# In illud: in principium erat verbum (Ms La) 2.1

Severianus Gabalensis, In illud: in principium erat verbum (Ms La), Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-illud-in-principium-erat-verbum-ms-la/2.1

Τοιγαροῦν μὴ μέριζε τὴν ἀμέριστον φύσιν, μὴ τέμνε τὴν ἀδιαίρετον οὐσίαν· γνώριζε δὲ μᾶλλον τὴν δύναμιν ἀκριβῶς. εἷς κέκληται ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον. περὶ μὲν γὰρ τοῦ πατρὸς λέγει ὁ υἱός· ὅταν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως· καὶ δύναμιν εἰρηκὼς ἔστησε τὴν δόξαν, ἵνα θαυμάσῃς τὴν ἔννοιαν. ὅθεν αὐτὸν τὸν πατέρα καὶ θεὸν καλῶν δύναμιν, πρὸς Καϊάφαν διαλεγόμενος ἔφη· ὅταν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως. δύναμις οὖν ὁ πατήρ, δύναμις δὲ καὶ ὁ υἱός, ὡς λέγει Παῦλος· Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία· δύναμις καὶ τὸ πνεῦμα τὸ ἅγιον· λέγει οὖν ὁ σωτὴρ τοῖς μαθηταῖς· μείνατε ἐν Ἱερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. εἰδὼς οὖν, ἀγαπητέ, ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι τὴν ὁμοίαν ταύτην δύναμιν, ἔχε τὴν πίστιν ἀσάλευτον· μὴ μερίσῃς τὴν δόξαν τὴν ἀκατάληπτον, ἀλλ ̓ ἐπίγνωθι τὰς συνθήκας τοῦ φωτίσματος· βλέπε τοὺς υἱοὺς τῆς χάριτος διὰ τοῦ μεγάλου ἀρχιερέως ἀνθήσαντας, βλέπε τὰ τέκνα τοῦ φωτὸς δραμόντα πρὸς τοὺς κήρυκας τοῦ φωτός· δεῖ γὰρ τοὺς ἀπὸ τοῦ φωτίσματος ἀναγεννηθέντας δραμεῖν πρὸς τοὺς τὴν οἰκουμένην ἀναγεννήσαντας. εἴπωμεν καὶ ἡμεῖς μετὰ τοῦ προφήτου καὶ τῶν ἀποστόλων· ἀνάβλεψον τοῖς ὀφθαλμοῖς, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου· καὶ πάλιν· ζῶ ἐγὼ, λέγει κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσῃ ὡς κόσμον νύμφης. ἔστηκε τοίνυν Ἡσαΐας σήμερον λέγων πρὸς τὰ τῶν φωτισθέντων πλήθη, τοὺς γεννηθέντας ἐκ πνεύματος ἁγίου, τοὺς ἀθρόον ἀνακαινισθέντας, τοὺς ἐν μιᾷ ῥοπῇ μεταβληθέντας, τοὺς ἀπὸ γηίνης καταστάσεως εἰς οὐράνιον εἰκόνα μεταποιηθέντας· ἐκπλήττεται γὰρ ἡσαίας λέγων· τίς εἶδε, τίς ἤκουσε τοιαῦτα, ὅτι ἔτεκεν ἡ γῆ τὰ τέκνα αὐτῆς ἐν ἡμέρᾳ μιᾷ, καὶ ἐτέχθη ἔθνος εἰς ἅπαξ; ταχεῖα γὰρ τοῦ πνεύματος ἡ ἀναγέννησις· οὐκ ἀναμένει χρόνον, οὐ δουλεύει καιροῖς καὶ γενεαῖς, ἀλλ’ ἅμα βούλεται, ἅμα τίκτεται τὸ ἀναγεννώμενον. ἔπρεπε τοῖς υἱοῖς τοῦ φωτὸς ἅπασαν τὴν ἀγορὰν πομπεύειν καὶ δοξάζειν καὶ ἀναφωνεῖν ἐκεῖνον τὸν δι’ αὐτοὺς ἐλθόντα κάτω, ἵνα ἅπασαν τὴν οἰκουμένην ἀναγάγῃ πρὸς ἑαυτὸν ἄνω. χριστὸς κατῆλθεν ἐκ τῶν οὐρανῶν· κατῆλθεν οὑ μεταστὰς τῶν οὐρανῶν· ἀνῆλθεν οὐ μεταστὰς τῆς γῆς· οὔτε γὰρ κατελθὼν τοὺς οὐρανοὺς ἐρήμους κατέλιπεν, οὔτε ἀνελθὼν ἔρημον τὴν γῆν τῆς ἑαυτοῦ ἐπιστασίας ἀπέλιπεν. ἔπρεπε τοῖς υἱοῖς τοῦ φωτὸς τὴν λαμπάδα τοῦ λόγου περιφέρειν ἐν ταῖς ἀγοραῖς· οὐχ ὑβρίζετο τὸ μυστήριον, οὐκ ἠτιμάζετο τῶν νεοφωτίστων ὁ χαρακτὴρ τῆς ἀληθείας. ἔπρεπε καὶ αὐτοῖς ἐν πλατείαις ὑμνεῖν· σοφία γὰρ ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παρρησίαν ἄγει, ἐπ’ ἄκρων δὲ τειχέων κηρύττεται. καθάρωμεν τὸν ἀέρα, ὃν ἐμίανε τὰ πορνικὰ ᾄσματα, καὶ ἔχρανάν ποτε βοαὶ ἀσεβῶν, καὶ ὀλολυγμοὶ τῶν ἐπιτελούντων τὰ τῶν δαιμόνων μιάσματα. ἐκαθαρίσθησαν τῷ λόγῳ τοῦ φωτὸς καὶ ὁ ἀὴρ καὶ ἡ γῆ καὶ ὁ οὐρανός. ὥσπερ γὰρ στενάζει καὶ ὁ οὐρανὸς καὶ ἡ γῆ ἐπὶ τῇ κακίᾳ τῶν ἀσεβῶν, οὕτως εὐφραίνεται πάλιν ἐπὶ τῇ δικαιοσύνῃ τῶν κατορθούντων· ὅταν μὲν γὰρ ἁμαρτάνῃ ἄνθρωπος, ἀγανακτεῖ ὁ οὐρανὸς, ἀγανακτεῖ δὲ καὶ ἡ γῆ, ὥς φησιν Ἱερεμίας· ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἡ γῆ, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός. ὁρᾷς, πῶς φρίττει ὁ οὐρανὸς καὶ ἡ γῆ ἁμαρτανόντων τῶν ἀνθρώπων; μεταποιούντων δὲ ἑαυτοὺς εἰς εὐσέβειαν, ἄκουε τοῦ προφήτου λέγοντος· εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ· ῥηξάτω τὰ ὄρη εὐφροσύνην, καὶ οἱ βουνοὶ ἀγαλλίασιν, ὅτι ἐλέησεν ὁ θεὸς τόν λαὸν αὐτοῦ. λεγέτω καὶ ἡ ἐκκλησία ἡ τοσούτῳ ὄχλῳ καὶ λαῷ κομῶσα· ἐγὼ κατελείφθην ποτε μόνη, οὗτοι δὲ μοι ποῦ ἦσαν; ἐγὼ ἄτεκνος καὶ χήρα, τούτους δέ μοι τίς ἐγέννησε; λεγέτω καὶ τὰ τέκνα τῆς ἐκκλησίας τὰ συνεχόμενα τῷ πλήθει πρὸς τὸν θεὸν τὴν φωνὴν τῶν προφητῶν· στενός μοι ὁ τόπος· ποίησόν μοι τόπον, ἵνα κατοικήσω. ὅτε γὰρ ἤκμαζε τὰ τῆς πλάνης, ὅτε ἐπενέμετο τὴν πόλιν ταύτην ἡ νομὴ τῆς αἱρέσεως, ἀνήλωτο τὰ τέκνα τῆς ἐκκλησίας· καὶ ὥσπερ ἀκρὶς ἐπελθοῦσα τῇ ὑπ’ οὐρανὸν, ἀναλίσκει τοὺς καρποὺς αὐτῆς, οὕτως ἡ φθοροποιὸς διδασκαλία τοὺς καρποὺς τῆς ὄντως διδασκαλίας ἀνήλισκε καὶ τῆς εὐσεβείας. ἀλλὰ σήμερον, ἀγαπητοί, ἐξεβλήθη ἡ φθοροποιὸς διδασκαλία, καὶ εἰσῆλθεν ἡ σωτήριος χάρις ἀναγεννῶσα τὸν λαὸν, καὶ λέγουσα πρὸς αὐτόν· νῦν ἀνταποδώσω ἀντὶ τῶν γόνον, ὧν κατέφαγεν ἡ κάμπη καὶ ἡ ἀκρὶς καὶ ἡ ἐρυσίβη. τί φιλονεικεῖς, αἱρετικέ, μετὰ ἰουδαίων κρύψαι τὴν δόξαν τοῦ μονογενοῦς; ἐκεῖνοι μὲν ἔκρυψαν τὴν ἀνάστασιν, ὅσον ἐπ’ αὐτοῖς· σὺ δὲ κρύπτεις τὴν θεότητα, ὅσον ἐπὶ σοί. ἀλλ’ οὔτε ἐκεῖνοι ἐπιγράφουσι τὴν ἀλήθειαν οὔτε σὺ συνῆκας τὴν εὐσέβειαν. ἄκουε γοῦν τοῦ προφήτου λέγοντος· ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ; καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ. τῆς αἰνέσεως, οὐ τῆς καταλήψεως· πίστεως, οὐκ ἐξετάσεως· ἀγάπης, οὐ ζητήσεως. οὐ ζητεῖν ἐδιδάχθημεν, ἀλλὰ πιστεύειν ἐπαιδεύθημεν· πιστεύοντες φωτιζόμεθα, οὐ πολυπραγμονοῦντες βαπτιζόμεθα. μὴ ἀπατάτω σε τῶν αἱρετικῶν τὰ συστήματα· βάπτισμα γὰρ ἔχουσιν, οὐ φώτισμα· καὶ βαπτίζονται μὲν σώματι, ψυχῇ δὲ οὐ φωτίζονται. ὥσπερ γὰρ καὶ σίμων ἐβαπτίσθη, ἀλλ’ οὐκ ἐφωτίσθη, οὕτω καὶ αὐτοὶ ἀκολούθως εὑρίσκονται. ἀγαλλιάσθω τοίνυν τὰ πνεύματα τῶν ἀποστόλων τὰ τῇ πνευματικῇ σαγήνῃ τὸν πολὺν τοῦτον λαὸν σαγηνεύσαντα διὰ τοῦ ἁγίου πνεύματος. νῦν πεπλήρωται ἐν ὀφθαλμοῖς ἡμῶν ἡ προφητικὴ φωνή· ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ θεός, οὐκέτι μὴ εἴπωσιν, ἰδοὺ ἡ κιβωτὸς διαθήκης ἁγίου Ἰσραήλ· ἀντὶ τοῦ ἡ παλαιὰ λατρεία· οὐδὲ μὴ ἀναβήσεται εἰς τὴν καρδίαν αὐτῶν ἡ διαθήκη τῆς κιβωτοῦ. διὰ τί; ὅτι ἰδοῦ ἐγὼ ἀποστέλλω πολλοὺς θηρευτὰς καὶ ἁλιεῖς. περιέγραψε τὴν κιβωτὸν τὴν παλαιὰν καὶ εἰσήγαγε τὴν κιβωτὸν τῆς ἐκκλησίας τὴν μὴ ἀπολλυμένην. ἀποστέλλω πολλοὺς θηρευτὰς καὶ ἁλιεῖς. ὢ ξένης ἁλιείας. ὁ χθὲς ἁλιευθεὶς σήμερον ἁλιεύει· ἐπληρώθη γὰρ ἡ γῆ τῆς δόξης τοῦ Χριστοῦ, καὶ πεπλήρωται τῆς πίστεως τῆς οἰκουμένης τὰ πέρατα. μὴ οὖν ὕβριζε τὴν ἀξίαν διὰ τὴν οἰκονομίαν. παρὰ ἰουδαίοις ἐξῆλθεν ὁ λόγος, ὅτι ἐπράθη ἡ ἀνάστασις, καὶ ἐξῆλθεν ὁ λόγος, ὅτι οἱ μαθηταὶ αὐτοῦ ἔκλεψαν αὐτόν. ἐκεῖνοι μὲν οὖν ἀπεφήναντο θάνατον κατὰ τοῦ σώματος, οἱ δὲ τὴν θεολογίαν, ὅσον ἐπ’ αὐτοῖς, ἐνηχοῦσιν. ἀλλὰ παρ’ ἐκείνοις μὲν ἡ πλάνη πολιτεύεται σήμερον, παρὰ δὲ τῇ ἐκκλησίᾳ ζωὴ αἰώνιος κηρύττεται. καὶ, εἰ βούλει, ἔχεις καὶ εἰκόνα παλαιάν· ὥσπερ γὰρ ὅτε ἐπεβούλευσαν τῷ Ἰωσὴφ οἱ ἀδελφοί, Ἰακὼβ καὶ ὁ οἶκος αὐτοῦ ἐπένθει αὐτὸν σφόδρα, ἀλλ ̓ ἡ Αἴγυπτος εἶχεν αὐτὸν ζῶντα καὶ βασιλεύοντα· οὗτος παρὰ τῷ Ἰακὼβ νεκρὸς ἐπενθεῖτο, ἐν δὲ τῇ Αἰγύπτῳ ζῶν ἐβασίλευεν· οὕτω καὶ νῦν παρὰ μὲν τῇ συναγωγῇ καὶ τῇ τῶν αἱρετικῶν μανίᾳ νεκρὸς νομίζεται· νεκροῦσι γὰρ τὴν θεολογίαν οἱ πίστιν ἀναιροῦντες καὶ ζήτησιν εἰσάγοντες· παρ’ ἡμῖν δὲ βασιλεύει ζῶν καὶ ἀξίως προσκυνούμενος. ἀλλ’ ὄντως ἰσχυρὸς ὁ τοῦ θεοῦ λόγος, ἀήττητος ἡ τῶν ἀποστόλων διδασκαλίᾳ· ὥστε οὐκ εἰκῇ κάμνει Παύλου ἡ φωνὴ συνηγορήσαντος τῇ ἀληθείᾳ. ἀλλ’ οὖν εἰπέ, ὦ μακάριε Παῦλε, ὑπὲρ τῆς ἀληθείας κινούμενος, ἀγανάκτησον ὑπὲρ τῆς πίστεως, ἀγανακτῶν εἰπὲ τοῖς αἱρετικοῖς· πόθεν ἐδιδάχθητε τὰ ἀριστοτελικά; τίς τὸν πλάτωνα προετίμησε τῶν εὐαγγελίων; τίς ἐξέβαλε τὸ κήρυγμα τῆς πίστεως καἰ εἰσήγαγε τὴν ἄπιστον ζήτησιν; ποῦ ἔγνως τὸ ἀγέννητος καὶ τὸ γεννητός; κατέλιπες πατέρα, διέπτυσας τοῦ υἱοῦ τὴν προσηγορίαν, ἀναξίαν ἐνόμισας τὴν τοῦ πνεύματος ἀξίαν, εἰς ἀνθρώπινα ῥήματα τρέπῃ. καλῶς ἔλεγεν Ἱερεμίας· ἀπώλετο πίστις ἐκ τοῦ στόματος αὐτῶν. τί εἶπε Πέτρος καὶ ἐμακαρίσθη; σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ. οὐκ εἶπε, σὺ εἶ τὸ γέννημα τοῦ ἀγεννήτου, ἀλλὰ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ . ὅτε ἀπεκάλυπτεν αὐτῷ ὁ πατὴρ τὴν σοφίαν, οὐκ ᾔδει καταλαβεῖν; μὴ γὰρ οὐκ ἠδύνατο εἰπεῖν ὁ Χριστὸς τοῖς ἀποστόλοις, ὅτε ἐκέλευσεν αὐτοῖς βαπτίζειν, πορευθέντες βαπτίσατε τὰ ἔθνη εἰς τὸ ὄνομα τοῦ ἀγεννήτου καὶ γεννητοῦ; ἀλλὰ ὄνομα εὗρε σοφώτερον τῶν μυστικῶν παραδόσεων. περιγράφεις τὰ θεῖα, ἀναιρεῖς τὴν πίστιν, καὶ εἰσάγεις ζήτησιν· ἀλλὰ φοβήθητι, ἐχθρέ· Πέτρος κατέχει τὰς κλεῖς· ἐπειδὴ γὰρ εἶπε, σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ , κλεῖς ἔλαβεν. οὓς δ ̓ ἂν βλέπῃ Πέτρος υἱὸν λέγοντας, τούτοις ἀνοίγει τὴν θύραν τῆς βασιλείας· ὅσους δὲ ἂν εὕρῃ κτίσμα λέγοντας καὶ βλασφημοῦντας, τούτοις ἀποκλείει τὴν θύραν τῆς ἐκκλησίας. οὐ πρότερον γὰρ ἔλαβε τὰς κλεῖς, ἕως εἶπε, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ · τότε κἀκεῖνος ἀκούει παρ ̓ αὐτοῦ· μακάριος εἶ, Σίμων βὰρ Ἰωνᾶ· σοὶ δώσω τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν. μετὰ τὴν ὁμολογίαν ἡ ἐξουσία, μετὰ τὴν πίστιν ἡ παράδοσις τῆς ἐκκλησίας καὶ τῆς βασιλείας.

---

Severianus Gabalensis, In illud: in principium erat verbum (Ms La). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg016.local002/.
