# In dictum apostoli: Non quod volo facio 5.1

Severianus Gabalensis, In dictum apostoli: Non quod volo facio, Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-dictum-apostoli-non-quod-volo-facio/5.1

Ἐνταῦθα λύεται καὶ τὸ ἕτερον ζήτημα. Λέγουσι γὰρ οὐκ Ἀπολινάριοι μόνον, ἀλλὰ καὶ Ἀρειανοὶ καὶ Εὐνομιανοί, ὅτι σάρκα μόνον ἀνέλαβεν ὁ σωτήρ, οὐχὶ δὲ καὶ ψυχήν. Καὶ οἱ μὲν ἐφιλοτιμήσαντο καὶ εἶπον ψυχὴν ἄνευ νοῦ, οἱ δὲ σάρκα μόνην τὸν σωτῆρα εἰληφέναι. Ἀποδέδεικται δὲ ἡμῖν διὰ τῶν προειρημένων τῇ προτεραίᾳ, ὅτι ἡ γραφὴ εἴωθε τοῦ ἀνθρώπου μνημονεύειν, καὶ τὸν ἄνθρωπον ἀπὸ μέρους καλεῖν. Ποτὲ γὰρ ἀπὸ τῆς σαρκὸς τὸν πάντα ἄνθρωπον ὀνομάζει – Πρὸς σὲ πᾶσα σὰρξ ἥξει , ἀντὶ τοῦ πᾶς ἄνθρωπος. –, ποτὲ δὲ ἀπὸ ψυχῆς, ὡς ὅταν λέγῃ· Ἐν ἑβδομήκοντα πέντε ψυχαῖς κατῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον · ποτὲ δὲ ἀπὸ τῆς πνοῆς, ὡς τό, Πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον. Δεῖξον τοίνυν ποῦ τὴν σάρκα ἄψυχον ἡ γραφὴ λέγει· Ἐὰν δὲ ὅλως τελευτήσῃ, οὐκέτι σὰρξ λέγεται, ἀλλὰ σῶμα νεκρόν. Ἕως γὰρ ἔχει τὴν ζωτικὴν δύναμιν καὶ ζῇ, σὰρξ ὀνομάζεται. Νεκρωθεῖσα δέ, σὰρξ μὲν οὐ καλεῖται, σῶμα δὲ προσαγορεύεται. Σῶμα γὰρ πᾶν ἄψυχον· καὶ λίθος σῶμα καὶ ξύλον σῶμα, καὶ πνεῦμα ὃ μὴ ἔχῃ ψυχὴν σῶμα λέγεται. Εἰπὲ δέ μοι, διὰ τί μὴ ἀνέλαβε τὴν ψυχήν; Ἦλθε γάρ φησιν αὐτὸς δι’ ἑαυτοῦ σῶσαι, οὐ χρείαν δὲ εἶχε τῆς ἡμετέρας ψυχῆς. Διὰ τί οὖν τὴν σάρκα ἀνέλαβεν; Ἐπειδὴ οὐκ ἠδύνατο φανῆναι ὡς θεός, ἀνέλαβε τὴν σάρκα, ἵνα δι’ αὐτῆς πιστεύσηται. Οὐκοῦν οὐκ εἶχε ψυχὴν ἡ σάρξ; Πῶς οὖν ἐπείνασε; πῶς ἐδίψησε; πῶς ἐκοπίασεν Εἰ γὰρ τὴν ψυχὴν ἐκβαλὼν τὸν θεὸν εἰσάγεις καὶ τὴν πεῖναν καὶ τὴν δίψαν ἐπ’ ἐκεῖνον φέρεις. Ἄλλως τε, ἀδελφοί, εἰ μὴ ἦν καὶ θεὸς λόγος καὶ ἔμψυχος ἄνθρωπος τὸ σκεῦος τῆς ἀνθρωπότητος τὸ ἑνωθὲν αὐτῷ, ἀλλὰ μόνη ἦν ἡ θεότης ἐν σαρκί, περὶ ποίας ὁ σωτὴρ ἔλεγε ψυχῆς· Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. Εἰ θεότης ἦν μόνη, ψυχὴ δὲ οὐκ ἦν, τίς ὁ παραθέμενος καὶ τί τὸ παρατεθέν; Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου , τουτέστι, τὴν ψυχήν. Εἰ μόνην εἰσηγῇ τὴν θεότητα ἐν τῇ σαρκί, τὴν ψυχὴν δὲ ἐκβάλλεις, τίς ὁ παραθέμενος καὶ τί τὸ παρατεθέν; Ἀλλ’ ὁ σκοπὸς τῶν αἱρετικῶν δῆλος. Διὰ τοῦτο γὰρ ψυχὴν λέγουσιν μὴ ἀνειληφέναι τὸν κύριον ἵνα πάντα τὰ ταπεινὰ τῶν ῥημάτων εἰς τὴν θεότητα ἑλκύσωσιν· ἵν’ ὅταν ἀναγνῶσιν· Ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ὅτι ὁ πατήρ μου ἐντολήν μοι δέδωκε, τί εἴπω καὶ τί λαλήσω , μηκέτι τῇ ἀνθρωπότητι, ἀλλὰ τῇ θεότητι ἐπιγράψωσιν. Εἶδες εἰς ὅσον βυθὸν ἀσεβείας ἐξολισθαίνουσι; Ποῖόν ἐστι τὸ πνεῦμα ὁ λέγει· Εἰς χεῖράς σου παρατίθημι ; κἂν βιάσωνται, οὐχ εὑρίσκουσι. Λύεται γὰρ δι’ ἑτέρων, ὅτι τὸ πνεῦμα τὴν ψυχὴν ἐκάλεσεν. Ἄκουε Στεφάνου λέγοντος ἐν τῷ μαρτυρίῳ· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου. Ὅτι τὸ πνεῦμα ἡ ψυχή ἐστι Στέφανος μαρτυρεῖ. Τίς οὖν ὁ παρατιθέμενος τὸ πνεῦμα καὶ τί ᾧ παρετέθη τὸ πνεῦμα; Περὶ ποίας δὲ διαλέγεται οὐσίας; Εἰς ἣν οἱ ἀπόστολοι τὴν προφητείαν ἕλκουσιν· Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου. περὶ θεοῦ ἦν ὁ λόγος; Θεὸς οὐ καταλιμπάνεται εἰς ᾅδου. Κατεῖχε ᾅδης θεόν; Κατεῖχε τὴν ζωοποιὸν δύναμιν ἡ διαφθορά; Οὐκ ἤκουσας Παύλου λέγοντος, καθότι οὐκ ἦν δυνατὸν τὴν ζωὴν ὑπὸ τῆς φθορᾶς κατέχεσθαι; Τὴν ζωὴν τὸ σῶμα λέγει. Εἰ δὲ τὸ σῶμα ζωή, κατείχετο ἡ ζωὴ θανάτῳ; Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου. Ὅλην πεσοῦσαν τὴν ὅλην ἤγειρεν. Ὅλον πεσόντα τὸν ἄνθρωπον ὅλον ἀνεκαίνισεν. Ἀλλ’ ἐὰν εἴπῃς, φησι, Τέλειον ἄνθρωπον ἀνεκαίνισε, ποίαν διαφορὰν αὐτῷ δίδως παρὰ τοὺς ἀποστόλους; Καὶ γὰρ ἐν ἐκείνοις ἐγένετο ὁ θεός. Ἀλλ’ ἕτερόν ἐστιν ἐνοικῆσαι καὶ ἄλλο ἀναλαβεῖν καὶ ἑνωθῆναι. Περὶ ἡμῶν εἴρηται· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. Τῆς ψυχῆς λέγει τὴν ἁπλότητα, τὴν ἀρετὴν τῆς ψυχῆς ὑποτίθεται, ᾗ ἐπαναπαύεται θεὸς καὶ ἐμπεριπατεῖ. Ἐπεὶ δὲ τοῦ Χριστοῦ αὐτοῦ τὸ σῶμα ἐκ κοιλίας ἑνωθὲν ναὸς ἐγένετο, οὐ κατὰ προκοπὴν πολιτείας ἐδέξατο θεὸν ἐνοικοῦντα, ἀλλ’ ἅμα ναὸς κατεσκευάσθη, ἅμα θεὸς ἐνῴκησε. Ναὸς οὖν ἦν τοῦ ἑνωθέντος Χριστοῦ τὸ σῶμα. Διὰ τοῦτό φησι· Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ὢ τῆς ἀτοπίας τῶν πάντα τολμώντων ἀδεῶς. Ἀλλὰ ταῦτα μὲν πρὸς αἱρετικοὺς τοὺς λέγοντας ψυχὴν καὶ σῶμα καὶ πνεῦμα καὶ βιαζομένους τὸ ἀποστολικὸν ῥῆμα τὸ λέγον· Ὁ θεὸς φυλάξει ὑμῶν τὸ σῶμα καὶ τὴν ψυχὴν καὶ τὸ πνεῦμα. Ἐκεῖνο ἀναγκαῖον εἰπεῖν· Πνεῦμα νομίζουσι τὸν νοῦν. Εἰ τοίνυν τὸ πνεῦμα ὁ νοῦς ἐστι, διὰ τί ὁ ἀπόστολος λέγει· Ψαλῶ τῷ πνεύματί μου, ψαλῶ καὶ τῷ νοΐ ; Εἰ γὰρ τὸ αὐτὸ πνεῦμα καὶ νοῦς, διὰ τί μερίζει Παῦλος λέγων· Ψαλῶ τῷ πνεύματι, ψαλῶ καὶ τῷ νοΐ ; Εἰ τὸ πνεῦμα νοῦς, διὰ τί νοῦν παρὰ τὸ πνεῦμα ἕτερον λέγει; Ἀλλ’ ἐπειδή φησιν οὐ κατεδέξω οὕτως, ἑρμήνευσον ὡς φρονεῖς. Τί ἐστιν ὃ λέγει Παῦλος· Ὁ θεὸς φυλάξει ὑμῶν τὸ σῶμα καὶ τὴν ψυχὴν καὶ τὸ πνεῦμα ; Πνεῦμα ἔθος τῇ γραφῇ καλεῖν τὸ χάρισμα τοῦ ἁγίου πνεύματος. Παρακαλῶ, συναγωνίσασθέ μοι τῷ καμάτῳ. Οὐ γὰρ μικρὸν πρᾶγμα αἱρετικὴν ἄκανθαν ἐκκόψαι. Πνεῦμα ἔθος τῇ γραφῇ καλεῖν τὸ χάρισμα τοῦ ἁγίου πνεύματος. Οἷον ἐάν τις λάβῃ πνεῦμα σοφίας ἢ πνεῦμα γνώσεως αὐτὸ τὸ δῶρον τοῦ πνεύματος καλεῖται πνεῦμα. Λέγει Παῦλος· Ἐπεὶ ζηλωταὶ πνευμάτων ἐστέ , ἀντὶ τοῦ χαρισμάτων πνευματικῶν. Οὐ γὰρ πολλὰ πνεύματα. Ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, ἔτι καθ’ ὁδὸν ὑπερβολὴν ὑμῖν δείκνυμι . Δείκνυμι, φησίν, ὑμῖν τίνα ὀφείλετε τῶν χαρισμάτων ζητεῖν. Καλεῖται τοίνυν πνεῦμα ἡ τοῦ πνεύματος χάρις· οὐκ αὐτὴ ἡ οὐσία τοῦ πνεύματος, ἀλλ’ ἡ ἐνέργεια τοῦ πνεύματος. Ταῦτα δὲ πάντα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ πνεῦμα . Ἐνέργεια πνεύματος τὸ πνεῦμα, τουτέστι τὸ χάρισμα· οὐκ αὐτὴ ἡ οὐσία τοῦ πνεύματος. Καλῇ σὺ πνευματικὸς καὶ καλεῖται τὸ παρὰ σοὶ χάρισμα πνεῦμα. Λέγει οὖν ὁ ἀπόστολος· Ὁ θεὸς φυλάξει ὑμῶν τὸ σῶμα καὶ τὴν ψυχὴν καὶ τὸ χάρισμα, ὃ ἐλάβετε ἀπὸ τοῦ πνεύματος; Πάλιν τὸ πνεῦμα χάρισμα λέγει. Τὸ δὲ χάρισμα διὰ σπουδῆς αὔξεται καὶ δι’ ἀμελείας ἀπόλλυται. Ὁ ἀπόστολος λέγει· Τὸ πνεῦμα μὴ σβέννυτε. Οὔτε τὴν οὐσίαν τοῦ πνεύματος σβέσαι δυνατόν, οὔτε τὸν νοῦν τὸν κατὰ φύσιν ὄντα. Ἀλλ’ ἐπειδὴ τὴν χάριν ἐν μὲν τῇ σπουδῇ αὔξομεν, ἐν δὲ τῇ ῥᾳθυμίᾳ σβεννύομεν, λέγει· Τὸ χάρισμα, ὃ ἐλάβετε, μὴ σβέννυτε. Πνεῦμα τοίνυν καλεῖ τοῦ πνεύματος τὴν ἐνέργειαν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν· ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Severianus Gabalensis, In dictum apostoli: Non quod volo facio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg014.local001/.
