# In dictum apostoli: Non quod volo facio 3.1

Severianus Gabalensis, In dictum apostoli: Non quod volo facio, Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-dictum-apostoli-non-quod-volo-facio/3.1

Ἐπαναλαμβάνω τὸ ῥῆμα. Ἀλλὰ παρακαλῶ συναγωνίσασθαι ἡμῖν διὰ τῆς σιωπῆς, ἵνα μὴ θόρυβος ἡμῖν ἀντιπνεύσας διαλύσῃ τὸ νόημα. Ὁ σωτήρ μου βουλόμενος δεῖξαι ὅτι ἡ εὐαγγελικὴ διδασκαλία πρὸς τὴν ἀρχαίαν ἄγει κατάστασιν, λεγόντων τῶν μαθητῶν, μᾶλλον δὲ τῶν Φαρισαίων· Τί ὅτι Μωϋσῆς προσέταξεν· Ἐάν τις ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ βιβλίον ἀποστασίου ; Ὁ σωτὴρ οὐ κατηγορεῖ τοῦ νόμου, ἀλλ’ ἀπολογεῖται ὑπὲρ τοῦ νόμου· Μωϋσῆς ταῦτα εἶπε διὰ τὴν σκληροκαρδίαν ὑμῶν· ἀπ’ ἀρχῆς δὲ οὐχ οὕτως ἐγένετο. Βλέπε πῶς εἰς τὸ ἀρχαῖον ἡμᾶς ἀποκαθίστησιν. – ἀλλ’ Ὁ ποιήσας τὸν ἄνθρωπον ἄρρεν καὶ θῆλυ ἐποίησεν αὐτούς . Ἃ οὖν ὁ θεὸς ἔζευξεν, ἄνθρωπος μὴ χωριζέτω . Καὶ διὰ πολλῶν εὑρίσκω τὸν σωτῆρα πρὸς ἀρχαίαν κατάστασιν τὴν ἐκκλησιαστικὴν εὐκοσμίαν ἀνάγοντα. Ἐπολιτεύσατο τοίνυν ὁ τύπος τῆς ἐκκλησίας πρὸ τῆς περιτομῆς. Καὶ πρόσεχε ἀκριβῶς. Ἐπειδὴ ἀπ’ ἀρχῆς ὁ τύπος τῆς ἐκκλησίας ἐπολιτεύετο, καὶ μετὰ ταῦτα πάλιν ὁ κανὼν τῆς ἐκκλησίας, μέσος δὲ ὁ νόμος παρεισῆλθεν, ὁ ἀπόστολος βουλόμενος δεῖξαι τῇ ἀκολουθίᾳ τρέχουσαν διὰ τοῦ χρόνου τὴν ἐκκλησιαστικὴν εὐκοσμίαν, νόμος διέκυψε, λέγει· Νόμος δὲ παρεισῆλθεν . Οὐκ εἶπε, Νόμος εἰσῆλθεν, ἀλλὰ παρεισῆλθεν . Ἄλλος γὰρ ὁ εἰσελθὼν νόμος καὶ ἄλλος ὁ παρεισελθών. Εἰσῆλθεν ἀπ’ ἀρχῆς νόμος ὁ εὐαγγελικός, οὐχ ἡμέρας παρατηρούμενος, οὐδὲ βρωμάτων διαφορὰς ἐπιστάμενος, οὐ περιτομὴν δεχόμενος. Οὗτος ἀπ’ ἀρχῆς ἀπὸ τῶν ἀρχαίων ἐπολιτεύσατο ὁ νόμος, καὶ εἰς τοὺς τελευταίους κατήντησε· μέσος δὲ ὁ νόμος εἰσῆλθε, μᾶλλον δὲ παρεισῆλθε. Καὶ τοῦ ἀποστόλου ἔστιν ἀκοῦσαι λέγοντος σαφῶς, ὥσπερ εἰρήκαμεν· Νόμος παρεισῆλθε. Καὶ θέλεις μαθεῖν ποῦ παρεισῆλθεν; Ἱστορίας ἄκουε. Ὥσπερ Ἰακὼβ ἐδούλευσε τῷ Λάβαν διὰ τὴν Ῥαχήλ, καὶ περὶ αὐτὸν τὸν γάμον ἡ μὲν οὐκ εἰσῆλθε· καὶ ὁ μὲν σκοπὸς ἦν τῷ πατριάρχῃ τὴν Ῥαχὴλ λαβεῖν, ἡ δὲ ἀπάτη τοῦ πενθεροῦ ἄλλην ἀντ’ ἄλλης εἰσήγαγε, καὶ εὑρέθη παρεισαγομένη ἡ μὴ ζητουμένη. Οὕτω σκοπὸς ἦν τῷ θεῷ ἀεὶ τὴν ἐκκλησίαν στῆσαι· παρεισήγαγε δὲ τὴν συναγωγήν, οὐ κατὰ βίαν καὶ ἀπάτην αὐτὴν δεχόμενος, ἀλλὰ τῷ τύπῳ τῆς παλαιᾶς ἱστορίας τὰ πράγματα συναρμόζων. Καὶ ὥσπερ ὁ Ἰακὼβ σὺν τῇ Λείᾳ τὸν σκοπὸν εἶχε πρὸς τὴν Ῥαχήλ, ἔφερε δὲ τὴν ἀπὸ τῆς ἀπάτης βίαν· οὕτω καὶ ὁ θεὸς καθ’ ὃν χρόνον εἶχε τὴν συναγωγήν, τὴν μὲν ἐμίσει, τὴν δὲ ἐπόθει. Καὶ τίς ἡμῖν ὁ μαρτυρῶν λόγος; Τίς ἐγγυᾶται τῆς ἱστορίας τὴν θεωρίαν; Πολλάκις τῇ συναγωγῇ συζῶν ὁ θεὸς τῇ κατὰ νόμον, ἔλεγε· Τὰς ἑορτὰς ὑμῶν καὶ τὰς νεομηνίας ὑμῶν ἐμίσησεν ἡ ψυχή μου. Καὶ ὥσπερ ὁ Ἰακὼβ τὸ πρόσωπον τῆς Ῥαχὴλ ἠγάπα, τὸ δὲ ἀσθενὲς τῶν ὀφθαλμῶν τῆς Λείας ἀπεστρέφετο – Ἦν γάρ φησιν ἡ Λεία ἀσθενὴς τοῖς ὀφθαλμοῖς. –, οὕτως ὁ θεὸς ἀπεστρέφετο τὴν συναγωγήν, οὐ τῷ σώματι οὖσαν σαθράν, ἀλλὰ τὴν ψυχὴν τυφλωθεῖσαν. Διὰ τοῦτο ἔλεγεν ὁ προφήτης· Καὶ τίς τυφλός, ἀλλ’ οἱ παῖδές μου; καὶ τίς κωφός, ἀλλ’ οἱ κυριεύοντες αὐτῶν; Καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ. Καὶ ὥσπερ ἐκεῖ διὰ τὴν ἀσθένειαν τῶν ὀφθαλμῶν, οὕτως ἐνταῦθα διὰ τὴν τύφλωσιν τῆς ψυχῆς ἀπεστρέφετο τὴν συναγωγήν. Διὰ τοῦτο τὴν τύφλωσιν αὐτῶν ὁ σωτὴρ αἰνιττόμενος ἔλεγεν· Ἄφετε αὐτούς, ὁδηγοί εἰσι τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται. Ὅτι δὲ πάντα τὸν χρόνον, καθ’ ὃν ἡ συναγωγὴ συνεπολιτεύετο τῷ νόμῳ, ὁ θεὸς ἐβούλετο ἐκεῖνον τὸν λαὸν διὰ τὴν ἀγνωμοσύνην ἐκβαλεῖν, μαρτυρεῖ που προφήτης λέγων· Ἀφ’ ἧς ἡμέρας ἀνήγαγον πατέρας ὑμῶν ἐκ γῆς Αἰγύπτου, καὶ ἕως τῆς σήμερον, πρὸ ὀφθαλμῶν μου ἦν ἐκβαλεῖν τὴν πόλιν ταύτην. Ὅτι δὲ πάλιν ἐν ὅσῳ χρόνον ἡ συναγωγὴ συνῆν τῷ νόμῳ, ὁ θεὸς τὸν σκοπὸν ἐπὶ τὴν ἐκκλησίαν εἶχε, λέγει τῷ Μωϋσῇ· Ἔασόν με, καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ πολὺ μᾶλλον. Εἰ τοῦτο ἔχεις ἐν ἑαυτῷ τὴν ἐκκλησίαν εἰκόνα τῆς παλαιᾶς ἱστορίας, πῶς παρεισῆλθεν ὁ νόμος; Ὡς ἡ Λεία τῇ Ῥαχήλ. Ὅτι δέ, ἀδελφοί, οὐ θεωρία οὐδὲ ἀλληγορία βεβιασμένη, ἀλλ’ ἀληθῶς εἰκὼν ἧν αὕτη ἡ τοῦ Ἰακώβ, καὶ ὅτι ὁ Ἰακὼβ τοῦ θεοῦ τύπον ἐπλήρου, τοῦ ποτὲ μὲν τὴν συναγωγήν, νῦν δὲ τὴν ἐκκλησίαν ἔχοντος, αὐτὸς βοᾷ διὰ τοῦ προφήτου· Ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφήτου ὡμοιώθην. Καὶ ἐδούλευσεν Ἰακὼβ ἐν γυναικὶ καὶ ἐν γυναικὶ ἐφυλάξατό με. Διὰ τί οὖν ἐφύλαξεν; Ἢ πῶς ἐφύλαξεν; Εὑρήσεις, ἀδελφέ, κατὰ ἄλλην θεωρίαν τὸν Ἰακὼβ ἑτέρως λαμβάνοντα τὴν γυναῖκα, ἑτέρως δὲ τὸν Ἰσαὰκ τὸν πατέρα τοῦ Ἰακώβ. Ἰσαὰκ λαμβάνων τὴν γυναῖκα, οὐκ αὐτὸς ἦλθεν εἰς τὴν μέσην τῶν ποταμῶν καὶ ἔλαβεν, ἀλλὰ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ καὶ ἐμνηστεύσατο. Ὁ δὲ Ἰακὼβ οὐ διὰ δούλου μνηστεύεται, ἀλλὰ δι’ ἑαυτοῦ. Ἦν γὰρ καὶ τοῦτο τύπος τῆς παλαιᾶς καὶ τῆς νέας. Τὴν γὰρ παλαιὰν συναγωγὴν μνηστευσάμενος ὁ θεὸς διὰ τοῦ οἰκέτου Μωϋσέως λαμβάνει. Ἰσαὰκ λαμβάνων γυναῖκα δι’ οἰκέτου μνηστεύεται καὶ δι’ οἰκέτου μνηστευσάμενος λαμβάνει. ὁ δὲ Ἰακὼβ οὐκ ἀποστέλλει οἰκέτην, καίτοι ἔχων οἰκέτας, ἀλλ’ αὐτὸς ἦλθεν εἰς τὴν μέσην τῶν ποταμῶν. Ἦλθεν αὐτὸς μόνος ὁ πολλοὺς οἰκέτας ἔχων. Μόνος ἦλθεν ὁ πολλὰ ὑποζύγια ἔχων. Ὁ γὰρ θεὸς εὐλόγησε τὸν οἶκον τοῦ δεσπότου Ἀβραὰμ ἐν κτήνεσι καὶ ἀργυρίᾳ καὶ χρυσίῳ καὶ δούλοις καὶ ἵπποις καὶ τοῖς ἄλλοις. Καὶ τοσαῦτα κτήματα ἔχων ἔρχεται τὴν ῥάβδον ἔχων μόνην, καὶ λέγει ὁ Ἰακώβ· Τῇ ῥάβδῳ μου διῆλθον τὸν Ἰορδάνην τοῦτον , ἀντὶ τοῦ Ῥάβδον μόνην ἔχων ἐξῆλθον μόνος, ὁ πολλῶν δεσπότης. Ἐξῆλθεν Ἰακὼβ μόνος· ἦλθεν εἰς Βεθὴλ καὶ ἐκοιμήθη τὴν ἑσπέραν καὶ ὑπέθηκε λίθον τῇ κεφαλῇ. Οὐκ οἶκον εὗρεν, οὐ κατάλυμα. Εἰκὼν γὰρ ἦν τοῦ λέγοντος· Ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Εἶτα, ἀδελφοί, καθεύδων βλέπει τὸν οὐρανὸν ἀνεῳγμένον. Ὥσπερ γὰρ τῷ Χριστῷ οὐκ ἦν κλῖναι τὴν κεφαλὴν ἐπὶ τῆς γῆς, οὐρανὸς δὲ αὐτῷ καὶ τὰ ἐπουράνια ἀνέῳκτο, οὕτω καθεύδει Ἰακὼβ, οἶκον οὐκ ἔχων καὶ τὸν οὐρανὸν βλέπων ἀνεῳγμένον καὶ κλίμακα ἀπὸ γῆς ἕως οὐρανοῦ ἐστηριγμένην. Ἦν δὲ καὶ ἄλλῳ λόγῳ τύπος τῶν διωκομένων. Ἐπειδὴ γὰρ τὸν Ἠσαῦ φεύγων ἦλθεν εἰς τὴν μέσην τῶν ποταμῶν, βουλόμενος δεῖξαι ὁ θεὸς ὅτι παντὶ τῷ ἐπὶ γῆς διωκομένῳ οὐρανὸς ἀνέῳκται, βλέπει τὸν οὐρανὸν ἀνεῳγμένον καὶ κλίμακα ἐστηριγμένην ἀπὸ γῆς ἕως οὐρανοῦ καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας διὰ τῆς κλίμακος. Καὶ ὁ κύριος, φησίν, ἐπεστήρικτο. Οὐκ εἶπεν ἁπλῶς ἐκάθητο, ἀλλ’ ἐπεστήρικτο τῇ κλίμακι. Τίς δὲ ἡ κλίμαξ; Εἰκὼν τοῦ σταυροῦ. Δι’ αὐτοῦ γάρ ἐστιν ἀνελθεῖν εἰς τὸν οὐρανόν. Καὶ οἱ μὲν δι’ αὐτοῦ ἀνῆλθον εἰς τὸν οὐρανόν· οἱ δὲ δι’ αὐτοῦ κατῆλθον. Ἰουδαῖοι ἐξέπεσον τῶν οὐρανῶν διὰ σταυροῦ καὶ ἔθνη εἰς οὐρανὸν ἀνάγονται διὰ τοῦ σταυροῦ.

---

Severianus Gabalensis, In dictum apostoli: Non quod volo facio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg014.local001/.
