# In illud: Quando ipsi subiciet omnia 3

Severianus Gabalensis, In illud: Quando ipsi subiciet omnia, Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-illud-quando-ipsi-subiciet-omnia/3

Βεβιασμένον, φησί, τὸ ῥῆμα καὶ οὐχ ἱκανὸν πεῖσαι τὸν ἀγνώμονα. Οὐκοῦν ἵνα μάθῃς, ὅτι ὅσα τοιαῦτα ἀνατίθεται τῷ Χριστῷ, τῇ ἐκκλησίᾳ ἐπιθεωρεῖται τοῦ Χριστοῦ, αὐτόν σοι παραστήσω μάρτυρα τὸν δεσπότην τῆς ἐκκλησίας· ἀλλὰ μικρὸν ἄνωθεν, ἵνα ᾖ σαφῆ τὰ λεγόμενα. Ἕως ἦν ἐν τῷ κόσμῳ τούτῳ κατὰ σάρκα Χριστὸς τὴν ἀνθρωπίνην οἰκονομίαν πληρῶν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας, ἐδιώκετο παρὰ Ἰουδαίων καὶ περιηλαύνετο παρὰ τῶν ἐχθρῶν τῆς ἀληθείας ὁ σωτὴρ τῆς οἰκουμένης καὶ ὑπὸ τῶν ἀπολαυόντων τῆς εὐεργεσίας ἡ πηγὴ τῆς εὐεργεσίας ἠγνωμονεῖτο· ὅτε δὲ πᾶσαν ἐπλήρωσε τὴν οἰκονομίαν διὰ τοῦ πάθους, εἰς τοὺς οὐρανίους μετέστη χοροὺς τῷ μὲν σώματι μεθιστάμενος, τῇ δὲ ἀξίᾳ τὰ πάντα πληρῶν· ἀναλαβὼν δὲ εἰς ὕψος ὅπερ ἐνεδύσατο σῶμα ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς , οὐχ οἷόν τινα ξένην καὶ ἀλλοτρίαν δόξαν λαβών, ἀλλὰ τῷ θνητῷ σώματι τὴν τοσαύτην ἀξίαν περιτιθείς. Μετὰ γοῦν τὴν ἀνάληψιν καὶ τῶν παθῶν τὴν ἀπαλλαγήν, μετὰ τὴν ἀνάστασιν ἐκείνην τὴν πολυΰμνητον καὶ τὴν εἰς οὐρανοὺς μετάστασιν ὑπὸ πάσης στρατιᾶς προσκυνούμενος τῆς ὑπερουρανίου, πάσης αὐτῷ ἀγγελικῆς δορυφορίας παρεστώσης, οὔκουν οὔτε ἐν τοῖς θλιβομένοις ὢν οὔτε ἐν τοῖς διωκομένοις οὔτε ἐν τοῖς περιελαυνομένοις, ἐπειδὴ μεμηνότα τὸν Παῦλον εἶδε κατὰ τῆς ἐκκλησίας, πολὺν πνέοντα τὸν θυμὸν κατὰ τῶν ἁγίων, φησὶ πρὸς αὐτὸν ὁ μηδαμοῦ διωκόμενος μετὰ τὸ πάθος, ἀλλ’ ἐν τιμῇ τοσαύτῃ καὶ δόξῃ θεϊκῇ διάγων· Σαοὺλ Σαούλ, τί με διώκεις; Καὶ μὴν οὐ σὲ διώκω· τὴν γὰρ ἐν οὐρανοῖς ἔχεις προεδρίαν. Τί με διώκεις; Οἰκειοῦται τῆς ἐκκλησίας τὰ πάθη. Σαοὺλ Σαούλ, τί με διώκεις; Ὁρᾷς, ὅτι ὁ διωγμὸς τῆς ἐκκλησίας ἐπιγράφεται τῷ Χριστῷ τῇ κεφαλῇ τῆς ἐκκλησίας; Ὥσπερ οὖν διωκομένης τῆς ἐκκλησίας ἑαυτὸν λέγει διώκεσθαι, οὕτω καὶ νῦν ὁ Παῦλος ὑποταττομένης τῆς ἐκκλησίας τὸν Χριστὸν λέγει ὑποτάσσεσθαι.

---

Severianus Gabalensis, In illud: Quando ipsi subiciet omnia. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg087.local001/.
