# In filium prodigum 15

Severianus Gabalensis, In filium prodigum, Section 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-filium-prodigum/15

Ἀλλ’ ἀντιτείνουσι πάλιν καὶ ἕτερον ζητοῦσι ζήτημα. Διὰ τί φησιν τὸ δένδρον ἐκάλεσε γνωστὸν καλοῦ καὶ πονηροῦ , εἰ μὴ πάντως φύσιν τινὰ τοιαύτην ἠβούλετο γνωρίσαι τοῦ φυτοῦ τὸ θεῖον γράμμα; Μὴ συκοφάντει ἁπλῶς, ἄνθρωπε, τὴν ἀλήθειαν. Τὸ γὰρ δένδρον τοῦ καλοῦ καὶ πονηροῦ οὐ φύσιν ἐγέννησεν, ἀλλ’ ὑπόθεσιν ἤνεγκε, καὶ ἐκαλεῖτο τῇ προσηγορίᾳ τοιαύτῃ, οὐκ ἐπειδὴ τοῦτο εἶχε κατὰ φύσιν, ἀλλ’ ἐπειδὴ τοῦτο ἐπετέλει κατὰ τὴν ἀπόφασιν. Τί γὰρ ἐδίδαξε τὸν Ἀδὰμ ἡ γεῦσις; Ὅτι καλὸν τὸ ὑπακοῦσαι θεοῦ καὶ κακὸν τὸ παρακοῦσαι θεοῦ. Καὶ τοῦτό ἐστιν ἡ γνῶσις καλοῦ καὶ πονηροῦ καὶ οὐδὲν ἕτερον ὅλως. Ἐπεὶ ποίαν εὗρε γνῶσιν τῶν καλῶν ἐναβλέψας εὐθέως; Τί ἕτερον εἶδε καλόν; τὴν ἐλεημοσύνην; Τίνες γὰρ ἦσαν ἐκεῖ πένητες; Ἀλλὰ τί εἶδεν; Ὅτι καλὸν ἡ φιλανθρωπία; Ποίαν γὰρ εὗρεν ὑπόθεσιν φιλανθρωπίας; Τί οὖν εὗρεν; ὅτι καλὸν μὲν τὸ ὑπακούειν, κακὸν δὲ παρακούειν τοῦ εὐεργέτου. Τίς ταῦτα σαφηνίζει; Ἡ γραφὴ λέγει· Εἰ ἀπηγγέλη σοι, ἄνθρωπε, τί καλὸν ἢ τί κύριος ἐπζητεῖ παρὰ σοῦ, ἀλλ’ ἢ τὸ φοβεῖσθαι τὸν κύριον καὶ θεόν σου; Ὁρᾷς ὅτι καλὸν ὁ φόβος τοῦ θεοῦ· πονηρὸς δὲ τὸ παρακοῦσαι θεοῦ; Ἔφριξέ φησιν ὁ οὐρανὸς καὶ ἐξέστη ἡ γῆ, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαὸς μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος , καὶ τὰ ἑξῆς.

---

Severianus Gabalensis, In filium prodigum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg006.local001/.
