# In filium prodigum 12.1

Severianus Gabalensis, In filium prodigum, Section 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-filium-prodigum/12.1

Ἀνάγνωθι τὰ ὑπομνήματα. Διὰ τί περὶ ὧν οὐκ οἶδας φιλονεικεῖς; Ὅταν θέλῃς ἀρχαίων πραγμάτων ἱστορίαν ἢ δίκην ἐξιχνεῦσαι, οὐ τὰ ὑπομνήματα λαμβάνεις τὰ ἀρχαῖα καὶ μανθάνεις τίνα μὲν τὰ ῥήματα τῶν κατηγορουμένων, τίνα δὲ τῶν συνηγορούντων καὶ τῶν ἀπολογουμένων, τίνα δὲ τὰ τοῦ δικαστοῦ καὶ τὴν ψῆφον ἐπάγοντος, καὶ οὕτω τὰ λήθῃ χωσθέντα ἀνανεοῦσαι τῇ μνήμῃ τῆς ἀναμνήσεως; Ἀνάγνωθι οὖν τὰ ὑπομνήματα τῆς ἀρχαίας ἱστορίας. Ὅτε ἐκάθισεν ὁ κριτὴς τῆς ἀληθείας, μᾶλλον δὲ ὅτε πρὸς τὸν κατάκριτον ἦλθεν ἐν σχήματι φίλου ὁ ἰατρὸς τῶν ἡμετέρων πταισμάτων, τί φησι πρὸ αὐτόν; Ἀδάμ, ποῦ εἶ; Καὶ τί εἶπεν Ἀδάμ; Τῆς φωνῆς σου ἤκουσα, καὶ ἐκρύβην, ὅτι γυμνός εἰμι. Τί οὖν ὁ τὰ πάντα εἰδώς; Σχηματίζεται ἄγνοιαν καὶ λέγει· Καὶ τίς σοι εἶπεν ὅτι γυμνὸς εἶ; εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες; Δείκνυσι ὅτι πάντων, ὡς εἰπεῖν, ἔλαβε τὴν ἀφθονίαν καὶ οὐ τὸ στενὸν τῆς ἀπολαύσεως ἤγαγεν αὐτὸν εἰς τὴν παράβασιν. Τί οὖν πρὸς ταῦτα ὁ ἐγκαλούμενος; Ἡ γυνὴ ἣν ἔδωκας μετ’ ἐμοῦ, αὕτη μοι ἔδωκεν. Ὁ Ἀδὰμ τῇ γυναικὶ ὑπογράφει τὸ ἁμάρτημα καὶ σὺ τὸ δένδρον περιγράφεις τὴν κατηγορίαν; Ὁ ἐγκαλούμενος οὐκ ἠδυνήθη τι ψεύσασθαι· οὐχ εὑρίσκει τινὰ ἀποφυγὴν ἔξω τῆς ἀληθείας· οὐκ ἐπέγραψε τῷ δημιουργῷ τὴν αἰτίαν, ἀλλὰ τῆς γυναικὸς κατηγόρησε καὶ σὺ κατηγορεῖς πραγμάτων, ὧν οὐκ οἶδας τὴν δύναμιν; Καὶ τί πρὸς τὴν Εὔαν ὁ θεός; Τί τοῦτο ἐποίησας; Ἡ δὲ πρὸς τὴν ἐρώτησιν τὴν αἰτίαν ἀποκρίνεται· Ὁ ὄφις ἠπάτησέ με. Μὴ ἥψατο τῆς δημιουργίας; Μὴ διέβαλε τὸν πλάσαντα; Μὴ εἶπε· Διὰ τί γὰρ ἡμᾶς ἐποίησας; Διὰ τί γὰρ ἀπὸ τοῦ δένδρου ἐκώλυσας; Ἡ ὑποκειμένη τοῖς ἐγκλήμασιν οὐχ εὑρίσκει τι ψεύσασθαι. Φίλον γὰρ τοῖς ἐγκαλουμένοις καὶ τὰ μὴ ὄντα πλάττεσθαι πρὸς ἀποφυγὴν τῶν ἐγκλημάτων. Ἡ ὑποκειμένη οὖν τοῖς ἐγκλήμασιν οὐχ εὗρεν ἄλλην ἀποφυγήν· καὶ σύ, ἃ μὴ προσήνεγκαν οἱ κατάδικοι προσφέρεις εἰς θεοῦ κατηγορίαν; Ἀλλὰ πάλιν ἐπὶ τὸ προκείμενον ἐπανάξω τὸν λόγον Ἀδὰμ ποῦ εἶ; Ἐπειδὴ εἶδεν, ὅτι τοῖς ἁμαρτάνουσι φράττεται τὰ στόματα, καὶ οὐκ ἔχει παρρησίαν ὁ ἁμαρτάνων ἐν σχήματι τῆς ἐρωτήσεως ἀνοίγει αὐτῷ ὁδὸν ἀπολογίας. Παραβὰς ἐκρύβην· ἀκούσας τῆς φιλανθρωπίας τῆς σῆς, δέσποτα, πρὸς τὴν ἀπολογίαν προῆλθον. Καὶ βλέπε τὸν δικαιοκριτήν. Οὐκ ἐξετάζει εὐθέως τὴν ἁμαρτήσασαν, ἀλλὰ τὸν ἀπατηθέντα. Καὶ εἰκότως. Βαρύτερον ἂν ἐγένετο τὸ δικαστήριον, εἰ τῶν ὑπευθύνων πρῶτον ἥψατο. Ἀλλ’ ἄρχεται ἀπὸ τοῦ δυναμένου κἂν μικρὰν εὑρεῖν ἀπολογίαν, ὅτι παρ’ ἄλλου προσώπου ἀπάτην ἐδέξατο. Ἀπὸ τοῦ ἀνδρὸς οὖν ἐπὶ τὴν γυναῖκα χωρεῖ καὶ λέγει· Τί τοῦτο ἐποίησας; Ἡ δὲ πρὸς τὸν δεσπότην· Ὁ ὄφις ἠπάτησέ με. Ὁ ὄφις ἠπάτησε; Χώραν εἶχεν ἡ ἀπάτη, εἰ μὴ προλαβοῦσα ἡ ἐντολὴ ἀπέκλεισε τὴν πλάνην. Εἰ μὴ ἔφθην εἰπών ὅτι ἐν ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ ξύλου, θανάτῳ ἀποθανεῖσθε, εἶχε χώραν ἡ ἀπάτη. Διὰ τί μὴ ὁ τοῦ θεοῦ ἠκολούθει λόγος, ἀλλ’ ὁ τῆς ἀπάτης ἐδέχθη; οὕτως ὁ δημιουργὸς ἀναίτιος ἦν, ὁ δὲ παραβὰς ὑπεύθυνος.

---

Severianus Gabalensis, In filium prodigum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg006.local001/.
