# In filium prodigum 16

Severianus Gabalensis, In filium prodigum, Section 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-filium-prodigum/16

Διὰ τί οὖν, φησίν, εἶπε· Μὴ ἅψη τοῦ δένδρου· ἐξ οὗ ἐὰν φάγῃς, μέλλεις γινώσκειν διὰ τῆς παραβάσεως τὸ καλὸν καὶ πονηρόν; Διὰ τί; Ἐγὼ σοι σαφηνίσω καὶ σύντομον ἀποδώσω λόγον. Φίλον ἀεὶ τῇ θείᾳ γραφῇ τοιαύτας διδόναι τοῖς πράγμασι προσηγορίας, οἵας ἂν καὶ τὰς ὑποθέσεις ἐνέγκωσιν. Οἷόν τι λέγω. Ὁ Ἰσαὰκ ὤρυξε φρέαρ· οἱ Φιλιστιαῖοι ἐλθόντες ἐμαχήσαντο περὶ τοῦ φρέατος καὶ εἰς ἑαυτοὺς περιεποιήσαντο φρέαρ, ἀλλοτρίους καρπούμενοι πόνους. Τί οὖν ὁ Ἰσαάκ; Ἐκάλεσε τὸ ὄνομα τοῦ λάκκου Ἐχθρίαν. Οὐχ ὁ λάκκος τὴν ἐχθρίαν εἰργάσατο, ἀλλ’ ἡ ὑπόθεσις ἡ περὶ αὐτοῦ ἐχθρίαν ἐποίησε. Καὶ διὰ τοῦτο φρέαρ ἐγένετο ἐχθρίας. Ἐποίησεν ἄλλο φρέαρ καὶ ἀφῃρέθη καὶ τοῦτο. Καὶ ἐκάλεσεν αὐτὸ φρέαρ Ἀδικίας , οὐχ ὅτι τὸ φρέαρ ἦν ἀδικίας, ἀλλ’ ἐπειδὴ ἡ ἀδικία περὶ τὸ φρέαρ ἔσχε τὴν ὕλην. Ὁμοίως καὶ οἱ ὑπηρέται τοῦ Ἰωὰβ καὶ τοῦ Ἀβεννὴρ περὶ τὴν κρήνην, ὡς ἴσασιν οἱ τὴν γραφὴν ἐπιστάμενοι, ἀλλήλους συγκροτούμενοι ἀλλήλοις ἐπεβούλευσαν καὶ ἐκλήθη ὁ τόπος Μερὶς τῶν ἐπιβούλων. Πάλιν ἐνταῦθα οὐχ ὁ τόπος τὴν ἐπιβουλὴν ἐγέννησεν, ἀλλ’ ἡ ὑπόθεσις ὄνομα τῷ τόπῳ δέδωκεν. Οὕτως οὖν καὶ ἐπὶ τὸν Ἀδάμ. Ἐπειδὴ ἐκ τῆς γενέσεως ἔμελλε λοιπὸν τὴν πεῖραν λαμβάνειν, ὅτι καλὸν τὸ ὑπακοῦσαι, κακὸν δὲ τὸ παρακοῦσαι, ἔλαβε τὸ δένδρον ἐκ τῆς ὑποθέσεως τὴν προσηγορίαν. Ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον.

---

Severianus Gabalensis, In filium prodigum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg006.local001/.
