Ancient Greek
Section 1
Severianus Gabalensis, In Genesim sermo 1 1.1
Not analysed yet
Καλοὶ τῆς εὐσεβείας οἱ λειμῶνες, οὐ προσκαίροις χροιαῖς κομῶντες, ἀλλ’ οὐρανίοις ἄνθεσι βρύοντες. Ἄνθη δέ εἰσι τῆς εὐσεβείας, οἱ καρποὶ τῆς ἐνθέου πολιτείας. Αἱ γὰρ ἀρεταὶ ἀνάγουσιν ἡμᾶς εἰς τὸ θαυμαστὸν καὶ πρωτότυπον ἐκεῖνο κάλλος τὸ κατ’ εἰκόνα θεοῦ γεγενημένον καὶ καθ’ ὁμοίωσιν . Αὕτη τοίνυν ἡ κατ’ ἀρετὴν ὁμοίωσις ἵππον ἀντὶ ἀνθρώπου οὐκ ἐᾷ λέγεσθαι. Ταύτην οὖν ὅταν μεταδιώκωμεν, οὐκ ἔτι λύκος καὶ δράκων καὶ ὄφις καὶ σκορπίος ὀνομαζόμεθα, πρὸς τὴν τῶν ἀλόγων ὕβριν καταφερόμενοι· ἀλλ’ εἰκὼν θεοῦ θαυμαστὴ καὶ τιμία, τὸ πρωτότυπον κάλλος τοῦ χαρακτῆρος σώζουσα, καὶ ἐσμέν, καὶ λεγόμεθα, καὶ πιστευόμεθα. Δεσπότης ἐγένου τῶν ἀλόγων· μὴ μιμοῦ τῶν οἰκετῶν τὰ ἤθη· οὐκ ἐπειδὴ φαῦλα τὰ ἄλογα· οὐδὲν γὰρ παρὰ τοῦ ἀγαθοῦ κακὸν ἐκτίσθη. Μὴ γάρ τις νομιζέτω ἐν χώρᾳ κακίας τὰ ἄλογα τάττεσθαι, διὰ τὸ εἰκόνα κακίας παρῆχθαι τῶν μὴ κατ’ ἀρετὴν βιούντων. Εἰ γὰρ τοῦτο, πῶς εἶπεν ἡ γραφὴ καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλά ,καὶ οὐχ ἁπλῶς καλά, ἀλλὰ καὶ καλὰ λίαν ; Ὁπότε οὖν τὰ γεγονότα εἰς εἰκόνα κακίας παρήχθησαν ὁ γὰρ λέων εἰκὼν τοῦ τυράννου, καὶ ὁ ὄφις τοῦ σκολιοῦ καὶ τοῦ πονηροτάτου τὸν τρόπον, καὶ ὁ σκορπίος τοῦ πλήκτου, καὶ ὁ λύκος τοῦ ἁρπακτικοῦ, ποῦ ἂν εἴη καλὰ τὰ γενόμενα, φησίν, οὕτω προφανῶς εἰς εἰκόνα κακίας παραλαμβανόμενα; Δεῖ δὲ εἰδέναι τοὺς φιλομαθεῖς, ὅτι ταῦτα τῇ οἰκείᾳ φύσει κακὰ οὔτ’ ἔστιν, οὔτε λέγεται, ἀλλὰ τοῖς ἀλόγοις πρέπουσα κατάστασις. Ἐπειδὰν δὲ ἔλθῃ εἰς τὴν λογικὴν φύσιν, ὑβρίζει τὴν θέαν καὶ ἀμβλύνει τὴν λογικὴν ἐλευθερίαν. Ἔλαβες, ἄνθρωπε, τὴν δεσποτικὴν ἀξίαν· μὴ τὴν ἄτιμον καὶ δουλοπρεπῆ τῶν ἀλόγων μεταδίωκε τάξιν· ὑβρίζεις γὰρ σαυτόν, μιμούμενος τῶν ἀλόγων τὴν θηριωδίαν· οὐχ ὡς τῶν ἀλόγων κακῶν ὄντων, ἢ λεγομένων, ἀλλ’ ὡς τῆς ἀτίμου καὶ δουλοπρεποῦς εἰκόνος οὐ πρεπούσης τοῖς ἐλευθέροις. Ὥσπερ γάρ τις ἀνὴρ ἐπίσημος καὶ ἐπίδοξος, ἐὰν ἐνδύσηται ἢ περιβάληται δούλου στολήν, ὑβρίζεται καὶ καταισχύνεται, οὐχ ὡς τῆς ἐσθῆτος οὔσης φαύλης καὶ ῥυπαρᾶς, ἀλλ’ ὡς δούλῳ μὲν πρεπούσης, ἐλευθέρῳ δὲ μὴ ἁρμοττούσης· οὕτως ἐὰν ἦθος σκορπίου καὶ λύκου ἀναλάβῃς, οὐχ ἡ φύσις τῶν ἀλόγων διαβάλλεται, ἀλλ’ ἡ σὴ κατάστασις ὑβρίζεται ἡ δεσποτείαν λαχοῦσα, καὶ τὰ δούλου μεταδιώκουσα. Ταῦτα δέ μοι ἀναγκαίως παρῆκται, ἵνα μηδεὶς εἰς ὕβριν τῆς δημιουργίας ἐκλάβῃ τὰ εἰρημένα, ὡς τοῦ θεοῦ φαῦλόν τι πεποιηκότος· πάντα γὰρ ἀληθῶς καλά καὶ καλὰ λίαν ,ἐὰν τὴν οἰκείαν φυλάττῃ τάξιν καὶ τὸν οἰκεῖον μεταδιώκῃ νόμον. Ἵνα δὲ μάθῃς, ἀγαπητέ, ὅτι οὐδὲν φαῦλον γεγένηται παρὰ τοῦ θεοῦ κατὰ φύσιν, ἐδίδαξεν ἡμᾶς ὁ θεὸς καὶ τῶν ἀλόγων τούτων εἰκόνα λαμβάνειν. Ὑπέθηκε γάρ τινα μιμεῖσθαι τῶν ἀλόγων πλεονεκτήματα, ἵνα μὴ διαβάλλωμεν εἰς κακίαν τὰ γεγονότα, οὐ καθόλου τὴν φύσιν, ἀλλ’ ὅσα ἁρμόζει λογικῇ καταστάσει. Ἢ οὐκ ἤκουσας σήμερον τοῦ Παροιμιαστοῦ λέγοντος· Πορεύθητι πρὸς τὸν μύρμηκα, ὀκνηρέ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ ; Οὐ συνῆκας πῶς τὴν τοῦ μύρμηκος φιλοπονίαν ὑποθέμενος, εἰς ἄοκνον ἡμῶν προθυμίαν ἐπαιδαγώγησεν; Οὐκ ἐδιδάξαμέν σε ῥητῶς ἀπὸ μὲν τοῦ μύρμηκος τὸ ἄοκνον, ἀπὸ δὲ τῆς μελίσσης τὸ φιλότεχνον; Ἔστι γάρ, ἔστιν, ὡς ἔφθην εἰπών, ἀπανθήσασθαί τινα καὶ τῶν ἀλόγων πλεονεκτήματα ἁρμόζοντα λογικῇ καταστάσει· πλήν γε ταῦτα πρὸς ἡμετέραν λέγονται αἰσχύνην καὶ ὄνειδος. Ἐπειδὴ γὰρ θεὸν οὐκ ἐμιμήσω, μίμησαι, φησί, τὸν μύρμηκα. Οὐκ εἶδές ποτε πατέρα γνήσιον ἐπιτιμῶντα τὰ τέκνα, καὶ μετὰ πολλὴν παιδείαν εἰς μίμησιν αὐτὰ οἰκετῶν ἀνάγοντα, καὶ ταῦτα προφανῶς λέγοντα· Μίμησαι κἂν τὸν οἰκέτην, ὑποδεέστερον μὲν τῇ ἀξίᾳ, ὑπερέχοντα δὲ τῇ ἐπιστήμῃ; Ὅθεν ὁ φιλάνθρωπος θεὸς εἰς ἔνδειξιν τῆς ἡμετέρας ἀγνωμοσύνης προσφέρει τὸν μύρμηκα ἐλέγχοντα ἡμῶν τὸν ὄκνον, καὶ τὴν μέλιτταν ἐλέγχουσαν ἡμῶν τὴν ῥᾳθυμίαν. Καὶ δῆλον ἐκ τούτων, ὅτι οὐδὲν κακὸν ἐγένετο παρὰ τοῦ θεοῦ, ἀλλ’ ἔδωκέ σοι αἴσθησιν καὶ νοῦν διακριτικόν, φεύγειν μὲν τῶν ἀλόγων τὰ ἤθη, ἁρπάζειν δὲ αὐτῶν τὰ πλεονεκτήματα. Δύναται γὰρ καὶ ὁ λέων εἰκὼν εἶναι ἀρετῆς, ὅταν μὴ εἰς τυραννίδα τὴν εἰκόνα, ἀλλ’ εἰς ἀνδρείαν ἐκλάβῃς· ἄλλο γάρ ἐστι τυραννίς, καὶ ἕτερον ἀνδρεία. Διὰ τοῦτο καὶ ἡ γραφὴ τὸν ἐκ τοῦ Ἰούδα μέλλοντα ἀνατέλλειν εὐαγγελιζομένη σωτῆρα, φησί· Σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος. Ὅρα πηλίκην ὁ θεῖος λόγος ὁμοιότητα κατασκευάζει ἐκ τῶν τοῖς ἀλόγοις προσόντων πλεονεκτημάτων. Ἔστι τοίνυν μιμεῖσθαι λέοντα μετὰ συνέσεως· ἔστι δὲ μιμεῖσθαι καὶ ὄφιν, οὐκ ἐν τῷ ἰοβολεῖν, ἀλλ’ ἐν τῷ σύνεσιν ἀναλαμβάνειν καθὼς καὶ ὁ σωτὴρ τοῖς ἀποστόλοις φησί· Γίνεσθε φρόνιμοι, ὡς ὁ ὄφις. Ὅθεν, εἰ φαῦλον ἦν τὸ κτίσμα, οὐκ ἂν εἰς μίμησιν τοῦ φαύλου προσεκαλεῖτο τὴν ἑαυτοῦ εἰκόνα γίνεσθε λέγων φρόνιμοι, ὡς ὄφις . Μίμησαι τοῦ ὄφεως μὴ τὸν ἰόν, μὴ τὸν θυμόν, ἀλλὰ τὴν σύνεσιν. Ἐὰν γὰρ τὸν ἰὸν μιμήσῃ, καταβοᾷ σου Δαυὶδ κατηγορῶν καὶ λέγων· Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως· ἐὰν δὲ τὴν σύνεσιν αὐτοῦ μιμήσῃ, μαθητὴς γίνῃ Χριστοῦ τοῦ εἰπόντος γίνεσθε φρόνιμοι ὡς ὁ ὄφις . Ἐπειδὴ γὰρ ὁ ὄφις φρονιμώτερός ἐστι πάντων τῶν θηρίων ,ὡς ἀρτίως ὑπανεγνώσθη, ἀντέθηκε τῇ φρονήσει φρόνησιν, οὐχ ἵνα μάθῃς δόλον ποιεῖν, ἀλλ’ ἵνα μάθῃς δόλον ἐκκλίνειν.