# In dictum apostoli: Non quod volo facio 4.1

Severianus Gabalensis, In dictum apostoli: Non quod volo facio, Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-dictum-apostoli-non-quod-volo-facio/4.1

Ἀλλ’ ἐπειδὴ δεῖ πανταχοῦ φεύγειν τὴν βίαν τῆς ἀλληγορίας καὶ μαρτυρίαις ἐγγράφοις σφραγίζειν τὰ λεγόμενα, ἵνα δείξῃ ὁ σωτὴρ διὰ τῶν εὐαγγελίων, ὅτι οἱ ἄγγελοι ἐκεῖνοι οἱ ἀναβαίνοντες καὶ καταβαίνοντες εἰκόνα τῆς εὐαγγελικῆς ἐπλήρουν χάριτος, λέγει τῷ Ναθαναήλ· Ἐπειδὴ εἶπόν σοι, Εἶδόν σε ὑπὸ τὴν συκῆν, ἐπίστευσας, μείζονα τούτων ὄψει. Ἀμὴν λέγω ὑμῖν, ἀπάρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. Ἦλθεν ἐπὶ τὴν μέσην τῶν ποταμῶν, καὶ ὡς εἶδε τὸ ὅραμα, λέγει· Οὐκ ἔστι τοῦτο ἀλλ’ ἢ οἶκος θεοῦ. Καὶ μὴν οὐκ εἶδες οἴκων οἰκοδομήν, ἀλλὰ κλίμακα. Ἀλλ’ ἐπειδὴ ᾔδει ὅτι ἡ κλίμαξ τύπος ἐστὶ τῆς ἐκκλησίας, λέγει· Τοῦτο οἶκος θεοῦ, τοῦτο ἐκκλησία ἐστί. Καὶ πόθεν τοῦτο, ὅτι οἶκος θεοῦ ἐκκλησία ἐστί; Λέγει Παῦλος Τιμοθέῳ ταῦτα γράφων· Ἐὰν δὲ βραδύνω, ἵνα ἴδῃς, πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστιν ἐκκλησία θεοῦ ζῶντος. Εἶτα πληρῶν διὰ πάντων τὴν εἰκόνα τοῦ Χριστοῦ, τὴν ἀκτήμονα, τὴν μισόπλουτον, τὴν μηδὲν δεχομένην φάντασμα κοσμικόν, λέγει· Ἐὰν ᾖ κύριος ὁ θεὸς μετ’ ἐμοῦ καὶ δώσῃ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι. Βλέπε πῶς ἡ φιλόσοφος ψυχὴ τὴν αὐτάρκειαν οὐκ ἐκβαίνει. Ἐὰν ᾖ κύριος ὁ θεὸς μετ’ ἐμοῦ καὶ ὁδηγήσῃ με ἐν τῇ ὁδῷ καὶ δώῃ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι. Πρὸ τῶν εὐαγγελικῶν τὰ ἀποστολικὰ φθέγγεται. Καὶ ἐὰν δῷ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι. Παῦλος διὰ τοῦ Ἰακὼβ φθέγγεται· Ἔχοντες γὰρ διατροφὰς καὶ σκεπάσματα τούτοις ἀρκεσθησόμεθα. Ἔσται μοι ὁ τόπος οὗτος οἶκος θεοῦ. Τοῦτο γὰρ καὶ ἑρμηνεύεται τὸ Βεθήλ · Βὲθ γάρ ἐστιν οἶκος· τὸ δὲ Ἢλ θεοῦ. Ἀπῆλθεν εἰς τὴν μέσην τῶν ποταμῶν καὶ πρῶτον αὐτῷ συναντᾷ φρέαρ. Ἦλθεν ἐπὶ τὸ φρέαρ καὶ τοῦτο ἐσκέπαστο καὶ εὗρεν ἐκεῖ ποιμένας. Εἰκὼν κατὰ πάντα Χριστοῦ. Πρώτη παρουσία Χριστοῦ ἐπὶ τὸ βάπτισμα, ἐπὶ τὸ φρέαρ, φρέαρ τὸ ἁλλόμενον εἰς ζωὴν αἰώνιον . Εὑρίσκεται τὸ φρέαρ ἐσκεπασμένον, ἐπειδὴ καὶ ἡ χάρις πρὸ τῆς παρουσίας ἐκεκάλυπτο. Λέγει Ἰακὼβ τοῖς ποιμέσι· Τί ἐστήκατε ἔτι; Πολλὴ ὥρα εστί. Ποτίσαντες τὰ πρόβατα ἀπαγάγετε. Οἱ δὲ πρὸς αὐτόν· Ἐὰν μὴ πάντες ἔλθωσιν οἱ ποιμένες, οὐ δυνάμεθα ἀποκυλίσαι τὸν λίθον. Καὶ τί εὐθέως ὁ Ἰακώβ; Ὃ διὰ πολλῶν καὶ διὰ πάντων ἐχρῆν γενέσθαι τῶν ποιμένων μόνος ποιεῖ. Λαβὼν γὰρ ἀποκυλίει τὸν λίθον. Πῶς οὖν ἠδύνατο τοῦτο μόνος ποιῆσαι, ὃ πολλοὶ μόλις ἐποίουν; Ἀλλ’ ἐπειδὴ εἰκὼν ἦν τοῦ Χριστοῦ καὶ ἡ γραφὴ τὴν δύναμιν ἔδειξε τοῦ δεσπότου, ὅτι ὃ μὴ ἠδυνήθησαν πολλοὶ κατορθῶσαι ἡ εὐαγγελικὴ χάρις κατώρθωσεν. Ἐκεῖ εὑρίσκει τὴν Ῥαχὴλ ἐρχομένην. Πανταχοῦ γὰρ οἱ δίκαιοι οἱ ἀρχαῖοι τῷ πλείστῳ μερει ἀπὸ φρεάτων ἐδέξαντο τὰς μνήστρας ἑαυτῶν. Μωϋσῆς ἀπὸ φρέατος ἔσχε τὴν γυναῖκα τὴν θυγατέρα τοῦ Ἰοθώρ· Ἰακὼβ ἀπὸ φρέατος, ὁ δοῦλος τοῦ Ἀβραὰμ ἀπὸ φρέατος ἐδέξατο τὴν Ῥεβέκκαν. Πανταχοῦ τὰ μνῆστρα τῶν ἀρχαίων ἀπὸ φρέατος, ἐπειδὴ καὶ ὁ Χριστὸς οὐχ ἑτέρως μνηστεύεται τὴν ἐκκλησίαν ἢ ἀπὸ ὑδάτων. Καὶ ἵνα συντέμω, εἰσῆλθεν, ᾔτησε τὴν Ῥαχήλ, παρεισῆλθεν ἡ Λεία. Τοῦ προκειμένου δεῖ ἔχεσθαι καὶ εἰς τὸ προκείμενον ἐπανελθεῖν ἀναγκαῖον. Νόμος οὖν παρεισῆλθεν, οὐκ εἰσῆλθεν, ἐπειδὴ οὐδὲ ἡ Λεία εἰσῆλθεν, ἀλλὰ παρεισῆλθεν. Εἰσελθεῖν γάρ ἐστι τὸ γυμνῇ τῇ παρρησίᾳ χρήσασθαι· παρεισελθεῖν δὲ τὸ μετ’ ἄλλου πλαγιάσαντα συνεισελθεῖν. Παρεισῆλθεν οὖν καὶ ἡ ἁμαρτία, παρεισῆλθε διὰ τοῦ νόμου ὁ διάβολος. Ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς, ἐξηπάτησέ με καὶ δι’ αὐτῆς ἀπέκτεινεν. Ἵνα μὴ οὖν τις νομίσῃ τὴν ἐντολὴν εἶναι τὴν θανατοποιόν, λεγει· Ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή. Τὸ οὖν ἀγαθὸν ἐν ἐμοὶ γέγονε θάνατος; μὴ γένοιτο. Ἀλλ’ ἵνα ἡ ἁμαρτία φανῇ διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον. Πανταχοῦ ἁμαρτωλὸν λέγει τῇ ἁμαρτίαν, τουτέστι, τὸν διάβολον. Ἵνα, φησί, φανῇ καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ὁ διάβολος, διὰ τῆς ἐντολῆς ἐργαζόμενος θάνατον. Οἴδαμεν ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι. Σύ, Παῦλε, σαρκικός , ὁ ὑπὸ τοῦ ἁγίου πνεύματος κυβερνώμενος, ὁ λαλοῦντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστόν ; Εἰ σὺ σαρκικός , διὰ τί τοὺς μαθητὰς τοὺς σοὺς ἠπάτησας λέγων· Ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ’ ἐν πνεύματι ; Οἱ μαθηταί σου οὐκ εἰσὶν ἐν σαρκὶ καὶ σὺ σαρκικὸς εἶ; Ἐγὼ δὲ σαρκικός εἰμι. Ἐγώ . Τίς; Ὁ πρὸ τοῦ νόμου καὶ ἐν τῷ νόμῳ πολιτευσάμενος. Πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν . Οὐκ εἶπε πραθεὶς ὑπὸ τῆς ἁμαρτίας, ἀλλὰ πεπραμένος τῇ ἁμαρτίᾳ . Οὐ γὰρ ἕτερός τις τῶν ἀνθρώπων πέπρακεν, ἀλλ’ ἑαυτὸν ἐπώλησεν. Ὥσπερ γὰρ ἐν ἡμῖν τοῖς ἀνθρώποις εἰσί τινες οἱ κατὰ ἀνάγκην πιπρασκόμενοι, εἰσὶ δὲ ἄλλοι ἐλευθερίας μετέχοντες, δι’ ἐπιγαμίας δὲ παιδισκῶν ἢ ἑτέρας τινὸς ἀνάγκης εἰς δουλείαν αὐτοὺς ἐκδιδόασιν, οὕτω καὶ ὁ ἄνθρωπος ἐλεύθερος ὢν τὴν φύσιν καὶ ἐλευθέρας φύσεως λαχών, ἑκὼν ἑαυτὸν ἐπώλησε. Θέλεις ἰδεῖν ἑαυτὸν πωλοῦντα ἄνθρωπον; Βλέπε τί φησιν ὁ Ἠλίας πρὸς τὸν Ἀχαάβ, ὡς ἀπέστειλεν αὐτὸν ὁ θεὸς ἐλέγξαι αὐτὸν διὰ τὸν ἀμπελῶνα, ὃν ἀφείλετο τοῦ Ναβουθέ. Λέγει αὐτῷ Αχαάβ· Εὕρηκάς με, ὁ ἐχθρός μου; Λέγει αὐτῷ Ἠλίας· Εὕρηκά σε, διότι ἐπράθης ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου. Ἡ γὰρ πρᾶσις ἡμῶν διὰ τῶν ἔργων τῆς πονηρίας. Ἐγὼ δὲ σαρκικός εἰμι. Πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. Ὁ γὰρ τῇ κακῇ συνηθείᾳ προειλημμένος, οὐδέ, ἂν θέλῃ, ἑαυτὸν εὐκόλως ἐκβάλλει τῆς δουλείας. Δευτέρα γὰρ φύσις ἡ συνήθεια καὶ ἡ φύσις κατὰ τῶν ἀνθρώπων. Διὰ τοῦτο ἐπήγαγεν· Οὐ γὰρ ὃ βούλομαι, τοῦτο ποιῶ , ὡς ἅπαξ πεπραμένος, οὐδὲ ὃ θέλω τοῦτο πράσσω . ταῦτα πρέποντα οἰκέτῃ τὰ ῥήματα. Ὥσπερ γάρ τις οὐχ ἃ θέλει πράττει, ἀλλ’ ἃ κελεύεται, οὕτως ὁ ἄνθρωπος οὐκ εἶχεν ἐξουσίαν ποιεῖν ἃ ἐβούλετο, ἀλλ’ ἃ ἐκελεύετο ὑπὸ τῆς ἁμαρτίας. Λοιπὸν γὰρ ἐβασίλευσεν ἡ ἁμαρτία. Βασιλεῖ δὲ ἀντιλέγειν οὐκ ἦν. Πέπρατο τοίνυν ὁ ἄνθρωπος, οὐχ ὁ Παῦλος, ἀλλ’ εἰκὼν τοῦ ἀνθρώπου τὸ πλάσμα τὸ τῆς ἐλευθερίας. Καὶ ἵνα συντέμω, ὅτε εἶπε, πολλὰ τῆς ἠναγκασμένης δουλείας τεκμήρια ἐπήγαγε. Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται τοῦ σώματος τοῦ θανάτου τούτου; Βλέπεις πῶς εἰσήγαγε τὸν ἄνθρωπον, ὡς ἐν δουλείᾳ πικρὰ καὶ τυραννίδι ἐξεταζόμενον καὶ ἀποδύσασθαι ἐπιποθοῦντα τὴν δουλείαν καὶ ἐπιζητοῦντα τὴν ἐλευθερίαν καὶ ἐπικαλούμενον τὴν εὐεργεσίαν; Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται; Τίς ἔρχεται; Εὐχαριστῶ τῷ θεῷ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἵνα δείξῃ σοι ὅτι πρᾶσιν τῆς ἁμαρτίας λέγει τόν ποτε ὑπὸ τὸν νόμον, ἐλευθερίαν δὲ τῶν πεπραμένων τοὺς διὰ τῆς εὐαγγελικῆς χάριτος ἐξαγορασθέντας, λέγει· Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται; Εὐχαριστῶ τῷ θεῷ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας. Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με. Ὁρᾷς πῶς τὸν ἄνθρωπον τὸν ἐλευθερούμενον καὶ τὸν δουλεύοντα εἰσήγαγε; Καὶ οὐ περὶ ἑαυτοῦ μόνου φθέγγεται, ἀλλὰ περὶ πάσης ὁμοῦ τῆς ἀνθρωπότητος. Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. Καὶ πῶς ἠλευθερώθης; Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός. Ἐπειδὴ ὁ μὲν νόμος ἐκέλευε τὸ ἀγαθόν, ἡ δὲ σὰρξ οὐχ ὑπήκουσεν, ὡς πεπραμένη τῇ ἁμαρτίᾳ, ἃ μὴ ἠδυνήθη ὁ νόμος κατορθῶσαι διὰ τὴν ἀσθένειαν τῆς σαρκός, κατώρθωσε διὰ τῆς δυνάμεως τῆς σαρκὸς τοῦ Χριστοῦ. Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός – Οὐ γὰρ δι’ ἑαυτοῦ ἠσθένει ὁ νόμος, ἀλλὰ διὰ τῆς σαρκός. – ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοὺς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Ἀποδέδοται τοίνυν θεοῦ χάριτι τῶν ζητουμένων ἡ λύσις, ὅτι οὐ πατρὶ ἑαυτοῦ ταῦτα Παῦλος φθέγγεται, οὐδὲ τὴν ἑαυτοῦ συκοφαντεῖ ἐλευθερίαν, οὐχ ἑαυτὸν ὑπὸ τὴν ἁμαρτίαν τίθησιν, οὐδὲ πνευματικὸν καὶ σαρκικὸν ἑαυτὸν εἰσηγεῖται, ἀλλ’ ἔστησεν, ὥσπερ ἐν εἰκόνι, τῷ λόγῳ τὸν ὑπὸ τοῦ νόμου ἄνθρωπον, τὸν ἐν τῷ νόμῳ, τὸν μετὰ χάριν. Εἶτα ἐποίησεν εἰσελθεῖν εἰς ἐπίγνωσιν, τίς ἦν ὁ ἄνθρωπος ὁ πρὸ τοῦ νόμου, τίς ἐν τῷ νόμῳ, τίς μετὰ τὴν ἐν Χριστῷ ἐλευθερίαν. Ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας.

---

Severianus Gabalensis, In dictum apostoli: Non quod volo facio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg014.local001/.
