# In filium prodigum 8

Severianus Gabalensis, In filium prodigum, Section 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-filium-prodigum/8

Καὶ ἐρῶ Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Ἄλλα τὰ ῥήματα τοῦ μετανοοῦντος καὶ ἄλλα τὰ ῥήματα τοῦ δεχομένου τὴν μετάνοιαν. Ὁ ἀπὸ ἁμαρτιῶν εἰς μετάνοιαν ἐρχόμενος, οὐ φαντάζεται βασιλείαν οὐρανῶν, οὐκ ἄξιον ἑαυτὸν κρίνει ζωῆς αἰωνίου, ἀλλὰ μόνην μίαν ἔχει προσευχὴν ῥυσθῆναι ἀπὸ γεέννης. Αὐτὸς μὲν οὖν μικρὰ προσδοκᾷ· ὁ δὲ θεὸς ἄφθονον αὐτῷ τὸν πλοῦτον τῆς εὐεργεσίας χαρίζεται. Ἀλλ’ ὢ τοῦ θαύματος. Ἐνενόησε μόνον τὴν μετάνοιαν καὶ ὁ πατὴρ εὐθέως ἔφθασε τῇ φιλανθρωπίᾳ. Οὐκ ἀνέμεινε δέξασθαι τὰ ῥήματα τῆς ἐξομολογήσεως, ἀλλὰ προέλαβε τὴν αἴτησιν, κατὰ τὸ εἰρημένον· Πρὶν ἐπικαλέσῃ με, ἐρῶ Ἰδοὺ πάρειμι. Εἶδε τὸν υἱὸν μακρόθεν ἐρχόμενον καὶ ὑπήντησεν αὐτῷ. Ὁρᾷς πῶς φθάνει ἡ φιλανθρωπία τὴν μετάνοιαν; Διὰ τοῦτο καὶ ὁ Δαυὶδ ἀποδυσάμενος τὴν νόσον τῆς ἁμαρτίας τῷ φαρμάκῳ τῆς μετανοίας καὶ εἰδὼς ὅτι φιλάνθρωπος ὢν προϋπαντᾷ τοῖς προσερχομένοις, παρακαλεῖ τὸν θεὸν λέγων· Ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἴδε , ὅτι γνησίως πρὸς σὲ ἔρχομαι, ὅτι μετὰ ἀληθείας τὴν μετάνοιαν ἐνδύομαι. Ἐδέξατο ὁ πατὴρ τὸν παῖδα· κἀκεῖνος πρὸς τὸν πατέρα· Ἥμαρτον, οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.

---

Severianus Gabalensis, In filium prodigum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg006.local001/.
