# In illud: in principium erat verbum (Ms La) 1.1

Severianus Gabalensis, In illud: in principium erat verbum (Ms La), Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-illud-in-principium-erat-verbum-ms-la/1.1

Χθὲς ἡμῖν ὁ λόγος εἰς τὴν τοῦ μεγάλου ἀετοῦ θεωρίαν κατέληξεν, ἀετοῦ τοῦ ὄντως μεγάλου, καὶ πνεύματι τὸν οὐρανὸν καὶ τὰς ὑπερκοσμίους δυνάμεις ὑπερβάντος, καὶ ἀπ’ αὐτῆς τῆς κορυφῆς τῶν ἁπάντων ἀρξαμένου. Ἰωάννης γὰρ ἡμῖν προεκήρυξε τὸ ἐν ἀρχῇ ἦν ὁ λόγος , καὶ περὶ τῆς ἀκτίστου φύσεως ἐφιλοσόφησεν· ὃς ὑπερέβη μὲν τὴν κτίσιν ἅπασαν ὑπὲρ πᾶσαν ἀετοῦ φύσιν, ὑπερέβη δὲ καὶ πάσης βροντῆς ἦχον, μόνος τὴν αἰώνιον καὶ ὑπερκόσμιον φιλοσοφίαν κηρύξας. ἡ γὰρ βροντή, ἀγαπητοί, καὶ φοβεῖ καὶ ἀρδεύει· ἀρδεύει μὲν διὰ τῶν νεφῶν, φοβεῖ δὲ καὶ καταπλήττει διὰ τῆς φωνῆς. μερίζεται τοίνυν καὶ ἡ Ἰωάννου φωνὴ ἀρδεύουσα μὲν τὴν ἐκκλησίαν, καταπλήττουσα δὲ τῶν αἱρετικῶν τὸ σύστημα. ὅταν γὰρ τὰ μάταια εἴπωσιν, ὅταν γνόντας τὰ ὄντα, μὴ ὡς ὄντα εἰπεῖν τολμήσωσιν, ὅταν τὴν ἀνθρωπίνην διάλεκτον κατὰ τῆς θείας γραφῆς στρατεύσωσι. τότε βοᾷ Ἰωάννης τὸ ἦν πρὸ τοῦ οὐκ ἦν ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος , τῇ φωνῇ καταπλήττων τοὺς ἐναντίους, ἐπιμαρτυροῦντος τοῦ Δαυὶδ καὶ λέγοντος· ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος. ἐπειδὴ γὰρ ἀπαθὴς ἡ τοῦ λόγου γέννησις, λόγον λέγει, ἵνα ἀπὸ τῶν κατὰ σὲ τὰ ὑπὲρ σὲ παιδεύσῃ, ὅτι ὥσπερ ὁ νοῦς γεννῶν τὸν λόγον οὐ πάθει γεννᾷ, οὐ τέμνεται, οὐ ῥεῖ, οὐδὲ ἄλλο τι τῶν σωματικῶν ὑφίσταται, οὕτω καὶ ἡ θεία καὶ ἀπαθὴς γέννησις ἄφραστος καὶ ἀκατάληπτος, οὐ τεμνομένη, οὐ μεριζομένη, ἀλλ’ ὑπὸ μὲν τῶν ἀσεβῶν καὶ ἀπίστων αἱρετικῶν τεμνομένη κακῶς, ὑπὸ δὲ τῆς εὐσεβείας ἑνουμένη καλῶς. διὰ τί τοῦτο παρῃτήσατο ὁ εὐαγγελιστὴς καὶ οὐκ εἶπεν ἐν ἀρχῇ ἦν ὁ υἱός; ἵνα μὴ ἡ τοῦ υἱοῦ προσηγορία πάθους γέννησιν εἰσαγάγῃ· ἀλλὰ λέγει αὐτὸν λόγον, ἵνα τὸ ἀπαθὲς παραστήσῃ τῆς γεννήσεως. καὶ ἵνα μὴ προφορικὸν λόγον νομίσῃς, ἐπήγαγε· καὶ θεὸς ἦν ὁ λόγος · ἵνα ἀπὸ τοῦ μὲν λόγου τὸ ἀπαθὲς, ἀπὸ δὲ τοῦ θεοῦ τὴν ἀξίαν νοήσῃς. εἶτα εἰσηγησάμενος αὐτοῦ τὰ τῆς γεννήσεως, εἰσάγει καὶ τὸ δυνατὸν τῆς δημιουργίας ἀξίωμα· πάντα δι ̓ αὐτοῦ ἐγένετο· πάντα τὰ γενόμενα, οὐχ ὡς οἱ τῶν αἱρετικῶν παῖδες καὶ τὸ πνεῦμα τὸ προσκυνητὸν τολμῶσι τῇ λέξει ταύτῃ συμπαραλαβεῖν λέγοντες· πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ὃ γέγονεν ἐν αὐτῷ. εἴ τι οὖν γέγονεν ἐν αὐτῷ, οὐχ ἡ ἄκτιστος φύσις τοῦ πνεύματος. ἀλλ’ εἴρηται, φησὶ, πάντα . ἀλλ ̓ ἡ τὰ πάντα φωνὴ οὐ περιλαμβάνει τὴν ἄκτιστον φύσιν μετὰ τῆς κτιστῆς. εἰ δὲ τῇ πάντα φωνῇ προσέχων, κατετόλμησας τῆς ἁγίας φύσεως, ἐὰν ἀκούσῃς τοῦ κυρίου λέγοντος· πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται ἦσαν καὶ λῃσταὶ , τί ἂν εἴποις; Μωϋσῆν λῃστὴν ὀνομάζεις, καὶ τοὺς προφήτας κλέπτας προσαγορεύεις; πάντες γὰρ, ὅσοι πρὸ ἐμοῦ ἦλθον, κλέπται ἦσαν καὶ λῃσταὶ , φησίν. ἡ δὲ ἔννοια μερίζει καὶ περὶ τίνων ὁ λόγος, καὶ πρὸς τίνας. καὶ νῦν περὶ δημιουργίας ὁ λόγος, καὶ τὴν δημιουργίαν λέγει δι’ αὐτοῦ γεγεννῆσθαι, οὐ τὴν τοῦ πνεύματος οὐσίαν, τὴν οὕτω γνωρίζουσαν τὰ τοῦ θεοῦ, ὡς τὸ τοῦ ἀνθρώπου πνεῦμα τὰ ἐν αὐτῷ, καθὼς λέγει παῦλος· οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ κατοικοῦν. εἰ οὖν τὸ πνεῦμα τὸ ἐμὸν ἀλλότριον τῆς ἐμῆς φύσεως, καὶ τὸ πνεῦμα τοῦ θεοῦ ἀλλότριον τῆς τοῦ θεοῦ φύσεως· τὸ γὰρ πνεῦμα, φησὶ, πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ. ἀλλ’ ὁ αἱρετικὸς μὲν τὸ ἐρευνᾷ ἀκούει, τὴν δὲ ἔννοιαν κακῶς ἐκλαμβάνει. εἰ γὰρ ᾔδει, φησὶ, τὸ πνεῦμα τὰ ἐν τῷ θεῷ, οὐκ ἂν ἠρεύνα· μαρτυρεῖ γὰρ αὐτοῦ τῇ ἀγνοίᾳ ἡ ἔρευνα. εἰ τοίνυν τὸ ἐρευνᾷν τὸ πνεῦμα τὸ ἅγιον τὰ βάθη τοῦ θεοῦ , ἀγνοίας κατηγορίαν αὐτῷ ἐπάγει, ὅταν ἴδῃς τὸν θεὸν ἐρευνῶντα τὰς καρδίας τῶν ἀνθρώπων ἀγνοίας αὐτοῦ καταψηφίζῃ; ἄκουε γοῦν τοῦ Παύλου λέγοντος, ὡς περὶ τοῦ πνεύματος εἶπε· τὸ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ , οὕτω καὶ περὶ τοῦ θεοῦ φιλοσοφῶν ὁ Παῦλος φησίν· ὁ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος. εἰ οὖν θεὸς ἐρευνᾷ ἀγνοῶν, καὶ τὸ πνεῦμα ἀγνοοῦν ἐρευνᾷ. ἀλλὰ ἵνα μάθῃς ὅτι τὸ ἐρευνᾷν οὐκ ἀγνοοῦντός ἐστιν, ἀλλ’ εἰδότος, ἐπήγαγεν· οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνω, εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ· καὶ γνῶσιν ἐπιγράφει τῷ πνεύματι, οὐ τὴν ἐκ τῆς φύσεως κατάληψιν, ἀλλὰ τὴν ἐκ τῆς φύσεως ἐπίγνωσιν.

---

Severianus Gabalensis, In illud: in principium erat verbum (Ms La). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg016.local002/.
