Ancient Greek
Section 3
Severianus Gabalensis, In illud: in principium erat verbum (Ms La) 3.1
Not analysed yet
Ἀλλ ̓ οἱ μὲν κατὰ τοῦ υἱοῦ στρατεύονται, οἱ δὲ κατὰ τοῦ ἁγίου πνεύματος παρατάττονται· οὐδὲν δὲ ὄφελος τὸν Χριστὸν μὲν ὁμολογούντων καὶ πνεῦμα ἅγιον ἀθετούντων· ὥσπερ οὐδὲν ὄφελος τῶν τὸν πατέρα ὁμολογούντων καὶ υἱὸν ἀθετούντων. ὁμολογοῦσι γὰρ καὶ Ἰουδαῖοι τὸν πατέρα, τὸν υἱὸν ἀρνούμενοι, καὶ οὐκ ἔχουσι ζωὴν αἰώνιον. ὁ παρορῶν τοῦ υἱοῦ τὴν δόξαν, οὐ δεκτέος παρὰ τῷ πατρί. πρόσεχε ἀκριβῶς· καὶ γὰρ οἱ φίλοι τοῦ Ἰὼβ τῷ θεῷ μὲν συνῆλθον, τὸν δὲ Ἰὼβ κατέκριναν· ὁ δὲ θεὸς οὐδὲ τοὺς συνηγορήσαντας αὐτῷ ἀπεδέξατο, ἀλλὰ λέγει· διὰ τί κατελαλήσατε κατὰ τοῦ θεράποντός μου Ἰώβ; εἰ κατὰ τοῦ Ἰὼβ εἰρηκότας τοὺς φίλους καὶ αὐτὸν δοξάσαντας οὐκ ἐδέξατο, τοὺς τὸν υἱὸν ἀθετοῦντας καὶ αὐτὸν ὁμολογοῦντας, δέξηταί ποτε; οὐδαμῶς. ὁ γὰρ, φησί, μισῶν ἐμέ, καὶ τὸν πατέρα μου μισεῖ. ὁμοίως ὥσπερ οὐ δέχεται πατὴρ τὴν εἰς αὐτὸν τιμὴν τοῦ υἱοῦ ἀθετουμένου, οὕτως οὐδὲ πατὴρ καὶ υἱὸς ἀθετουμένου τοῦ ἁγίου πνεύματος. Παῦλος γοῦν εὗρε πρὸς τὰ αἱρετικὰ ζιζάνια ἀρχὴν μὲν λαβόντα, οὐδέποτε δὲ παῤῥησίαν δεξάμενα. ἐν Ἐφέσῳ γὰρ τῆς Ἀσίας εὑρίσκει τινὰς βαπτισθέντας καὶ λέγει αὐτοῖς· εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ ἔφησαν οὐδὲ εἰ ἔστι πνεῦμα ἅγιον ἠκούσαμεν. εἶτα ἡ γενναία φωνή· εἰς τί οὖν ἐβαπτίσθητε; παιδευσάτω Πέτρος τὴν ἐκκλησίαν καὶ Παῦλος μὴ αἱρετικὰ πλέκειν συζητήματα. πόθεν ἡ δυσώνυμος Εὐνομίου προσηγορία; πόθεν τὰ αἱρετικὰ σπέρματα; ὄντως ἀπώλετο ἡ ἀλήθεια παρὰ τοῖς ἀσεβέσι καὶ ἐκράτησεν ἀριστοτελικὴ διδασκαλία. τοὺς ὅρους τῆς ἀνθρωπίνης φύσεως λαμβάνεις ἐπὶ τῆς θείας καὶ ἀγεννήτου καὶ γεννητὸν λέγεις; σὺ δέ, φησί, τί λέγεις τὸν πατέρα; ἀγέννητον λέγω, ἀλλ’ οὐχ ὡς σύ· λέγω ἀγέννητον τὸν πατέρα, ἐπεὶ μὴ ἐγεννήθη. ἀλλὰ καὶ τὸν Ἀδὰμ λέγω ἀγέννητον, ἐπειδὴ μὴ ἐγεννήθη, ἀλλ’ ἐπλάσθη. μὴ ξένιζε τοὺς ἀκροατὰς· ταῦτα πλάσματα· ἀγέννητος ὁ πατὴρ καὶ πολλὰ ἕτερα ἀγέννητα. λέγεται μὲν οὖν ἀγέννητον πᾶν τὸ μὴ γεννώμενον· λέγεται ἀγέννητον καὶ πᾶν τὸ γιγνόμενον, μηδέπω γενόμενον· ἡ ἀνάστασις τῶν νεκρῶν ἀγέννητος νῦν· γίνεται γὰρ, ἀλλ’ οὔπω γέγονεν, καὶ ἔστιν ἀκατασκεύαστος, μηδέπω γεννωμένη. λέγεται ἀγέννητον καὶ τὸ μηδέποτε μήτε γινόμενον, μήτε γενέσθαι ὀφεῖλον, οἷον πολλὰ ἀγέννητα· ἐπεὶ οὖν οἱ προφῆται, καὶ Δανιὴλ μὲν λέγει· ἐθεώρουν τέσσαρα θηρία ἐξερχόμενα ἐκ τῆς θαλάσσης· καὶ ἦν τὸ πρῶτον θηρίον ὡσεὶ λέαινα, καὶ πτερὰ αὐτοῦ ὡς ἀετοῦ. καὶ ποῦ, εἰπέ μοι, ἐθεάσω θηρίον λεαίνης οὕτω διεσκευασμένην ἔχον τὴν κατάστασιν; ποῦ εἶδες θηρίον ἔχον ὄνυχας σιδηροῦς καὶ ὀδόντας χαλκοῦς; ταῦτα δὲ εἰς θεωρίαν ἀνέπλαττεν ὁ προφήτης· οὐ μὴν ἐγένετο, οὐδὲ γίνεται, ἀλλ’ ἔστι τὸ θηρίον ἐκεῖνο ἀγέννητον, μηδεπώποτε γενόμενον, ἀλλ’ ὠνομάσθη μόνον. ποῖαι γυναῖκες ἐγένοντο πτερὰ ἔχουσαι, οἵας οἶδε Ζαχαρίας πτερὰ φερούσας; ποῦ ἐθεάσω πάρδαλιν ἔχουσαν πτερά; ταῦτα δὲ πάντα ἐξηγεῖται ὁ μακάριος Δανιήλ. ἢ ποῦ ἐθεάσω ἀνδριάντα ἀπὸ χρυσοῦ καὶ ἀργύρου καὶ χαλκοῦ καὶ σιδήρου καὶ ὀστράκου τὴν κατασκευὴν ἔχοντα, οἷον εἶδε Δανιὴλ; ἕκαστον δὲ τούτων ἀγέννητον· οὐ γὰρ ἐγένετο· ἀνεγράφη δὲ ὡς πλάσμα καὶ θεωρία. μὴ τοίνυν νομίσῃς μέγα τι τῷ πατρὶ χαρίζεσθαι τῷ λέγειν αὐτὸν ἀγέννητον, διὰ τὸ πολλὰ καὶ ἕτερα μὴ γεγεννημένα λέγεσθαι ἀγέννητα. οἶδα ὅτι βαθὺς ὁ λόγος· ἀλλ’ ἵνα ἐλέγξω τὴν αἱρετικὴν κακίαν, εἰς τούσδε τοὺς τόπους ἐλήλυθα. λέγεται καὶ ἄνθρωπος ἀγέννητος ὁ μὴ γεννηθείς. καὶ εἰ μὴ ἐγεννήθη, φησὶ, πῶς λέγεται; δείκνυμί σοι ἄνθρωπον μὴ γεννηθέντα· λέγει οὖν ὁ σωτὴρ περὶ Ἰούδα τοῦ προδότου· οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι’ οὗ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου· συνέφερεν αὐτῷ, εἰ μὴ ἐγεννήθη. καὶ πῶς αὐτῷ συνέφερε; τῷ γὰρ μὴ ὄντι οὐδὲν οὔτε συμφέρει οὔτε ζημίαν φέρει. καὶ Σολομὼν δὲ μακαρίζει ἄνθρωπον τὸν μὴ γεννηθέντα, τάδε λέγων· μακάριος ὁ τεθνηκὼς μᾶλλον ἢ ζῶν, καὶ ὑπὲρ τοὺς δύο ὁ μὴ γεννηθεὶς. καὶ εἰ μὴ ἐγεννήθη, πῶς μακάριος; βλέπε ὀνόματα ἀγεννήτου φύσεως. εἶπεν ἄνθρωπον τὸν μὴ γεννηθέντα μηδὲ πλασθέντα μακάριον. ὥστε τοῦ ἀγεννήτου προσηγορία οὐ φύσιν θείαν ἑρμηνεύει οὐδὲ ὡς σὺ λέγεις. ἀγέννητον οὐσίαν σημαίνει, οὐ τιμὴν τῷ πατρὶ φέρει· ὄντων καὶ ἑτέρων παρὰ τῷ προφήτῃ ὀνομάτων ἀγεννήτων τε καὶ γεννητῶν, καθὰ προαποδέδεικται· ἀλλὰ τὸ μὴ γεγονὸς δείκνυσι μόνον. ἀλλ’ εἴπωμεν πρὸς αὐτοὺς μετὰ τοῦ Δαυΐδ· διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ’ οὐχ ὡς ὁ νόμος σου, κύριε. τὴν Πέτρου δέξαι φωνὴν, τὴν Παύλου διδασκαλίαν· Χριστὸς κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. τὸ πνεῦμα τὸ ἅγιον προσκυνείσθω, ἀνυμνείσθω, δοξαζέσθω. ἐκ τῶν θείων γραφῶν θεολογοῦμεν, κἂν θέλωσιν οἱ ἐχθροὶ κἂν μὴ· μαρτυρήσει δέ μοι καὶ Παῦλος λέγων· οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστε; καὶ τίς ὁ κατοικῶν; καὶ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. ἄλλο οὖν ναὸς, καὶ ἄλλος ὁ ἐνοικῶν. οὐκ ἤκουσας Πέτρου λέγοντος· Ἀνανία, ἱνατί ἐπείρασεν ὁ σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον; καὶ ἐπήγαγεν· οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ θεῷ. ἀλλὰ φασὶν οἱ αἱρετικοί, οὐ τὸ πνεῦμα ἐκάλεσε θεόν, ἀλλ’ ἐπειδὴ τὸ πνεῦμα ἐκ τοῦ θεοῦ ἀπεστάλη. ὁ ὑβρίζων, φησί, τὸ πνεῦμα, τὸν θεὸν ὑβρίζει τὸν ἀποστείλαντα τὸ πνεῦμα. ἀλλ’, ἄφρον καὶ ἀλόγιστε· οὐδεμία γὰρ ἄλλη πρέπουσα τῷ ἀθέῳ προσηγορία, εἰ μὴ ἡ τοῦ ἄφρονος· εἶπε γὰρ ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι θεός· οὐκ εἶπεν, ὡς σὺ ἐνόησας. εἰ γὰρ ἡ τοῦ πνεύματος ὕβρις εἰς θεὸν ἀνέτρεχεν ὡς ἀποστείλαντα, ἐχρῆν εἰπεῖν· οὐκ ἐψεύσω τῷ πνεύματι, ἀλλὰ τῷ θεῷ. ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον· δεῖ γὰρ τῇ ἀποστολικῇ χορείᾳ παραχωρῆσαι τὴν ἁγίαν τριάδα, ἣν ὁ πατὴρ καταγγέλλει. τριὰς ἀποστόλων μάρτυς τῆς οὐρανίου τριάδος. χορεύσωμεν οὖν εἰλικρινῶς καὶ εἴπωμεν· πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα· ἤγουν, ἡ πᾶσα αἵρεσις ἡ ἄνθρωπον ἔχουσα διδάσκαλον καὶ οὐ θεόν. γένοιτο δὲ εὐχαῖς καὶ πρεσβείαις τοῦ κοινοῦ πατρὸς καὶ διδασκάλου, ἀποστόλοις πάντας ἡμᾶς καὶ μάρτυσιν ἐν ὀρθοδόξῳ πίστει συναυλίζεσθαι, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ πατρὶ, ἅμα τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.