# In illud: Quomodo scit litteras 1

Severianus Gabalensis, In illud: Quomodo scit litteras, Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-illud-quomodo-scit-litteras/1

Φέρε πάλιν τῶν εὐαγγελικῶν ὑμῖν ἀπαρξώμεθα ναμάτων· φέρε μεθ’ ὑμῶν τὸ διειδὲς καὶ καθαρὸν ἀρυσώμεθα ῥεῖθρον πειθόμενοι τῷ προφήτῃ τῷ λεγοντι· Ἀντλήσατε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. Πολλαὶ μὲν αἱ πηγαί· ἓν δὲ τὸ σωτήριον· Μία ἐστὶ πάντων τῶν ἀγαθῶν ἡ πηγὴ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ πᾶσαν γνῶσιν καὶ πᾶσαν σοφίαν ἀνομβρίσας. Καὶ θαυμάζω πῶς ξενίζονται οἱ Ἰουδαῖοι ὅτι γράμματα οἶδε μὴ μεμαθηκώς. Τοῦτο γὰρ ἡμῖν ἀρτίως ὑπανέγνωσται ὅτι σὺ σωτῆρος τὴν ἔνθεον προφέροντος διδασκαλίαν, ἐθαύμαζον οἱ Ἰουδαῖοι. Πῶς οὗτός φησιν οἶδε γράμματα μὴ μεμαθηκώς; Γράμματα ζητοῦσι παρὰ τῆς πηγῆς τοῦ λόγου, μᾶλλον δὲ παρὰ τῷ θεῷ λόγῳ· γράμματα ἀπαιτοῦσι παρὰ τοῦ Χριστοῦ, ὃς ἐπήγαγε νόμον, ὃς προσήνεγκε προφητείαν· παρ’ οὗ πᾶσα γνῶσις καὶ λόγος καὶ νόμος καὶ βούλημα καὶ σκέψις· Πᾶσα γὰρ σοφία παρὰ κυρίου. Γράμματα ζητοῦσι παρὰ τοῦ λογου, παρ’ οὗ πάντες προφῆται ἤντλησαν καὶ πάντες οἱ θεολόγοι ἐν ταῖς δεξαμεναῖς τῆς ἰδίας ψυχῆς ἐδέξαντο. Τοῦτον ἐδέξατο Μωϋσῆς· ἐκ ταύτης τῆς πηγῆς ἤντλησαν οἱ προφῆται· ἐκ ταύτης τῆς πηγῆς πάντες οἱ ἀπόστολοι ἔλαβον. Καὶ μαρτυρεῖ Ἰωάννης λέγων ὅτι Ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἐλάβομεν. Ἀπαιτεῖς γράμματα παρὰ θεοῦ, ὡς τῶν γραμμάτων τὸν λόγον ποιησάντων ἢ τοῦ λόγου τὴν τῶν γραμμάτων τέχνην ἐφευρηκότος; Μὴ τὰ γράμματα τὸν λόγον ἐποίησεν; Ὁ λόγος τῶν γραμμάτων τὴν φύσιν εὗρε· καὶ ὥσπερ οὐχ αἱ τέχναι τὰς ὕλας ἐγέννησαν, ἀλλ’ αἱ ὕλαι ταῖς τέχναις ἀφορμὰς ἐχαρίσαντο, οὕτως οὐ τὰ γράμματα τὸν λόγον ἐποίησεν, ἀλλ’ ὁ λόγος τῶν γραμμάτων τὴν ἐπιστήμην εὗρεν. Οὐ πρῶτα τὰ γράμματα καὶ δεύτερος ὁ λόγος, ἀλλὰ πρῶτος ὁ λόγος καὶ ταῦτα ἀπ’ ἐκείνου. Προηγεῖται πάντα τὰ παρὰ τοῦ θεοῦ καὶ τότε ἕπεται τὰ τῆς ἐπιστήμης. Οὐ τὰ βλεπόμενα ὀφθαλμὸς ἐποίησεν, ἀλλ’ ὀφθαλμὸς τῶν ὁρωμένων τὴν φύσιν διέκρινεν. Οὐχ αἱ τέχναι τὰς χεῖρας ἔδωκαν, ἀλλ’ αἱ χεῖρες τὰς τέχνας ἐποιήσαντο. Οὐχ ὁ δρόμος πόδας εἰργάσατο, ἀλλ’ οἱ ποδες τοῦ δρόμου τὴν φύσιν ἔδειξαν. Οὕτως οὐ γράμματα λόγον ἔδειξεν, ἀλλ’ ὁ λόγος τῶν γραμμάτων τὴν ἐπιστήμην ἐφεῦρε. Διὰ τί οὖν ζητεῖς τὰ δεύτερα παρὰ τῆς πηγῆς τῶν πρώτων; Ὅτι Γράμματα οἶδε μὴ μεμαθηκώς. Οὐ θαυμάζεις ὅτι νεκροὺς ἐγείρει καὶ ἐπλήττῃ τὸ εἰδέναι γράμματα μὴ μεμαθηκότα ἐνδεχόμενον τῇ φύσει. Οἱ γὰρ πρῶτοι τὰ γράμματα εὑρόντες, οὐ παρ’ ἑτέρου μαθόντες εὗρον καὶ οἱ εὑρεταὶ τῶν γραμμάτων ἄνθρωποι ἦσαν. Τὸ δὲ νεκροὺς ἐγεῖραι ὑπερβαίνει φύσιν ἀνθρώπων. Τὰ μεγάλα παρορᾷς καὶ περὶ τὰ μικρὰ ἀκριβολογῇ; Πηγὴ τοίνυν πάσης σοφίας καὶ πάσης γνώσεως ὁ Χριστός. Οὐδὲν αὐτὸν λανθάνει. Πάντων γάρ ἐστιν εὑρετής, λέγω, οὐχ ὡς ἄλλου ποιήσαντος καὶ τούτου ἐπινοήσαντος· ἀλλ’ ὅτι αὐτὸς καὶ ποιητὴς τῆς σοφίας καὶ εὑρετὴς τῶν ἐπὶ τῆς σοφίας θεωρουμένων. Οὐδὲν αὐτὸν τῶν παρελθόντων, οὐδὲν αὐτὸν τῶν παρόντων, οὐδὲν τῶν μελλόντων λανθάνει· Πηγὴ γάρ ἐστι τῶν ἁπάντων.

---

Severianus Gabalensis, In illud: Quomodo scit litteras. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg012.local001/.
