# In illud: Quomodo scit litteras 3.1

Severianus Gabalensis, In illud: Quomodo scit litteras, Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-illud-quomodo-scit-litteras/3.1

Τοῦ αὐτοῦ ἐστι φωνὴ ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής. Τοῦ αὐτοῦ ἐστι διδασκαλία κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν . Εἰ ἀληθής, πῶς οὐκ ἀληθής; Μάχεται τὰ ῥήματα, ἀλλὰ συμφωνεῖ τὰ νοήματα. Ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν. Ἀνέβη εἰς τὸ ἱερὸν ὁ τοῦ ἱεροῦ δημιουργός, ὁ τῆς λατρείας δεσπότης. ἐλάλει ἐν τῷ ἱερῷ, ἵνα πληρωθῇ ἡ προφητεία τοῦ λέγοντος· Καὶ ἐξαίφνης ἥξει εἰς τὸν ἑαυτοῦ ναόν, ὁ κύριος, ὃν ὑμεῖς ζητεῖτε καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε. Καὶ κύριον αὐτὸν καλεῖ καὶ ἄγγελον. Ὢ τῶν θείων μυστηρίων· ὢ τῆς ἐνδόξου καὶ προφητικῆς μυσταγωγίας. Ἐξαίφνης ἥξει εἰς τὸν ἑαυτοῦ ναόν. Θεοῦ ναός. Καὶ λέγει αὐτοῦ εἶναι τὸν ναόν, ὡς μὴ νομίσαι ἑτέρου εἶναι τοῦ πατρὸς τὴν δεσποτείαν καὶ ἑτέρου εἶναι τοῦ υἱοῦ τὴν βασιλείαν. Τὸν ναὸν τοῦ πατρὸς, ὃν ἀνέθηκε Σολομὼν τῷ θεῷ, τοῦτον τὸν ναὸν τοῦ σωτῆρος καλεῖ ὁ προφήτης· Ἐξαίφνης ἥξει εἰς τὸν ἑαυτοῦ ναόν ὁ κύριος. Ὅταν τοίνυν ναὸς τοῦ πατρὸς ᾖ, ναὸς τοῦ υἱοῦ ἐστιν· ὅταν ναὸς ᾖ τοῦ υἱοῦ, ναός ἐστι τοῦ πατρός. Διὰ τοῦτο καὶ αὐτὸς ὁ σωτήρ, ὅτε ἀπελαύνει τοὺς Ἰουδαίους τινὶ φραγγελλίῳ, ὁ κατεσκεύασεν ἀπὸ σχοινίων, λέγει· Ἐκβάλετε ταῦτα ἐντεῦθεν καὶ μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου. Ὁ αὐτὸς πάλιν· Ἐκβάλετε ταῦτα ἐντεῦθεν. Ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς κληθήσεται. Ὁ οἶκος τοῦ πατρός μου καὶ ὁ οἶκός μου. Καὶ ἀλλαχοῦ ὁ εὐαγγελιστὴς λέγει· Εἰς τὰ ἴδια ἦλθε καὶ οἱ ἴδιοι αὐτὸν οὐκ ἐδέξαντο. Περὶ Ἰουδαίων λέγει. Ἰουδαῖοι γὰρ ἦσαν, ἐπειδὴ αὐτὸς αὐτοὺς διὰ νόμου ἐφώτισε καὶ διὰ προφητῶν ὠδήγησε. Καὶ ἦν παρὰ Ἰουδαίοις ἴδια τοῦ σωτῆρος. Ὅτε γὰρ ἐζήτει αὐτὸν ἡ μήτηρ περιιοῦσα καὶ ἔφησε· Τέκνον, τί ἐποίησας ἡμῖν; περιερχόμεθα ζητοῦντές σε, ἀποκρίνεται· Οὐκ οἴδατε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ με εἶναι; Ἀνέβη οὖν εἰς τὸ ἱερὸν καὶ ἐδίδασκε καὶ ἐπληροῦτο ἑτέρα προφητεία· Αὐτὸς ὁ λαλῶν, πάρειμι. Ἐδίδασκεν, οὐχ ὑβριζούσης τῆς διδασκαλίας τὴν ἀξίαν. διδάσκαλος δὲ διὰ τὴν φιλανθρωπίαν. Μή, ὅταν ἀκούσῃς ὅτι ἐδίδασκε, νομίσῃς αὐτὸν ἕνα τῶν διδασκάλων τῶν λοιπῶν εἶναι. Εἰ δὲ τὸ ἐδίδασκε σὲ σκανδαλίζει, ἐὰν ἀκούσῃς λέγοντος· Εὐλογητὸς εἶ, κύριε, δίδαξόν με τὰ δικαιώματά σου , ἀγνοεῖς τὴν ἀξίαν καὶ οὐ θαυμάζεις τὴν διδασκαλίαν. Ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν. Οὐδαμοῦ εὑρίσκεις καταβαίνοντα. Ἀνέβαινεν ἀπὸ Ἱεριχὼ εἰς Ἱεροσόλυμα· ἀνέβη εἰς τὸ ὄρος. Ὅπου γὰρ θεός, ἐκεῖ καὶ ἀνάβασις. Μακάριος ἀνὴρ οὗ ἐστιν ἀντίληψις αὐτῷ παρὰ σοῦ, κύριε· αἱ ἀναβάσεις σου ἐν τῇ καρδίᾳ αὐτοῦ. Ὅπου ἀρετή, ἀνάβασις· ὅπου κακία, κατάβασις. Ῥῦσαί με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Ἐθαύμαζον οἱ Ἰουδαῖοι, πῶς οὗτος οἶδε γράμματα μὴ μεμαθηκώς. Καὶ τὸ οὗτος ὑπερηφανίας ῥῆμα, ἐξουθενήσεως ἐπάγγελμα, σχῆμα κακίας. Πῶς οὗτος; Σὺ μὲν λέγεις ὑβρίζων, ὦ Ἰουδαῖε, πῶς οὗτος; Ἐγὼ δὲ λαμβάνω δοξάζων. Ἔστι γὰρ εἰπεῖν μετὰ ὕβρεως τὸ οὗτος καὶ ἔστιν εἰπεῖν μετὰ δόξης τὸ οὗτος . Λέγεις ὑβρίζων πῶς οὗτος οἶδεν; Ἐγὼ δὲ λέγω μετὰ Μωϋσέως οὗτός μου θεὸς καὶ δοξάσω αὐτόν. Ἐλέγχει Ἰουδαίων τὴν ἀπιστίαν· στηλιτεύει τοῦ λαοῦ τὴν ἀπείθειαν· δείκνυσιν ἑαυτὸν πηγὴν σοφίας καὶ πηγὴν πάσης γνώσεως, καὶ λέγει· Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με πατρός. πανταχοῦ δεικνὺς ὅτι ὡμολογημένῳ θεῷ μάχονται οἱ τὸν ἀμφιβαλλόμενον μὴ δεξάμενοι. Ἐπειδὴ πεπίστευτο παρ’ αὐτοῖς ὁ θεός, ἀμφεβάλλετο δὲ παρ’ αὐτοῖς ὁ Ἰησοῦς, ἑαυτοῦ κρύπτει τὴν ἀξίαν, καὶ προφέρει τοῦ πατρὸς τὴν αὐθεντίαν, δεικνὺς ὅτι ὁ Χριστῷ μαχόμενος, θεῷ μάχεται. Ἀλλὰ νομίζεις εἰρωνείαν τὸ πρᾶγμα καὶ κατασκευὴν ῥημάτων καὶ οὐκ ἀπόδειξιν πραγμάτων; Ἐξ αὐτῶν δέχου τῶν πραγμάτων τὸν ἔλεγχον. Κατὰ τὸν λόγον σου, ὦ Ἰουδαῖε, τὸν ἐξουθενοῦντα Χριστὸν καὶ ἐκφαυλίζοντα τὰ τοῦ σωτῆρος πράγματα, οὗτος οὔτε κατὰ θεόν ἐστιν, οὔτε νόμῳ στοιχεῖ, ἀλλὰ μάχεται τῇ εὐσεβείᾳ κατὰ τὸν λόγον τῶν ἀσεβούντων. Σὺ δὲ καὶ ὑπερμαχεῖς τοῦ νόμου καὶ ὑπεραγωνίζῃ τοῦ θείου λόγου καὶ ἐκδικεῖς θεὸν κατὰ τὸν σὸν σκοπὸν καὶ νομίζεις εὐσεβεῖν, ἀποκρουόμενος μὲν τοῦ Χριστοῦ τὴν δόξαν, φυλάττων δὲ τοῦ νόμου τὴν βασιλείαν. Ἴδωμεν οὖν ἐκ τῶν πραγμάτων, πῶς ψηφίζεται θεὸς τῇ σῇ γνώμῃ καὶ τῇ ἡμετέρᾳ γνώμῃ. Κατὰ τὸν σὸν λόγον ὑπερασπίζεις θεοῦ καὶ μάχῃ ἀντιθέῳ τινὶ καὶ μὴ στοιχοῦντι τῷ νόμῳ, ἀλλὰ διαλύοντι τὰ τοῦ θεοῦ δόγματα. Ἴδωμεν πῶς προσέχει ὁ θεὸς τοῖς ἀντιποιουμένοις τοῦ νόμου καὶ τοῖς ἀκολουθοῦσι τῷ ἀντιβαίνοντι τῷ νόμῳ. Ἀπὸ τῶν πραγμάτων τῶν κοινῶν λέγω. Ἐάν τις πόλις ὑποδέξηται τύραννον, κινδυνεύει, κἂν μὴ κοινωνήσῃ τῇ γνώμῃ. Καὶ ἐπειδὴ ὅλως ἐδέξατο τὸν τύραννον, συναπολαύει τῶν κινδύνων. Ἐὰν δέ τις πόλις ἀποκλείσῃ τύραννον, θαυμάτων ἀξιοῦται καὶ καρποὺς δέχεται παρὰ βασιλέως, ὅτι ἐν καιρῷ κινδύνου ἔστησε τρόπαια, τὴν γνώμην ἀσφαλῆ, καὶ οὐ παρεδέξατο παρὰ τὸν βασιλέα ἕτερον τύραννον. Τοῦτο ἐποίησας, Ἰουδαῖε, κατὰ τὸν σὸν λόγον. Ἐλθόντα τὸν τύραννον κατὰ τὴν σὴν ἀσέβειαν, ἀντιπολιτευόμενον τῷ νόμῳ Μωϋσέως οὐκ ἐδέξω, ἀλλ’ ἀπεπέμψω, φυλάττων τῷ θεῷ τὴν βασιλείαν ἄτρωτον. Ἡ ἐκκλησία τοῦ σωτῆρος ἀνέῳξε πύλας κατὰ μὲν σὲ τυράννῳ, κατὰ ταύτην δὲ βασιλεῖ τῆς δόξης. Ἴδωμεν πῶς ὁ ἀληθινὸς ἐψηφίσατο τοῖς μὴ δεξαμένοις τὸν βασιλέα. Μία πόλις αὐτὸν οὐκ ἐδέξατο καὶ εἰς ἔδαφος ἔστρωται, τὰ Ἱεροσόλυμα. Μία πόλις αὕτη τῷ βασιλεῖ τῆς δόξης ἀπέκλεισε θύρας καὶ μὴ δεξαμένη τύραννον ἔστρωται. Αἱ ἐκκλησίαι τοῦ θεοῦ πανταχοῦ δεξάμεναι τὸ σωτήριον, ἀνθοῦσι καὶ ἀκμάζουσι καὶ εἰς τὴν ὑπερκόσμιον τιμὴν ἀνάγονται. Καὶ πάλιν ἀπὸ τοῦ ἐναντίου στόχαζε. Ἕως ζῇ τύραννος, ἐν εὐδοκιμήσει οἱ φίλοι οἱ τὸ πιστὸν τῆς γνώμης ἐν καιρῷ ἐνδειξάμενοι· οἱ ἐχθροὶ αὐτοῦ ἐν κινδύνῳ. Ἐπειδὰν δὲ ἀποθάνῃ ὁ τύραννος, οἱ φίλοι ἐν κινδύνῳ καὶ οἱ ἐχθροὶ ἐν παρρησίᾳ. Ἴδωμεν τοίνυν μετὰ τὴν τοῦ σωτῆρος τελευτήν, μετὰ τὴν βάσιν τὴν ἐκ τοῦ αἰῶνος τούτου πρὸς τὸν πατέρα, μετὰ τὸν παρὰ σοὶ νομιζόμενον θάνατον, μετὰ τὴν παρ’ ἐμοὶ πιστευομένην ἀνάστασιν, ἴδωμεν τί μετὰ τὸ τέλος. Εἰ μὲν εὐδοκιμοῦσιν οἱ ἐχθροὶ τοῦ βασιλέως ἢ οἱ ἐχθροὶ τούτου τοῦ τυράννου, τύραννος ἀληθῶς. Εἰ δὲ οἱ μὲν ἐχθροὶ ἐν αἰσχύνῃ καὶ ἐξορισμῷ, οἱ δὲ φίλοι ἐν παρρησίᾳ καὶ δόξῃ, εἰ τοῖς λόγοις οὐ πείθη, τὰ πράγματα δυσωπήθητι. πῶς ὕψωσεν ὁ θεὸς τὴν Χριστοῦ βασιλείαν, πῶς καθεῖλε τοὺς παραιτησαμένους αὐτοῦ τὴν βασιλείαν. Ἠδύνατο αὐτοῖς ἀνελεῖν ὁ θεὸς ἀρνησαμένους τὸν υἱόν. Ἠδύνατο ἀποκτεῖναι τοὺς ἐχθροὺς τοῦ βασιλέως, τοὺς νομίσαντας τύραννον τὸν βασιλέα τῆς δόξης. Ἀλλ’ οὐκ ἀνεῖλεν αὐτούς, ἀλλ’ ἐσκόρπισεν. Εἰ ἀνεῖλεν, ἐγίνετο αὐτοῖς ἀπολογία· εἰ συνεχώρησεν ἡμῖν μένειν ἐπὶ τῆς γῆς, ἐκ τῶν πραγμάτων ἐδυσωπούμεθα ἄν· εἰ εἴδομεν τὴν γῆν πιστεύσασαν, ἐπεστράφημεν ἂν καὶ ἡμεῖς μετὰ πάσης τῆς οἰκουμένης. Ἠδύναντο λέγειν οἱ ἐχθροί· Ἐθεασάμεθα αὐτὸν μετὰ δώδεκα καὶ ὡς εὐτελοῦς αὐτοῦ κατεφρονήσαμεν. Εἰ εἴδομεν αὐτὸν ὑπὸ βασιλέων προσκυνούμενον, ἀναντιρρήτως τῷ ζυγῷ τῆς εὐσεβείας προσεπίπτομεν. Διὰ τί προλαβὼν ἀνεῖλες ἡμῶν τὴν μετάνοιαν καὶ προέλαβες τῇ τιμωρίᾳ τὴν διόρθωσιν; Διὰ τοῦτο, ἵνα μή τις εἴπῃ· Ἐσταυρωμένον μὲν οἴδαμεν, προσκυνούμενον δὲ οὐκ ἐθεασάμεθα, οὐκ ἀναιρεῖ αὐτούς, ἀλλὰ σκορπίζει. Τοῦτο γὰρ προλαβὼν ὁ προφήτης αὐτῶν ἔπεισε Δαυίδ· Μὴ ἀποκτείνῃς αὐτούς, μήποτε ἐπιλάθωνται τοῦ νόμου σου· διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου. Βλέπε αὐτοὺς πρὸ τῶν θυρῶν τοῦ Χριστοῦ πωλοῦντας σουδάρια καὶ σημικίνθια. Πρὸς τὰς θύρας αὐτοὺς ἔστησεν, ἵνα μάρτυρες γένωνται τῶν προσκυνούντων. Βλέπε αὐτοὺς παρεστῶτας τοῖς πυλῶσι τῆς ἐκκλησίας, ὡς τοὺς ἀδελφοὺς τοῦ Ἰωσήφ. Ἐννόησον ὅτι ὥσπερ οἱ ἀδελφοὶ τοῦ Ἰωσήφ, βλέποντες τοῦ ἀδελφοῦ τὴν ἀξίαν, οὐκ ἐτόλμων προσελθεῖν ὡς ἰδίῳ, ἀλλ’ ἐφοβοῦντο διὰ τὴν ἀξίαν. Βλέπε αὐτοὺς τρέμοντας τὴν ἀξίαν τῆς ἐκκλησίας, ἣν παρὰ τοῦ θεοῦ ἐδέξατο, ἣν παρὰ τοῦ δεσπότου καὶ σωτῆρος τῶν ἁπάντων ἐδέξατο. Βλέπε αὐτοὺς ταπεινοὺς καὶ κατεπτηχότας, ὁρῶντας τὸν ἐσταυρωμένον ἐν δόξῃ. Ἐννόησον τὸ πάθος καὶ ἐννόησον τὴν δόξαν. Αἱ ὧραι τοῦ σταυροῦ τρεῖς, ἀπὸ ἕκτης ἕως ἐνάτης· Ὁ καιρὸς τῆς δόξης αἰῶνες αἰώνων καὶ οὐκ ἀναλίσκονται. Βλέπε πῶς παρῆλθεν ὡς σκιὰ τὰ τῆς ὕβρεως. Βλέπε πῶς ἤνθησεν ἡ ἀλήθεια τῆς δόξης. Ἀπὸ ἕκτης ἕως ἐνάτης ἡ ὕβρις· ἀπὸ τοῦ αἰῶνος ἕως αἰώνων ἡ εὐδοξία καὶ οὐκ ἀναλίσκεται ἡ Χριστοῦ εὐφημία· οὐ δαπανᾶται αὐτοῦ ἡ δοξολογία. Πάντες ἐκκενοῦσιν ἑαυτῶν τὰς φωνάς, προφῆται καὶ εὐαγγελισταὶ καὶ ποιμένες, ἐπίσκοποι καὶ διδάσκαλοι, καὶ ὑπὸ τοῦ πελάγους τῆς θεότητος οὐκ ἀναλίσκονται. Καὶ ὥσπερ ἡ θάλασσα ποταμοὺς δεχομένη οὐ καλύπτεται τοῖς ποταμοῖς, ἀλλὰ καλύπτει τὰ ῥεύματα, οὕτω πάντες οἱ λαλοῦντες περὶ τοῦ Χριστοῦ τῆς δόξης, ὑπὸ τῆς δόξης σκέπονται καὶ τὴν δόξαν οὐ σκέπουσι. Φοβερὰ ἡ τόλμα τῶν θεομάχων, ἀλλ’ ἔνδοξος ἡ τιμὴ τοῦ ὑβρισμένου μὲν διὰ τὴν οἰκονομίαν, δοξαζομένου δὲ διὰ τὴν ἔνθεον ἀξίαν. Ἐννόησον ὅτι ὥσπερ τρεῖς ὧραι ἦσαν τῆς ὕβρεως, αἰῶνες δὲ αἰώνων οὐ πληροῦσι τὴν τοῦ θεοῦ δόξαν. Ἐννόησον καὶ τοῦ σταυροῦ τὸν τόπον. Ἆρα μιᾶς σπιθαμῆς εἶχε περίμετρον ὁ τόπος τοῦ ξύλου; Εἶχε ποδὸς μέτρον ἡ πῆξις τοῦ σταυροῦ. Ἐννόησον τὸ μέτρον τῆς ὕβρεως καὶ ἐννόησον τὰ κλίματα τῆς ὑπ’ οὐρανόν, ὅτι ἐπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας . Περιειστήκησαν οἱ Ἰουδαῖοι τῷ σταυρῷ γελῶντες τὸ πάθος, μᾶλλον δὲ γελώμενοι ὑπὸ τοῦ πάθους. Ἔβλεπον τὸν ἐσταυρωμένον καὶ ἠγνόουν τὸν δοξαζόμενον. Διὰ τοῦτο ἔλεγεν ὁ προφήτης Ζαχαρίας, ὅτι Τότε ἥξει κύριος ὁ θεὸς καὶ ἔσται κοπετὸς μέγας ἐν Ἱερουσαλήμ. Ὄψονται γὰρ εἰς ὃν ἐξεκέντησαν. ἀντὶ τοῦ Ὃν τοῖς ἥλοις προσήλωσαν. Καὶ οὐκ εἶπεν· Ὄψονται ὃν ἐξεκέντησαν, ἀλλ’ εἰς ὃν ἐξεκέντησαν . Τί ἐστι τὸ εἰς ὃν ; Σταυρὸς ἦν εἰς ὃν ἐξεκέντησαν. Πρὸ δὲ τῆς παρουσίας τοῦ σωτῆρος, ὥσπερ βασιλικὸν σημεῖον, τὸ λεγόμενον σίγνον κατὰ τὴν κοινὴν συνήθειαν, προτρέχει τῆς Χριστοῦ παρουσίας, ὑπὸ τῶν ἀγγέλων δοξαζόμενον. Φανήσεται ὁ σταυρὸς ἐπὶ τῆς γῆς, σκέπων ἥλιον, ἀμβλύνων σελήνην, ὡς ἔλεγεν ὁ σωτήρ· Τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ θεοῦ ἐν τῷ οὐρανῷ. Καὶ ἵνα πληρωθῇ τὸ ῥῆμα Ζαχαρίου, αὐτὴν τὴν λέξιν λαβὼν ὁ σωτήρ, μετήγαγεν εἰς ἀλήθειαν. Καὶ τότε ὄψονται εἰς ὃν ἐξεκέντησαν. Ὀφθήσεται δὲ τὸ σημεῖον τοῦ υἱοῦ τοῦ θεοῦ ἐν τῷ οὐρανῷ. καὶ κόψονται φυλαί· Φυλὴ οἴκου Δαυὶδ καθ’ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτοῦ καθ’ ἑαυτάς· φυλὴ οἴκου Νάθαν καθ’ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτοῦ καθ’ ἑαυτάς. Διὰ τι οὖν οὐκ ὄνομα φυλῆς παρήγαγεν, ἀλλ’ ὄνομα βασιλείας; Διὰ τί πενθεῖ ἡ φυλὴ Δαυίδ; Φυλὴ γὰρ Δαυὶδ οὐκ ἐλέγετο, ἀλλὰ φυλὴ Ἰούδα. Ἐπειδὴ τὸν ἐκ Δαυὶδ κατὰ σάρκα οἱ μὲν παραπλησιάζοντες τῷ γένει τῆς σαρκός, ἠγνόησαν τὸ ἀξίωμα τῆς θεότητος. Ἅπτεται τοίνυν πρῶτον ἡ συμφορὰ τῶν παραπλησιαζόντων τῷ γένει καὶ ἀπεσχοινισμένων τῷ βίῳ. Φυλὴ οἴκου Νάθαν. Τίς ὁ Νάθαν; Ἐγένετο προφήτης· ἐγένετο καὶ υἱὸς Δαυίδ . Ἄλλος γὰρ Νάθαν ὁ προφήτης, ὁ ἐλέγξας αὐτὸν περὶ ἁμαρτίας, καὶ ἄλλος Νάθαν ὁ ἐξ αὐτοῦ. Ἀνάγνωθι τὰς ἱστορίας τῶν υἱῶν Δαυὶδ καὶ εὑρήσεις ἕνα τῶν τέκνων αὐτοῦ Νάθαν λεγόμενον. Λουκᾶς ὁ εὐαγγελιστὴς τὴν διαδοχὴν τὴν εἰς Μαρίαν παραπέμπων καὶ τὸν Ἰωσὴφ διὰ τοῦ Νάθαν κατάγει. Ἰδοὺ ὅτι βαθὺς ὁ λόγος καὶ περιεσκεμμένης διανοίας χρῄζων. Ἀνάγνωθι τὰ εὐαγγέλια, ὡς ἔλεγεν ὁ σωτήρ· Ἐρευνᾶτε τὰς γραφάς. Οὐκ εἶπεν Ἀνάγνωτε, ἀλλ’ Ἐρευνᾶτε . Οὐ γὰρ ἡ ψιλὴ ἀνάγνωσις παριστᾷ τὴν γνῶσιν, ἀλλ’ ἡ ἀκριβὴς κατανόησις παρίστησι τὸ ζητούμενον.

---

Severianus Gabalensis, In illud: Quomodo scit litteras. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg012.local001/.
