# In filium prodigum 17.1

Severianus Gabalensis, In filium prodigum, Section 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-filium-prodigum/17.1

Γένοιτο δὲ ἡμᾶς ἀπὸ τοῦ ξύλου ἐκείνου φυγεῖν καὶ προσδραμεῖν τῷ ξύλῳ τῆς ζωῆς, τῷ φυτῷ τοῦ σταυροῦ, τῷ ἀνθήσαντι καρποὺς δικαιοσύνης, τῷ παρθενίαν βλαστήσαντι καὶ ἁγιωσύνην πηγάσαντι, καὶ καρποὺς διαφόρους ἀποτίσαντι, πολλοῖς καὶ διαφόροις κομῶντας τοῖς πλεονεκτήμασι, τῷ ἐν ταύτῃ τῇ πήξει τῇ αἰσθητῇ τοῦ ξύλου τὴν μεγίστην ἐκείνην καὶ ξένην σωτηρίαν, οὐχ ἣν ὁ σωτὴρ μυστικῶς ᾠκονόμησεν, ἀλλ’ ἣν ὁ λῃστὴς ἐκεῖνος προφανῶς ἀπεσύλησεν, ἡμῖν πρυτανεύσαντι. Ἐπειδὴ γὰρ ὁ Ἀδὰμ διὰ ξύλου ἐξωρίσθη τοῦ παραδείσου – Δίκαιος εἶ κύριε καὶ εὐθεῖς αἱ κρίσεις σου –· ὅτι διὰ μίαν ἁμαρτίαν ὁ Ἀδὰμ ἐξορίζεται καὶ διὰ μίαν πιστὴν ὁμολογίαν εἰσάγεται ὁ λῃστὴς εἰς τὸν παράδεισον, σταυροῦσαι μετὰ παρανόμων καὶ σώζεις παρανόμους. Λέγει πρὸς αὐτὸν ὁ λῃστής· Κύριε, μνήσθητι μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Καὶ ὁ μὲν λῃστὴς οὗτος οὐκ ἐπαύσατο λῃστεύειν, ἕως μετὰ τῶν ἄλλων καὶ αὐτὴν τὴν βασιλείαν ἐσύλησεν. Ἀλλ’ ὁ ἕτερος λῃστὴς ὀνειδίζει τῷ κυρίῳ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, καὶ σεαυτὸν σῶσον καὶ ἡμᾶς. Τὰ ῥήματα τοῦ λῃστοῦ ἀδελφά εἰσιν τῶν Ἰουδαϊκῶν. Καὶ γὰρ ἐκεῖνοι ἔλεγον· Εἰ υἱὸς εἰ τοῦ θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ , καὶ πιστεύομέν σοι. Ὁρᾷς τὰ τέκνα τοῦ διαβόλου πῶς σύμφωνον ἔχει τὴν μάθησιν τῆς ἀσεβείας; Σῶσόν φησι σαυτὸν καὶ ἡμᾶς. Τί οὖν ὁ μακάριος λῃστής; Συνηγορεῖ τῷ κυρίῳ καὶ λαμβάνει τάξιν κριτοῦ ὁ κατάκριτος καὶ ἄρχεται δικάζειν τῇ ἀληθείᾳ· Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν· καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν, ἀπολαμβάνομεν· οὗτος δὲ τί ἐποίησεν; Εἰπέ μοι, ὦ λῃστά, ἐπὶ Πιλάτου διὰ τί μὴ συντόμως ὡμολόγησας; Διὰ τί μετὰ μυρίας βασάνους τότε οὐκ εἶπας ἃ ἐποίησας; Ἄλλο ἦν ἄνθρωπος δικαστής· ἄλλο θεὸς δικαστής. Ἐκείνῳ ἐπειρώμην κρύπτειν τῷ μὴ εἰδότι τὰ ἐγκάρδια· τούτῳ οὐ κρύπτω ἐμβατεύοντι ταῖς καρδίαις. Διὰ τί οὐχ ὡμολόγησας ἐπὶ Πιλάτου συντόμως; Ὅτι ἐκεῖ τῇ ὁμολογίᾳ εἵπετο ἡ τιμωρία· ἐνταῦθα δὲ τῇ ὁμολογίᾳ ἕπεται ἡ σωτηρία· Λέγε γὰρ σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Ἦν οὖν ἰδεῖν τὸν σωτῆρα ἐν μέσῳ τῶν λῃστῶν ζυγὸν δικαιοσύνης. Ἦν οὖν ἰδεῖν ταλαντεύοντα πίστιν καὶ ἀπιστίαν καὶ δικαιοσύνην καὶ ἀδικίαν. Εἵλκυσε μέσον τὸ τῆς δικαιοσύνης κριτήριον· καὶ ὁ μὲν τῇ ἀπιστίᾳ ἐμβαρυνόμενος καθείλκετο· ὁ δὲ τῇ πίστει μετεωριζόμενος ἀνήγετο. Ἡμεῖς δή φησιν ἄξια ὧν ἐποιήσαμεν ἀπολαμβάνομεν· οὗτος δὲ τί; . Καὶ νῦν βλέπω φησὶν ἀδικίαν καὶ ξένην· δίκαιον μετὰ ἀδίκων σταυρούμενον καὶ τὴν εὐνομίαν μετὰ τῆς παρανομίας κολαζομένην. Ἡμεῖς μὲν ἄξια ὧν ἐποιήσαμεν ἀπολαμβάνομεν· οὗτος δὲ τί ἐποίησεν; Ἡμεῖς ἐποιήσαμεν φόνους καὶ ζῶντας ἐνεκρώσαμεν, οὗτος νεκροὺς ἐζωοποίησε καὶ θανάτου βίαν παρέλυσεν. Ἡμεῖς ἀλλότρια ἐσυλήσαμεν· οὗτος καὶ τὰ ἴδια διδόναι παρακελεύεται. Ἡμεῖς τοὺς οὐδὲν ἀδικήσαντας ἀπεκτείναμεν· οὗτος καὶ τοὺς ἐχθροὺς ἀγαπᾶν ἐδίδαξεν. Ἄδικος ἡ κρίσις. Εἶτα ἔργα τούτου κολάσεως ἄξια, τὰ ἡμέτερα ἀφέσεως ἄξια; Κρίνατε τὴν ἀλήθειαν. Ἡ κακία φευγέτω· ἡ δικαιοσύνη τιμάσθω. Ἀλλ’ ἐγενετο μὲν ταῦτα πονηρίᾳ Ἰουδαϊκῇ· ἐπληροῦτο δὲ μυσταγωγία προφητικὴ διαρρήδην περὶ τοῦ σωτῆρος φάσκουσα· Καὶ μετὰ ἀνόμων ἐλογίσθη ὁ δίκαιος. Ἀλλ’ ὁ μὲν μακάριος λῃστὴς οὕτως ἐφιλοσόφει· οὕτω τοὺς παρόντας ἐπαίδευε, δι’ ὧν τὸν ἕτερον ὠνείδιζεν. Ὡς δὲ εἶδε νεκρὰν τῶν παρόντων τὴν ἀκοήν, στρέφεται λοιπὸν ἐπὶ τὸν εἰδότα τὰ ἐγκάρδια καί φησι πρὸς τὸν κύριον· Κύριε, μνήσθητι μου ἐν τῇ βασιλείᾳ σου. Σταυρούμενον βλέπεις καὶ κύριον ὁμολογεῖς; καταδίκου σχῆμα ὁρᾷς καὶ βασιλέως ἀξίαν κηρύττεις; Καὶ τί θαυμάζομεν, ἀδελφοί, εἰ Παῦλος μετὰ τοσαύτην μυσταγωγίαν, μετὰ τοσαύτην πεῖραν θαυμάτων λεγει· Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν ; τοῦτο κηρύττει ὁ Παῦλος μετὰ τοσαύτην μυσταγωγίαν, μετὰ τὰ θαύματα, μετὰ τὰ σημεῖα, μετὰ μυρίας ἐνεργείας, μετὰ τὴν ἀνάστασιν, μετὰ τὴν ἀνάληψιν. Ὁ δὲ λῃστὴς ἀκμαζούσης τῆς φαινομένης ὕβρεως σταυροῦ πεπηγμένου. κύριον καλεῖ τὸν ἐσταυρωμένον καί φησι πρὸς αὐτόν· Κύριε, μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Τί ἐποίησας ἄξιον μνήμης; Τί δὲ οὐκ ἐποίησας ἄξιον τιμωρίας; οὐκ ἐφόνευσας; οὐκ ἔκλεψας; οὐκ ἐλῄστευσας; Μυρίοις κακοῖς ἐμπεφυρμένος ἀξιοῖς μνησθῆναί σου τῆς ἀδικίας τὴν πηγὴν τῆς δικαιοσύνης; Ναί, Κύριε, δίκαιος εἶ καὶ εὐθεῖς αἱ κρίσεις σου. Ἀντίδος μοι κατὰ τὴν δικαιοσύνην σου. Ἐγὼ εἶδόν σου τὴν φαινομένην ὕβριν καὶ τὸν σταυρὸν καὶ τὸ ὄνειδος τῶν παρανόμων· καὶ οὐ βλέπω τὴν φαινομένην ὕβριν, ἀλλὰ τὴν κρυπτομένην βασιλείαν. Ἐγὼ ἃ ὁρῶ παρορῶ· σὺ οὐ παρορᾷς μου τὰ φαινόμενα πταίσματα καὶ ἀποδέχῃ τὴν πίστιν τῆς διανοίας; Μνήσθητί μου, κύριε. Ὢ τῆς δικαίας κρίσεως. Μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου. Οὐκ ἔστι δίκαιον, κύριε, τὸν μὲν διάβολον ἕνα τῶν μαθητῶν ποιῆσαι προδότην· ἀπὸ δὲ τῶν μαθητῶν τοῦ διαβόλου σε μὴ μεταβαλεῖν εἰς εὐαγγελιστήν. Τὸν μαθητὴν τῆς ἀληθείας ἥρπασεν ἡ ἀδικία· τὸν μαθητὴν τῆς ἀδικίας οὐ μεταβαλεῖ ἡ ἀλήθεια;

---

Severianus Gabalensis, In filium prodigum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg006.local001/.
