# In illud: Quomodo scit litteras 2.1

Severianus Gabalensis, In illud: Quomodo scit litteras, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-illud-quomodo-scit-litteras/2.1

Εἰ τοίνυν, φησὶν ὁ αἱρετικός – ἀνακύπτει γὰρ ἐν τῷ σίτῳ ζιζάνια –, εἰ τοίνυν πηγὴ τῆς σοφίας ἐστὶ καὶ τῆς γνώσεως, πῶς περὶ τῆς ἡμέρας ἐκείνης, τουτέστι, τῆς συντελείας, ἐν ᾗ ἀνάστασις τῶν νεκρῶν καὶ ἡ ἐπιδημία τοῦ σωτῆρος, λέγει ὅτι οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι, οὔτε ὁ υἱός, εἰ μὴ ὁ πατήρ . Πῶς τοίνυν πηγὴ σοφίας εἰ ἀγνοεῖ τὸ μέλλον; Ἐγὼ δέ σε ἠβουλόμην μὴ κακοτέχνως στρέφειν τὸν λόγον, μηδὲ περιστροφὰς λόγων εἰλεῖσθαι, ἀλλὰ τὴν εὐθύτητα τῶν δογμάτων φέρεσθαι. Διὰ τί λέγεις; Εἰ πηγὴ τῆς σοφίας καὶ θησαυρός ἐστι, πῶς ἀγνοεῖ; Οἶδα ὅτι βαθὺ τὸ ῥῆμα, πλὴν εἰς τὰ σύντομα ἥξομεν. Δεῖ καταστοχάζεσθαι οὐ τῆς δυνάμεως τοῦ λόγου, ἀλλὰ τῆς δυνάμεως τῶν ἀκουόντων. Φησὶ γὰρ ὁ ἀπόστολος περὶ τοῦ Χριστοῦ· Ὁδηγούμεθα εἰς ἐπίγνωσιν μυστηρίων θεοῦ πατρὸς καὶ Χριστοῦ, ἐν ᾧ πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Εἰ πάντα ἐν αὐτῷ, οὐδὲν αὐτὸν λανθάνει. Τί οὖν φησι πρὸς τὴν ἀπόφασιν τοῦ σωτῆρος, ὅτι Οὐδεὶς οἶδεν, οὔτε ὁ υἱὸς, εἰ μὴ ὁ πατήρ. Ἐρωτάσθω ὁ αἱρετικός· Τίς μείζων, ἢ ἡμέρα ἢ ὁ πατήρ; Ὁ γινώσκων τὸν πατέρα, οὐ γινώσκει τὴν ἡμέραν; Οὐδεὶς οἶδε τὸν πατέρα, εἰ μὴ ὁ υἱός. Τὸν πατέρα οὖν εὗρε· τὴν πηγὴν τῆς γνώσεως οἶδε καὶ τὴν ἡμέραν οὐκ οἶδεν; Ἀλλ’ ἐνδέχεται, φησίν, εἰδέναι μὲν τὸν πατέρα, ἀγνοεῖν δὲ τὰ ἐν τῷ πατρί. Εἰ ἔστι τι ἐν πατρὶ λανθάνον τὸν υἱόν, ἔστι τι ἐν τῷ υἱῷ λανθάνον τὸν πατέρα. Πόθεν τοῦτο; Αὐτὸς ὅρον δέδωκεν ὁ πάντων δεσπότης· Καθὼς γινώσκει με ὁ πατήρ, κἀγὼ γινώσκω τὸν πατέρα. Περὶ δὲ τῶν ἀνθρώπων ὅταν διαλέγηται, λέγει· Γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Οὐ γὰρ ἀνισότης γνώσεως. Ὅπου ἄνισος φύσις, ἄνισος καὶ ἡ γνῶσις. Γινώσκειν ἄνθρωπος δύναται θεόν, οὐ μὴν τὰ ἐν τῷ θεῷ· Γινώσκομεν πάντες πατέρα, ἀλλ’ οὐχ ὡς ὁ υἱός. Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν. Πάντες γινώσκομεν, ἀλλ’ οὐχ ὡς ἐκεῖνος· Ἄλλως γὰρ ὁ καρπὸς γνωρίζει τῇ ῥίζαν, ἄλλως ἡ ῥίζα τὸν καρπὸν ἑρμηνεύει· ἄλλως οἱ τὸν καρπὸν τρυγῶντες μεταλαμβάνουσιν. Ἐνταῦθα δὲ τρανὴν καὶ ἀσύγχυτον δέδωκε τῆς γνώσεως τὴν ἰσότητα· Καθὼς γινώσκει με ὁ πατήρ, γινώσκω τὸν πατέρα. Εἰ ἔστι τι ἐν τῷ υἱῷ λανθάνον τὸν πατέρα, ἔστιν ἐν τῷ πατρὶ λανθάνον τὸν υἱόν. Εἶτα οὐδὲ ἐκείνην τὴν φωνὴν αἰδῇ, αἱρετικέ, δι’ ἣν ἀποστερεῖς τὸν υἱὸν τῆς γνώσεως; Ἑτέρῳ λόγῳ τὸ πνεῦμα τὸ ἅγιον ὅπερ ἀρνῇ μεῖζον τοῦ υἱοῦ κατὰ τὴν σὴν γνῶσιν ἐργάζῃ. Λέγει γὰρ περὶ τοῦ ἁγίου πνεύματος ὁ Παῦλος· Τὸ πνεῦμα τὸ ἅγιον τὰ πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ θεοῦ. Τὸ πνεῦμα τὸ ἅγιον οἶδε τὰ βάωη, οδε υἱὸς ἀγνοεῖ τὴν ἡμέραν; Εἰ τοίνυν φησὶν οἶδε, διὰ τί εἶπεν· Οὐκ οἶδα. Ἀπὸ μὲν τῆς τῶν λογισμῶν ἀκολουθίας καὶ τῆς τῶν γραφῶν μαρτυρίας ἀποδέδεικται, ὅτι πηγὴ τῆς γνώσεως καὶ τῆς σοφίας εστί. Τίνος δὲ ἕνεκεν ἃ ἔχει ἀρνεῖται καὶ τὴν γνῶσιν ἣν αὐτὸς πηγάζει, ταύτην λέγει αὐτὸς μὴ ἔχειν; Εἶπε γὰρ ὅτι οὐδεὶς οἶδε τὴν ημεραν. Δεῖ δέ, ἀδελφοί, τὸν σκοπὸν τοῦ σωτῆρος ἐρευνᾶν καὶ ἐρωτᾶν τί λέγει καὶ περὶ τίνος καὶ πρὸς τίνας καὶ πότε. Οὐ γὰρ ἔστιν ἁπλῶς βασανίζειν ῥήματα καὶ ἐξετάζειν λεξίδια, ἀλλὰ ταύτης τῆς ἐννοίας καταστοχάζεσθαι τῆς δυνάμεως. Οὐ πάντα γὰρ ὅσα ὁ σωτὴρ διαλέγεται, πρέποντα τῇ οἰκείᾳ ἀξίᾳ διαλέγεται, ἀλλὰ τὰ ἁρμόζοντα τῇ ἡμετέρᾳ ἀσθενείᾳ. Ἄλλως διαλέγεται πιστοῖς, ἄλλως διαλέγεται ἀπίστοις. Οἶδα ταύτην τὴν ἔννοιαν προειρηκὼς ἐν ὑμῖν, ἀλλ’ οὐδὲν κωλύει ὁδεῦσαι διὰ τῆς αὐτῆς ἐννοίας καὶ δεῖξαι ἀληθεύουσαν τὴν ἀπόδειξιν τῶν πραγμάτων. Πρὸς Ἰουδαίους ἦν ὁ λόγος, Ἰουδαίους τοὺς τοσοῦτον ἀπέχοντας τοῦ ὕψους τῆς θεότητος, ὅσον ἀποσχοινίζεται γῆ οὐρανοῦ, ὡς ἔλεγεν ὁ θεός· Καθ’ ὅσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, ἀπέχουσιν αἱ ὁδοὶ μου ἀπὸ τῶν ὁδῶν ὑμῶν καὶ αἱ βουλαὶ μου τῶν βουλῶν ὑμῶν. Διελέγετο τοίνυν ἀπίστοις. Καὶ ἐπειδὴ ἐνόμιζον αὐτὸν ἀντίθεόν τινα, ἀντιπολιτευόμενον τῇ θείᾳ γνώσει, καὶ ἐναντίον τῷ νόμῳ Μωϋσέως, πανταχοῦ τὸ ἴδιον ἀξίωμα κρύπτων, ἐπὶ τὴν τοῦ πατρὸς ἀξίαν ἀναφέρει τὸ πᾶν, ἵνα δείξῃ Ἰουδαίους οὐκ αὐτῷ ἀντιλέγοντας, ἀλλὰ τῷ πατρὶ μαχομένους. Ἀλλὰ πρὸς μὲν Ἰουδαίους πολλάκις ἁρμόζει ταῖς οἰκείαις αὐτῶν προαιρέσεσι τὰς λέξεις προσφέρων, οὐχ ὅτι τοῖς ἡμετέροις ἤθεσι συμμεταβάλλεται ὁ θεῖος λόγος, ἀλλ’ ὅτι ὡς ἰατρὸς ἁρμόζοντα φάρμακα τοῖς τραύμασιν ἐπάγει, ἐν Ἰουδαίοις ἐξεταζόμενος τοῖς ἀπηρνημένοις αὐτοῦ οὐ μόνον τὴν θεότητα, ἀλλὰ καὶ τὴν ἀνθρωπότητα. Ἐννόησον γὰρ ὅσον ἀπεῖχον τοῦ φαντασθῆναι υἱὸν θεοῦ, ὅτι οὐδὲ ἄνθρωπον καθεστηκότα τὸν κύριον ὑπελάμβανον. Ἔλεγον γὰρ δαίμονιον ἔχει καὶ δαιμονιῶντα ὑπελάμβανον τὸν υἱὸν τοῦ θεοῦ. Ἐπεὶ τοίνυν ἑώρα Ἰουδαίους ἀντιλέγοντας καὶ τοὺς ἑαυτοῦ μαθητὰς ὡς ἀνθρώπους πολυπραγμονοῦντας τὰ μέλλοντα. Φίλον γὰρ ἀεὶ τοῖς ἀνθρώποις τοῖς μέλλουσιν ἐπιβαλεῖν καὶ τὰ μέλλοντα προειδέναι. Ἀμέλει γοῦν καὶ ἐν τῇ κοινῇ ἀναστροφῇ, ἐάν τις ἃ μανθάνουσι πάντες μετὰ μίαν ἡμέραν, προλαβὼν μάθῃ πρὸ μιᾶς ἡμέρας, χαίρει ὡς μέγα τι εὑρηκὼς καὶ ὥσπερ ὁ πάντων τὴν γνῶσιν λαβών. Φίλον οὖν τοῖς ἀνθρώποις τὰ μέλλοντα διερευνᾶν. Εἶδε τοίνυν τοῦτον τὸν πόθον ἐν τοῖς ἀποστόλοις ἀκμάζοντα ὁ σωτὴρ καὶ ζέοντα τὸν ἔρωτα περὶ τὴν γνῶσιν τῶν μελλόντων καὶ ἃ ἔχει ἀρνεῖται, ἵνα κολάσῃ τὴν ἄκαιρον ἐπιθυμίαν. Πότε ἀποκαθιστᾷς τὴν βασιλείαν τοῦ Ἰσραήλ; Εἶτα ἐπιστομίζων τὴν ἀνθρωπίνην προπέτειαν τὴν βουλομένην ἐπιβαλεῖν τοῖς μέλλουσι, καὶ τὰ τοῦ θεοῦ περιεργάζεσθαι λέγει· Οὐκ ἔστιν ὑμῶν γνῶναι χρόνους ἢ καιρούς. Ὑπερβαίνει τὴν ἀνθρωπίνην φύσιν τὸ μέτρον τῆς γνώσεως. Μὴ πολυπραγμόνει τὰ μέλλοντα πρὸ τῶν πραγμάτων, ἀλλ’ ἐκδέχου μόνον καὶ πίστευε τοῖς μέλλουσι· Παρασκεύασον σεαυτὸν πρὸς τὴν τοῦ μέλλοντος δικαστοῦ παρουσίαν. Ἐκεῖ φρόντισον, οὐχ ἵνα μάθῃς πότε ἡ ἡμέρα, ἀλλ’ ἵνα μάθῃς ποταπή σοι ἀπαντήσῃ ἡμέρα. Διὰ τοῦτο ὁ προφήτης τοὺς πολυπραγμονοῦντας περὶ ταύτης τῆς ἡμέρας καὶ λέγοντας· Πότε ἔρχεται ἡ κρίσις, πότε ἡ ἀνάστασις; μεμφόμενος καὶ ἐπιστομίζων ἔλεγεν· Οὐαί, οἱ ζητοῦντες τὴν ἡμέραν κυρίου. Ἵνα τί αὕτη ὑμῖν ἡ ἡμέρα τοῦ κυρίου; Ἀντὶ τοῦ· Διὰ τί σπουδάζετε ἰδεῖν τὴν ἡμέραν κυρίου; Ἡ ἡμέρα κυρίου πικρὰ καὶ σκληρὰ τέτακται, δυνατὴ ἡμέρα ὀργῆς, ἡ ἡμέρα ἐκείνη, θλίψεως καὶ ἀνάγκης. Τὸν φόβον παρέστησεν, ἵνα κολάσῃ τὴν προπέτειαν. Ἐπεὶ οὖν ἐπόθουν εἰδέναι τὰ μέλλοντα τὴν ἀνθρωπίνην τάξιν ὑπερβαίνοντα, ὁ σωτὴρ ἔλεγεν· Οὐκ ἔστιν ἡμῶν γνῶναι χρόνους ἢ καιρούς. Ἀλλ’ ἵνα μὴ νομισθῇ κατὰ φθόνον κωλύειν τὴν γνῶσιν, συμπεριλαμβάνει ἑαυτὸν τοῖς ἀγνοοῦσιν, ἵνα παραμυθήσεται τῶν ἀνθρώπων τὴν ἄγνοιαν. Οὐκ οἴδασί φησιν οὔτε οἱ ἄγγελοι. Τί φαντάζεσθε ὑπὲρ ἀγγέλους; Οὐδὲ ὁ υἱὸς οἶδε. Διὰ τί ὑπὲρ ἐμὲ φαντάζῃ; Ὅταν ἀκούσῃς υἱόν, μέρισον τῇ διανοίᾳ τὸ πρᾶγμα. Υἱὸς γὰρ λέγεται κατὰ κοινοῦ καὶ ἡ θεότης καὶ ἡ ἀνθρωπότης. Καὶ ἵνα μάθῃς ὅτι υἱὸν καλεῖ ἡ γραφὴ καὶ τὴν σάρκα τοῦ σωτῆρος καὶ τὴν οἰκονομίαν, λέγει ἀλλαχοῦ· Καὶ τὸ αἷμα Ἰησοῦ τοῦ υἱοῦ αὐτοῦ καθαρίσει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας. Τὸ αἷμα οὐ θεότης, ἀλλὰ ἀνθρωπότης. Οὕτω καὶ τὴν ἀνθρωπότητα υἱὸν ὀνομάζει. Καὶ ὅταν εἴπωμεν· Ὁ υἱὸς τοῦ θεοῦ ἔπαθεν, ὁμολογοῦμεν τί τὸ παθητόν, τι τὸ ἀπαθές. ὅταν εἴπωμεν ὅτι ὁ υἱὸς τοῦ θεοῦ ὁ μονογενὴς ἐσταυρώθη, μερίζομεν τὸ ἀπαθὲς καὶ χωρίζομεν τὸ παθητόν. Καὶ γὰρ ἐφ’ ἡμῶν τῶν ἀνθρώπων πολιτεύεται ῥήματα, ἃ κατὰ πάσης μὲν τῆς ἀνθρωπίνης ὑποστάσεως εὑρίσκεται, μερίζεται δὲ τῇ ἐπινοίᾳ τοῦ λογισμοῦ. Ἐὰν εἴπωμεν ὅτι ὁ δεῖνα τέθνηκε, νοοῦμεν τί τὸ τεθνηκός, σῶμα, καὶ τί τὸ ἀθάνατον, ἡ ψυχή. Καὶ οὐκ ἐπειδὴ κατὰ παντὸς τοῦ ὀνόματος ἡ τοῦ θανάτου προσηγορία φέρεται, τὸ πᾶν τοῦ ἀνθρώπου λέγομεν ἀπολέσθαι. Οὐ γὰρ πάντως ἀνάγκη λέγειν Τὸ σῶμα τοῦδε ἀπέθανε. Καὶ τὸ μὲν ὄνομα κοινὴν δέχεται τοῦ θανάτου τὴν προσηγορίαν· ὁ δὲ λογισμὸς τέμνει τὴν προσηγορίαν, τί τὸ ἀποθανόν, τί δὲ τὸ μὴ τεθνηκός. Ἐπεὶ οὖν καὶ ὁ σωτὴρ κοινὴν ἀποφαίνεται φωνὴν τοῦ θανάτου κατὰ τῶν ἁγίων λέγων· Παραστήσουσιν ὑμᾶς εἰς συνέδρια καὶ ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ καὶ ἀποκτενοῦσιν ὑμᾶς. Καὶ ἀπεφήνατο κοινῇ, διέτεμε δὲ αὐτὸς τῇ ἰδίᾳ διδασκαλίᾳ. Μὴ φοβηθῆτε γάρ φησιν ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Τοῦτο καὶ ἐν ἑτέρῳ ποιεῖ ὁ σωτήρ. Ὥσπερ γὰρ ἐνταῦθα τὴν γνῶσιν ἔχων τῶν ἁπάντων λέγει· Οὐδεὶς οἶδε τὴν ἡμέραν, οὐδὲ ὁ υἱός. ἀντὶ τοῦ οὐδὲ ἐγὼ τὸ φαινόμενον σχῆμα. οὐ γὰρ ὁ υἱὸς ἀγνοεῖ, ἐν ᾧ πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι . Οὐκ ἀγνοεῖ ὁ γινώσκων τὸν πατέρα καθὼς γινώσκεται ὑπὸ τοῦ πατρός . Ἔχεις τοίνυν τὴν λύσιν, ὅτι τὸ ὄνομα τοῦ υἱοῦ λαμβάνεται καὶ εἰς τὸ τῆς θεότητος ἀξίωμα, καὶ εἰς τὸ τῆς οἰκονομίας σχῆμα. Ἀγνοεῖ τοίνυν κατὰ τὸ σχῆμα τῆς ἀνθρωπότητος, ὁ γινώσκων τὰ πάντα κατὰ τὴν δύναμιν τῆς θεότητος.

---

Severianus Gabalensis, In illud: Quomodo scit litteras. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg012.local001/.
