# In Genesim sermo 1 2.1

Severianus Gabalensis, In Genesim sermo 1, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-genesim-sermo-1/2.1

Βούλεται γὰρ ἡμᾶς ὁ φιλάνθρωπος θεὸς οὐχὶ κακούργους εἶναι, ἀλλὰ πανούργους· ἕτερον δέ ἐστι τὸ πανοῦργον, καὶ ἕτερον τὸ κακοῦργον. Πανοῦργος τοίνυν ἐστὶν οὐκ εἰς τὸ μελετᾶν κακίαν, ἀλλ’ εἰς τὸ φεύγειν κακίαν. Καὶ κέχρηται τῇ πανουργίᾳ οὐκ εἰς τὸ μηχανορραφεῖν καθ’ ἑτέρων, ἀλλ’ εἰς τὸ τὰ ὑφ’ ἑτέρων πλεκόμενα διαφεύγειν. Κακοῦργος δέ ἐστιν ὁ φονεύς, ὁ δόλιος, ὁ ἑτέροις κακὰ τεκταινόμενος. Τοιοῦτος φρόνιμος ὁ Ἰακώβ, φρόνιμος ὡς ὁ ὄφις, οὐκ ἰοβόλος ὡς ὁ ὄφις. Ὅτε γὰρ ἔμελλε συμβάλλειν τῷ ἀδελφῷ αὐτοῦ Ἡσαὺ κακίας γέμοντι καὶ φονοκτονίας, παρεκάλει τὸν θεὸν λέγων Κύριε, ῥῦσαί με ἀπὸ τοῦ ἀδελφοῦ μου Ἡσαύ, ὅτι φοβοῦμαι αὐτὸν πάνυ , καὶ ἱκέτευε τὸν θεόν, ὡς κατὰ πονηροῦ τὴν εὐχὴν τιθέμενος. Ὅτε δὲ συνήντησε τῷ ἀδελφῷ, ἠθικότητι καὶ κολακείᾳ τὸν θυμὸν ἡμέρωσε, καὶ τὴν πονηρίαν ἔσβεσε. Τί γάρ φησι πρὸς τὸν Ἡσαύ; Εἶδόν σου τὸ πρόσωπον, ὡς εἴ τις ἴδοι πρόσωπον θεοῦ. Καὶ εἰ μὲν ἔλεγεν ὁ Ἰακὼβ ταῦτα, ἵνα διὰ τῆς ἀπάτης νικήσῃ τὸν ἀδελφόν, κακῶς ἐλάλει· εἰ δὲ εἶπεν, ἵνα τὸν φόβον ἐκφύγῃ, καλῶς ἐχρήσατο τῇ πανουργίᾳ. Γίνεσθε οὖν φρόνιμοι ὡς ὁ ὄφις · μὴ θυμώδεις, μὴ ἰοβόλοι, ἀλλὰ φρόνιμοι, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί . Ἔστι δὲ τὴν περιστερὰν καὶ εἰς κακίαν καὶ εἰς ἀρετὴν ἐκλαβεῖν. Καί ὅπως, ἄκουε· Ἐὰν ᾖς ἀλόγιστος καὶ ἀδιάκριτος, καὶ κακίας ἔμπειρος μόνον, διαβάλλει σε ἡ γραφὴ ὡς ἀσύνετον. Ἐφραὶμ γάρ φησιν ὡς περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν. Ἐὰν οὖν τὸ ἄνουν φυγὼν τὸ ἀκέραιον κατορθώσῃς, ἔχεις τὴν σύνεσιν τελείαν, οὐ συμμιγνὺς αὐτῇ τῇ κακίᾳ· καὶ ἀκούεις παρὰ τοῦ κυρίου· Γίνεσθε φρόνιμοι ὡς ὁ ὄφις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Μὴ τοίνυν ἁπλῶς, ἀδελφέ, τὰς γραφὰς ἀναγίνωσκε, καὶ τὰς εἰκόνας εἰς κακίας ἐκλάμβανε παρ’ αὐτῆς, μερίζουσα τούτῳ μὲν τοῦτο, τούτῳ δὲ ἕτερον θέλεις οὖν μαθεῖν; Πρόσεχε ἀκριβῶς τοῖς λεγομένοις· Καλεῖ λέοντα ἡ γραφή· Σκύμνος γάρ φησι λέοντος Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων. Ὧδε τὸ ὡς λέων τὸ ἀνδρεῖον σημαίνει· καὶ γὰρ καὶ περὶ τοῦ δικαίου τὴν αὐτὴν τίθησιν εἰκόνα· Δίκαιος γάρ φησιν ὡς λέων πέποιθεν. Ἀνδρεῖος τοίνυν ὁ δίκαιος, οὐκ ἐν τῷ δρᾶν κακῶς, ἀλλ’ ἐν τῷ διαπτύειν τὰ παρὰ τῶν πονηρῶν ἐπαγόμενα. Καλεῖ καὶ τὸν σωτῆρα λέοντα, διὰ τὸ ἐκ βασιλικῆς εἶναι φυλῆς. Ὥσπερ γὰρ τῶν τετραπόδων ὑπάρχει βασιλεὺς ὁ λέων, οὕτω καὶ τῶν Ἰουδαίων ἐβασίλευσεν ἡ Ἰούδα φυλή, ἐξ ἧς ὁ σωτὴρ ἀνέτειλε. Καὶ μὴ νομίσῃς, ἀγαπητέ, ἀνάξιον εἶναι τοῦ Χριστοῦ τὸ εἰκόνι λέοντος ἀπεικάζεσθαι· σχηματίζει γὰρ ἡ γραφὴ τὴν εἰκόνα ταύτην καὶ ἐπ’ αὐτῆς τῆς θεότητος. Ἄκουε γοῦν οἷα ὁ προφήτης φησί· Λέων ἐρεύξεται καὶ τίς οὐ φοβηθήσεται; Κύριος ὁ θεὸς ἐλάλησε καὶ τίς οὐ προφητεύσει; Κατὰ τὸ δυνατὸν τοίνυν καὶ τὸ φοβερὸν καὶ τὸ βασιλικὸν λέοντι ἀπεικάζεται ὁ Χριστός. Καλεῖται δὲ καὶ ὁ διάβολος λέων, οὐχ ὡς δυνατός, οὐδ’ ὡς φοβερός, ἀλλ’ ὡς πλήκτης, ὡς τύραννος, ὡς ἀφανιστικός. Λέγει δὲ περὶ τούτου ὁ μακάριος Πέτρος ὁ ἀπόστολος· Ἰδοὺ ὁ ἐχθρὸς ὑμῶν διάβολος περιέρχεται, ὡς λέων, ζητῶν καταπιεῖν ψυχήν. Μέριζε τοίνυν τῶν ἀναγνωσμάτων τὰς θεωρίας, μήποτε ἐναντία δοκοῦντα τῇ λέξει συγχέῃ σου τὴν διάνοιαν. Εἶπεν ἡ γραφὴ λέοντα καὶ λέοντα· ἀλλὰ τὸν μὲν κατὰ τὸ βασιλικὸν καὶ δυνατόν, τὸν δὲ κατὰ τὸ ἀφανιστικὸν καὶ δηλητήριον. Οὕτω καὶ τὸν δίκαιον καὶ τὸν ἀσεβῆ διὰ μιᾶς εἰκόνος σχηματίζει ἡ γραφή· Δίκαιός φησιν ὡς φοῖνιξ ἀνθήσει, ὡς ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Ἐποίησε πρότερον τὴν εἰκόνα τοῦ δικαίου, εἶθ’ οὕτω καὶ τοῦ ἀσεβοῦς. Εἶδον γάρ φησι τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου. Ὅρα τοίνυν πῶς τὴν μὲν αὐτὴν εἰκόνα παρήγαγε, ταῖς δὲ λέξεσι τὰς ἐννοίας ἐμέρισεν. Ἐπὶ μὲν γὰρ τοῦ ἀσεβοῦς λέγει· Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους· ἐπὶ δὲ τοῦ δικαίου οὐκ εἶπεν ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ ἐπανθήσεται, ἀλλὰ πληθυνθήσεται . Οὕτως οὖν καὶ τὴν μέλιτταν μίμησαι, ὦ ἄνθρωπε, ἣν καὶ ἡ γραφὴ διδάσκει μιμεῖσθαι πρὸς φιλοπονίαν. Πορεύθητι πρὸς τὴν μέλιτταν καὶ μάθε ὡς ἐργάτις ἐστί. Μὴ μάθῃς, ὅτι κέντρον ἔχει, ἀλλ’ ὅτι μέλι ἐργάζεται. Ἐὰν γὰρ μιμήσῃ τῆς μελίττης τὸ κέντρον, κατηγορεῖ σου Δαυὶδ λέγων· Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, ὡσεὶ μέλισσαι κηρίον, καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς. Ὁρᾷς πῶς τοὺς πλήττοντας ἀπεικάζει μελίττῃ πληττούσῃ, τοὺς δὲ δικαίους ἀπεικάζει τῇ τὸ μέλι ἀποσταζούσῃ; Χείλη γάρ φησιν ἀνδρῶν δικαίων ἀποστάζουσι σοφίαν καὶ κηρίον μέλιτος λόγοι καλοί· γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς . Τοῦτο τοίνυν, ἀγαπητοί, τὸ γλύκασμα τῶν ψυχῶν λέγω, ποθήσωμεν ἐξ ὅλης ψυχῆς, καὶ τὸ κηρίον ἐργασώμεθα τὸ νοερὸν ἐν τῷ κρυπτῷ τῆς ψυχῆς ἐργαστηρίῳ, καὶ τὰ θεῖα λόγια λάβωμεν ὑπὲρ μέλι καὶ κηρίον . Μέλι γὰρ πολὺ ἐσθιόμενον πολλάκις μεταβάλλει τὸ γλύκασμα εἰς πικρίαν καὶ διαστρέφει τοῦ στομάχου τὴν ὄρεξιν καὶ πᾶσαν ἀνασκευάζει τοῦ ἀνθρώπου τὴν κατάστασιν. λόγος δὲ θεοῦ λαμβανόμενος πολὺς οὐ θολοῖ τὴν ψυχήν, ἀλλὰ θεραπεύει· Γλύκασμα γὰρ αὐτοῦ ἴασις ψυχῆς. Διὰ τοῦτο βουλόμενος ὁ σοφὸς ἐκεῖνος ἀντιθεῖναι διαφορὰν μέλιτος καὶ λόγου φησίν· Ἐσθίειν μέλι πολὺ οὐ καλόν, τιμᾶν δὲ χρὴ λόγους ἐνδόξους. Ἔχωμεν οὖν, ἀγαπητοί, τὸ κηρίον τὸ ποικίλον, τὰ θεῖα καὶ ἱερὰ λόγια, διὰ παντός· καὶ ὥσπερ τὸ κηρίον ἐκεῖνο ἐκ πολλῶν μὲν καὶ διαφόρων σχημάτων ἀπαρτίζεται, ἓν δὲ ἔχει καλόν· οὕτω καὶ ἡμῖν ἔστω κηρίον ἡ θεία γραφή, ἐκ πολλῶν μὲν καὶ διαφόρων συγκειμένη προφητῶν, ἓν δὲ μέλι διδασκαλίας ἀποστάζουσα. Τοιοῦτον ἡμῖν καὶ τὸ τῶν πατέρων κηρίον, ἐκ διαφόρων μὲν ἡλικιῶν συνηρμοσμένον, μίαν δὲ χάριν καὶ μίαν πνευματικὴν διδασκαλίαν ἀποστάζον. Ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. Γένοιτο δὲ ἡμᾶς εὐχαῖς καὶ πρεσβείαις τοῦ κοινοῦ πατρός, τῇ φιλοπονίᾳ τὸν λόγον αὔξοντας, τὸν θεῖον ἀπεργάζεσθαι νόμον ἐν τῇ διανοίᾳ πάντοτε, καὶ ποιεῖν ἐκεῖνο τὸ ὑπὸ τοῦ Δαυὶδ εἰρημένον, τὸ ἔχειν τὸν νόμον τοῦ θεοῦ πάντοτε ἐν μέσῳ τῆς κοιλίας ἡμῶν, ἤγουν τὰ θεῖα νοήματα, ὥστε νομίζειν φύσεως ὅρους ἐπιγινώσκειν, τιμᾶν τε τὴν ἀλήθειαν, καταφρονεῖν κόσμου, καὶ θεῷ δόξαν ἀναπέμπειν, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.

---

Severianus Gabalensis, In Genesim sermo 1. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg034.local001/.
