον, οὐκ αὐτὴ μεταβληθεῖσα, ἀλλ’ ἐμοῦ διὰ τῆς παραβάσεως τὴν ἐνέργειαν τὴν ζωοποιὸν ἀνατρέποντος. Προσέχειν ἀκριβῶς δεῖ πρὸς τὰ ἀνακύπτοντα τῶν ζητημάτων ἅπαντα. Εὐθέως γὰρ ὁ ἐχθρὸς τῶν γραφῶν, καὶ μὴ συντρεφόμενος τῷ λόγῳ τῆς εὐσεβείας, εἰς οὐδὲν ἕτερον χωρεῖ ἢ τοῦτο. Οὐ προῄδει, φησίν, ὁ θεὸς ὅτι ἔμελλεν ἁμαρτάνειν ὁ Ἀδάμ; Οὐ προῄδει ὅτι οὐ μὴ φυλάξει τὴν ἐντολήν; Οὐ προῄδει ὅτι ἀπατηθήσεται ὑπὸ τοῦ ὄφεως; Τίνος τοίνυν ἕνεκεν δέδωκε τὴν ἐντολὴν τῷ μέλλοντι μὴ φυλάττειν τὴν ἐντολήν; Δεῖ δὲ εἰδέναι ὅτι ὁ θεὸς προγινώσκει μὲν τὰ πάντα, δίδωσι δὲ τοὺς νόμους, οὐκ εἰς τὸν παραβαίνοντα μόνον ἀφορῶν, ἀλλὰ καὶ εἰς τὸν μέλλοντα κατορθοῦν. Διὰ τι λέγεις ὅτι οὐ προῄδει ὁ θεὸς ὅτι Ἀδὰμ ἁμαρτήσει; Διὰ τί τὰ ἑπόμενα καὶ τὰ ἐξ αὐτῆς τῆς ἀκολουθίας παρεπόμενα παρασιωπᾷς; Ἀλλὰ σὺ σιωπᾷς ἀγνωμονῶν. Ἐγὼ δὲ κηρύττω πιστεύων ὅτι ὥσπερ προῄδει ὁ θεὸς ὅτι παραβήσεται ὁ Ἀδάμ, οὕτως ᾔδει ὅτι Ἄβελ δικαιωθήσεται, προῄδει ὅτι Ἐνὼχ μετατεθήσεται ,προῄδει ὅτι ὁ χορὸς τῶν ἁγίων συστήσεται, προῄδει ὅτι ὁ Νῶε τὸν πάνδημον ὄλεθρον διανήξεται, προῄδει ὅτι Ἀβραὰμ ἡ ῥίζα τῆς πίστεως ἀνθήσει, προῄδει ὅτι λάμψουσι πατριάρχαι, ἀνθήσουσι προφῆται, διαπρέψουσιν ἀπόστολοι· καὶ ἐξ αὐτοῦ τοῦ φυράματος τοῦ μέλλοντος παραβαίνειν τὸ πολυΰμνητον τῆς οἰκονομίας τοῦ σωτῆρος ἀνθήσει κάλλος. Προεῖδε τῶν ἀποστόλων τὸν δρόμον· προεῖδε τῶν μαρτύρων τὰς ἐνστάσεις· προεῖδε τῶν ὁμολογητῶν τοὺς ἀγῶνας· προεῖδε τὰ συγκροτήματα τῶν μοναζόντων· προεῖδε τὰ ἄνθη τῶν ἐκκλησιῶν· προεῖδε τῶν ἱερέων τὸν χορόν· προεῖδε πάντας τοὺς ἐν ἀληθείᾳ παρισταμένους τῷ θυσιαστηρίῳ. Τί οὖν; Ἐχρῆν διὰ τὴν πρόγνωσιν τῶν τοσούτων ἀγαθῶν εἰσαγαγεῖν τὸ πλάσμα; Ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα, διὰ τῆς ἐντολῆς ἐξηπάτησέ με δι’ αὐτῆς ἀπέκτεινεν. Ἡ ἁμαρτία, τουτέστιν, ὁ διάβολος. Ἀφορμὴν λαβοῦσα. Ποίαν; Ἐπειδὴ εἶπεν ὁ θεός· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγῃ· ᾗ γὰρ ἡμέρᾳ φάγεσαι θανάτῳ ἀποθάνῃ. Ὁ διάβολος ἀφορμὴν λαβὼν ἀπὸ τῆς ἐντολῆς κατασκευάζει διαβολὴν καὶ λέγει τούτῳ· Ἤιδει γὰρ ὁ θεὸς ᾗ δ’ ἂν ἡμέρᾳ φάγεσθε, γίνεσθε ὡς θεοί καὶ ἐκώλυσεν ὑμᾶς. Διαβάλλει τὸν θεὸν εἰς φθόνον καὶ ὡς βάσκανον τοῦ θεοῦ κατατρέχει. Βασκαίνων ὑμῖν ὁ θεός, φησί, τῆς ἰσοθεΐας, ἐκώλυσε φαγεῖν ἀπὸ τοῦ δένδρου, ἐξ οὗ τὸ ἰσόθεον ὑμῖν ἀνακύπτειν ἔμελλεν. Ἀφορμὴν οὖν λαβοῦσα ἡ ἁμαρτία, διὰ τῆς ἐντολῆς ἐξηπάτησε . Καλῶς εἶπε τὸ ἐξηπάτησεν . Ὁ γὰρ τἀληθὲς ἐπηγγείλατο, ἀλλ’ ἐξηπάτησε καὶ δι’ αὐτῆς ἀπέκτεινεν. Ἡ γὰρ ἀπάτη θάνατον ἐγέννησεν. Οὐ γὰρ τὸ πλάσμα θνητὸν ἦν. Πολλοὶ γὰρ καὶ τοῦτο ἐνόμισαν, ὅτι τὸ πλάσμα θνητὸν ἐποίησεν ὁ θεός. Οὐκ ἦν δὲ τὸ πλάσμα θνητόν. Εἰ γὰρ καὶ γήϊνον ἦν, ἀλλὰ ἀθάνατον δεδημιούργητο. Εἰ μὴ ἀθάνατον ἐδημιουργήθη, ἀλλὰ θνητόν, ὃ εἶχεν ἐν τῇ φύσει, διὰ τί κατὰ ἀπόφασιν ἔλαβεν; Εἰ θνητὸν ἦν τὸ πλάσμα τοῦτο, διὰ τί ὁ θεὸς ἐπιτίμιον αὐτοῦ τίθησι τῆς παραβάσεως τὸν θάνατον; Ἧι γὰρ ἂν ἡμέρᾳ φάγῃ, θανάτῳ ἀποθανῇ. Οὐκοῦν πρὶν φάγῃ ἀθάνατον ἦν τὸ πλάσμα. Εἰ δὲ καὶ πρὶν φάγῃ, θνητὸν ἦν, ἀπάτη καὶ χλεύη τὸ λεγόμενον καὶ οὐκ ἀλήθεια· Ἀπειλεῖ γάρ μοι ὃ ἤμην. Οὐδεὶς δὲ ἀπειλεῖ τινι ὕπνον, ὃν κατὰ φύσιν ἔχει. Οὐδεὶς ἀπειλεῖ βρῶσιν, ἣν κατὰ φύσιν ἐπιδέχεται· Ἀλλ’ ἀπειλεῖ θάνατον ὁ θεός. Ὃ μὴ εἶχε τὸ πλάσμα κατὰ τὴν δημιουργίαν, ἐδέξατο κατὰ τὴν ἁμαρτίαν. Εἰ γὰρ παρέμεινεν ὁ Ἀδὰμ τὴν ἐντολήν, φυλάττων τὸν θεῖον νόμον, οὐκ ἔσχε χώραν ὁ θάνατος. Καὶ μαρτυρεῖ τὸ σοφὸν ἐκεῖνο λόγιον, ὅτι ὁ θεὸς θάνατον οὐκ ἐποίησε, οὐδὲ τέρπεται ἐπ’ ἀπωλείᾳ ζώντων· φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον . Ὅθεν, εἰ δεῖ κατὰ ἀλήθειαν εἰπεῖν, τὸ μὲν θνητὸν παρὰ φύσιν ἡμῖν ἐπεισῆλθεν. Ἡ δὲ ἀνάστασις τὸ κατὰ φύσιν ἡμῖν ἀποδίδωσι. Διὰ τοῦτο καὶ ἀνάστασις, ἐπειδὴ τὸ φθαρὲν πλάσμα καὶ πεσὸν διὰ τῆς ἁμαρτίας, ὀρθοῦται διὰ δικαιοσύνην. Εἰ παρέμενεν ὁ Ἀδὰμ τῇ ἐντολῇ, ἔμεινε ἂν ζῶν. Καὶ τίς ἐγγυᾶται τὸ ῥῆμα, ἵνα μὴ νομισθῇ στοχασμὸς εἶναι καὶ πιθανότης; Ἵνα τοίνυν, ἀδελφοί, μὴ στοχασμοῖς ἐπιβάλωμεν πρὸς τὰ θεῖα, ἀλλὰ τῇ ἀκολουθίᾳ χρησάμενοι καταλάβωμεν τὴν ἐναργῆ τῶν πραγμάτων ἀλήθειαν, μαρτυρεῖ τὴν ἀθανασίαν τοῦ πλάσματος τὰ μετὰ ταῦτα. Εἰ θνητὸν ἦν κατὰ φύσιν τὸ πλάσμα, εἰ μὴ ἦν δι’ ἁμαρτίαν τὸν θάνατον δεξάμενον, ἀλλὰ διὰ τὴν φύσιν αὐτήν, πῶς τὴν φύσιν ἐνίκησαν Ἠλίας καὶ Ἐνώχ; πῶς Ἠλίας ἀνελήφθη, θάνατον μὴ γευσάμενος; πῶς Ἐνὼχ μετετέθη ,θανάτου πεῖραν μὴ λαβών; Βλέπε τὰ ἐνέχυρα τῆς ἀρχαίας δημιουργίας· ὥστε ἐνεχώρει ζῆν τὸν ἄνθρωπον διηνεκῶς, εἰ τῷ θείῳ συνεπολιτεύετο νόμῳ. Διὰ τοῦτο ὁ θεὸς ἀπαρχὰς λαβὼν τοῦ ἡμετέρου γένους, εἰς ἀθανασίαν μετήνεγκε. Καὶ ὅρα τὴν σοφὴν οἰκονομίαν. Ἀναλαμβάνει τὸν Ἐνὼχ πρὸ πολλῶν γενεῶν· ἁρπάζει τὸν Ἠλίαν μετὰ πολλὰς γενεάς, καὶ τοῦτο χρησίμως. Ἐπειδὴ γὰρ ἐν δύο ἔθνεσιν ἔμελλεν ἡ εὐσέβεια πολιτεύεσθαι, ἐν τῷ λαῷ τῷ τὴν ἀκροβυστίαν ἔχοντι καὶ ἐν τῷ λαῷ τῷ τὴν περιτομὴν ἐπαγγελλομένῳ, οὐ λαμβάνει τὸν Ἠλίαν μόνον, ἵνα μὴ ὁ Ἰουδαῖος καυχήσηται τῇ ἀπαρχῇ σεμνυνόμενος· ἀλλὰ πρῶτον λαμβάνει τὸν Ἐνώχ, οὐ κατὰ τὸν νόμον πολιτευσάμενον, ἀλλ’ ἐκκλησιαστικὴν εὐκοσμίαν φυλάξαντα. Πάντα γὰρ τὰ πρὸ νόμου τύπος ἦν τῆς ἐκκλησίας. Ἐρώτησον τοὺς μέχρι Ἀβραὰμ καὶ τοῦ νόμου δικαίους τίνες ἦσαν. Ἐν τρισὶν ὀνόμασι στρέφεται τὰ πάντα· τῷ Ἑλληνισμῷ τῷ τῆς ἀπιστίας μέρει· ἐν Ἰουδαϊσμῷ τῷ κατὰ νόμον πολιτευσαμένῳ· Ἐν Χριστιανισμῷ τῷ κατὰ τὴν εὐαγγελικὴν χάριν ὁδηγουμένῳ. Ἐρωτάσθωσαν οἱ δι’ ἐναντίας περὶ τοῦ Ἀδὰμ καὶ Ἄβελ καὶ Ἐνὼχ καὶ Σὴθ καὶ Νῶε καὶ ὅσοι ἐξ ἐκείνου διέπρεψαν μέχρις Ἀβραάμ, τίνες ἦσαν; Ἕλληνες; Ἀλλ’ οὐ συγχωρεῖ ἡ πίστις. Ἕλληνες οὐκ ἦσαν. Οὐ γὰρ ἀπιστίᾳ συνέζησαν, δαίμοσιν οὐκ ἐδούλευσαν, ξοάνοις οὐχ ὑπετάγησαν, τῇ πλάνῃ τῶν δαιμόνων ἀντέστησαν. Οὐ δύνανται τοίνυν Ἕλληνες ὀνομάζεσθαι. Ἀλλὰ τί ἦσαν; Ἰουδαῖοι; Ἀλλ’ οὐκ ἐδέξαντο τὸν νόμον· οὐκ ἐφύλαξαν σάββατα· οὐ παρετήρησαν βρωμάτων διαφοράς· οὐκ εἶχον περιτομήν. Εἰ τοίνυν οἱ ἀρχαῖοι μήτε Ἕλληνες, μήτε Ἰουδαῖοι ἦσαν, εὑρέθη ἕτερον ὄνομα τὸ δυνάμενον αὐτοῖς ἁρμόσαι. Εἴ γε μήτε Ἰουδαῖοι, μήτε Ἕλληνες οἱ πρὸ νόμου πολιτευσάμενοι, τίνα διδόασιν αὐτοῖς προσηγορίαν; τί τὸ ὑπολειπόμενον; Ἢ δῆλον ὅτι Χριστιανοί, οὐ τῇ προσηγορίᾳ, ἀλλὰ τῇ δυνάμει. Διὰ τοῦτο πάντες οἱ τύποι τῆς ἐκκλησίας προέλαμπον. Ἀπερίτμητος ὁ Ἐνώχ, ὥσπερ καὶ ἡ ἐκκλησία. Οὐ δουλεύει νόμῳ, ὥσπερ καὶ ὁ λαὸς τοῦ Χριστοῦ. Οὐκ οἶδε διαφορὰς βρωμάτων, ὥσπερ ἡ ἐκκλησία ἡ τῷ θείῳ συμπολιτευομένη λόγῳ. Ἀρχαιοτέρα πάντων ἡ ἐκκλησία ἡ τῷ τύπῳ τῆς εὐσεβείας στοιχουμένη. καὶ ἡ πίστις τοῦ Ἀβραὰμ εἰκὼν ἦν οὐκ Ἰουδαίων, ἀλλὰ τῆς ἐκκλησίας. Διὰ τοῦτο ὁ ἀπόστολος βασανίζει τὸν λόγον τὸν περὶ τῆς πίστεως, καὶ βουλόμενος δεῖξαι τὸν Ἀβραὰμ εἰκόνα τῆς ἐκκλησίας καὶ οὐχὶ τῶν Ἰουδαίων, λεγει· Ἀδελφοί, γέγραπται ὅτι Ἀβραὰμ ἐπίστευσε τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην· Πότε οὖν αὐτῷ ἐλογίσθη; ἐν περιτομῇ ὄντι ἢ ἐν ἀκροβυστία; Ταῦτα Παῦλος, ὁ ἐξ Ἰουδαίων, ὁ τὸν νόμον εἰδὼς καὶ τὰ κατὰ νόμον διασαφῶν· Οὐκ ἐν περιτομῇ, ἀλλ’ ἐν ἀκροβυστίᾳ· καὶ σημεῖον ἔλαβε τὴν περιτομήν, σφραγῖδα δικαιοσύνης τῆς ἐν τῇ ἀκροβυστίᾳ. Βλέπε πολυπλόκων νοημάτων θεωρίαν. Βλέπε πῶς ἀπόστολος ἐξοικίζει μὲν τὸν Ἰσραὴλ τοῦ Ἀβραάμ, μὴ ἔχοντα τῆς πίστεως τὴν οἰκειότητα, εἰσοικίζει δὲ τὰ ἔθνη, ὡς ἔχοντα τὸν χαρακτῆρα τῆς εὐσεβείας. Καὶ σημεῖον ἔλαβε περιτομήν, σφραγῖδα δικαιοσύνης εἰς τὸ γενέσθαι αὐτὸν πατέρα τῶν πιστευόντων δι’ ἀκροβυστίας. Ὁρᾷς πῶς ὁ τύπος τῆς ἐκκλησίας ἐν τῷ Ἀβραὰμ ἐπολιτεύετο; Καὶ ὁ σωτὴρ δὲ βουλόμενος δεῖξαι ὅτι ἡ εὐαγγελικὴ κατάστασις πρὸς τὴν ἀρχαίαν ἄγεται κατάστασιν, λεγόντων Ἰουδαίων· Μωϋσῆς ἔγραψεν· Ἐάν τις θέλῃ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ βιβλίον ἀποστασίου ,ὁ σωτὴρ πάλιν, τε ἐν τῷ νόμῳ παρεντιθέμενος, οὐχ ὡς ἐκλύων, ἀλλὰ τὴν ἀληθῆ διδασκαλίαν ἐμφαίνων λέγει· Μωϋσῆς διὰ τὴν σκληροκαρδίαν ὑμῶν εἶπεν· ἀπ’ ἀρχῆς δὲ οὐχ οὕτως ἐγένετο . Βλέπε πῶς εἰς τὸ ἀρχαῖον ἡμᾶς ἀποκαθίστησιν.