# In illud: Quando ipsi subiciet omnia 4

Severianus Gabalensis, In illud: Quando ipsi subiciet omnia, Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-illud-quando-ipsi-subiciet-omnia/4

Λάβε μοι καὶ ἑτέραν ἀπόδειξιν τοῦ λόγου· Ἐπὶ γὰρ δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. οὐχ ὡς τῆς δεσποτικῆς φωνῆς προσδεομένης ἑτέρας μαρτυρίας, ἀλλ’ ἐπειδὴ Χριστὸς λαλῶν τοῖς μὲν πιστοῖς πιστός, τοῖς δὲ ἀπίστοις ἀπίθανος τῇ μαρτυρίᾳ· οὐ τὴν δεσποτικὴν ὀχυροῦμεν φωνήν, ἀλλὰ τὴν αἱρετικὴν ἐπιστομίζομεν ἀγνωμοσύνην. Παῦλος οὗτος παρ’ αὐτοῦ τοῦ Χριστοῦ μαθών, ὅτι διωγμὸς ἐκκλησίας εἰς Χριστὸν ἀναφέρεται, εἰδὼς λοιπόν, ὅτι δὴ πᾶν ὅπερ ἂν ἡ ἐκκλησία πάθῃ εἰς Χριστὸν τὴν ἀναφορὰν ἔχει, καὶ αὐτὸς ἀκολουθῶν τοῖς ἴχνεσι τῶν βασιλικῶν λόγων λέγει που ἐν μιᾷ τῶν ἐπιστολῶν· Ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ. Ἔτι οὖν πάλιν Χριστὸς θλίβεται μετὰ τὸ ἀνελθεῖν εἰς οὐρανούς; Ἀλλ’ ὅρα τὸ ἐπαγόμενον· Ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία. Ὁρᾷς, ὅπως οἰκειοῦται τῆς ἐκκλησίας τὰ πάθη καὶ τὴν τιμὴν ὁ Χριστός; Ἐτίμησας ἐκκλησίαν; Χριστὸν ἐτίμησας. Ἐδίωξας ἐκκλησίαν; Εἰ καὶ μὴ τῇ ὄψει, ἀλλὰ τῇ προαιρέσει Χριστὸν ἐδίωξας. Ἐννόησον ὅσος ὁ κίνδυνος τῶν τὴν ἐκκλησίαν λυπούντων, ὅσος ὁ στέφανος τῶν τὴν ἐκκλησίαν τιμώντων· Ὁ ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ φησὶν ὁ σωτήρ. Γνωρίζω τὴν φωνήν, ὦ δέσποτα, πατρικῆς ἀκολουθίας ἐχομένην. Καὶ γὰρ ὁ πατὴρ τοιαῦτα περὶ τῶν ἀρχαίων αὐτοῦ προφητῶν ἐλάλει οἰκειούμενος τὴν ὕβριν τῶν δικαίων. Ὅτε γὰρ Ἀβιμέλεχ ὁ βασιλεὺς Φυλιστιεὶμ ἐλάμβανε τὴν Σάρραν τῷ Ἀβραὰμ οὖσαν γυναῖκα, λέγει αὐτῷ ὁ θεός· Ἀπόδος τῷ ἀνδρὶ τὴν γυναῖκα, ὅτι προφήτης ἐστὶ καὶ προσεύξεται ὑπὲρ σοῦ. Ὁ δὲ ἀπολογούμενός φησι· Κύριε, οὐκ ᾔδειν, ὅτι γυνὴ αὐτοῦ ἐστιν· ἐν καθαρᾷ καρδίᾳ τοῦτο ἐποίησα. Τί οὖν πρὸς αὐτὸν ὁ θεός; Κἀγὼ ᾔδειν, ὅτι ἐν καθαρᾷ καρδίᾳ τοῦτο ἐποίησας· διὰ τοῦτο ἐφεισάμην σου τοῦ μὴ ἁμαρτάνειν εἰς ἐμέ. Ἀποδέδεικται τοίνυν, ἀδελφοί, ὅτι πάντα τὰ τῇ ἐκκλησίᾳ ἐπιθεωρούμενα εἰς τὸν Χριστὸν τὴν ἀναφορὰν ἔχει. Λέγει τοίνυν ὁ ἀπόστολος· Ὑποταγήσεται ὁ υἱός – τουτέστιν ἡ ἐκκλησία – τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα.

---

Severianus Gabalensis, In illud: Quando ipsi subiciet omnia. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg087.local001/.
