# In illud: Quando ipsi subiciet omnia 10

Severianus Gabalensis, In illud: Quando ipsi subiciet omnia, Section 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-illud-quando-ipsi-subiciet-omnia/10

Ταῦτα δὲ ὅταν εἴπω, οὐκ ἀπεσχοινισμένον εἰσάγω τοῦ υἱοῦ τὸ θέλημα τοῦ πατρικοῦ θελήματος. Ὃ γὰρ ἐὰν εἴπῃς βούλημα τοῦ υἱοῦ, βούλημα λέγεις πατρός, καὶ ὅπερ ἂν λέγῃς βούλημα πατρός, αὐθεντίαν κηρύττεις υἱοῦ, καὶ ἐὰν εἴπῃς αὐθεντίαν τοῦ υἱοῦ, τὴν ἐξουσίαν δηλοῖς τοῦ ἁγίου πνεύματος· μία γὰρ ἡ ἐξουσία, ἀμέριστος ἡ βασιλεία. Ἀλλὰ παρῆκας, φησί, τὸν περὶ πνεύματος λόγον · ἐγὼ γὰρ ἐκ τῆς ἀποστολικῆς φωνῆς εὑρίσκω τὸ πνεῦμα ὑποτεταγμένον τῷ Χριστῷ. Εἶπε γὰρ ὁ Παῦλος· Ὅταν δὲ εἴπῃ, ὅτι πάντα αὐτῷ ὑποτέτακται, δῆλον, ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. Εἰ δὲ ἐκτὸς τοῦ ὑποτάξαντος, οὐκοῦν τὸ πνεῦμα ὑποτέτακται; Μόνον γὰρ τὸν πατέρα εἶπε μὴ ὑποτετάχθαι τῷ Χριστῷ. Τὸ Πάντα τὴν κτίσιν δηλοῖ, οὐ τὴν ἄκτιστον φύσιν ὑβρίζει. Περὶ ὑποταγῆς ἐχθρῶν διαλέγεται· Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Τί οὖν ἐν τῇ τῶν ὑποτεταγμένων ἐχθρῶν χώρᾳ τιθεῖς τὸ πνεῦμα τὸ ἅγιον; Μὴ γὰρ ὑποταγὴν τῶν φίλων ὁ πατὴρ εἰσήγαγε; Μὴ γὰρ ὑποταγῆς ἀγγέλων ἐμνημόνευσε; Μὴ γὰρ ὑποταγῆς ἀρχαγγέλων ἥψατο; Ὑποταγῆς ἐχθρῶν. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Ἐν τοῖς ὑποτεταγμένοις ἐχθροῖς οὐκ ἔστι τὸ πνεῦμα τὸ ἅγιον. Εἰ ἡμεῖς οἱ πιστοὶ πιστεύοντες ἐν Χριστῷ συμβασιλεύσομεν, τὸ δὲ πνεῦμα τὸ ἅγιον οὐδὲ τῆς αὐτῆς ἀξίας τεύξεται τοῖς ὑπηκόοις; Ἐν τῇ ἐπιφανείᾳ τοῦ σωτῆρος καθήσονται υἱοὶ Ζεβεδαίου, Ἰάκωβος καὶ Ἰωάννης, καὶ ὁ χορὸς τῶν ἀποστόλων ἐπὶ δώδεκα θρόνων, τὸ δὲ πνεῦμα ἔσται περὶ τὸ ὑποπόδιον μετὰ τῶν ὑποτεταγμένων; Ἀπόστητε τῆς ἀσεβείας. Περὶ τῆς κτίσεως ὁ λόγος, ἄνθρωπε, οὐ περὶ τῆς ἀκτίστου φύσεως, οὐ περὶ τῆς προσκυνητῆς ἀξίας.

---

Severianus Gabalensis, In illud: Quando ipsi subiciet omnia. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg087.local001/.
