Ancient Greek
Section 4
Severianus Gabalensis, In illud: Quomodo scit litteras 4.1
Not analysed yet
Ὀφθήσεται τοίνυν τὸ σημεῖον τοῦ υἱοῦ τοῦ θεοῦ ἐν τῷ οὐρανῷ. Ὀφθήσεται τοῦ ξύλου φέρων τὴν εἰκόνα, ἀλλὰ φωτὸς ἐκλάμπων ἀκτῖνα. Ὅταν δὲ ὀφθῇ ὁ σταυρός, καλυφθήσεται ὁ ἥλιος, οὐκ ἀφανιζόμενος, ἀλλὰ τῇ ὑπερβολῇ τῆς δόξης σκεπόμενος. Καλυφθήσεται καὶ ἡ σελήνη· κρυβήσονται καὶ οἱ ἀστέρες, μᾶλλον δὲ πεσοῦνται, ὡς γέγραπται· Ὁ ἥλιός φησι σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς· οἱ ἀστέρες πεσοῦνται ἐκ τοῦ οὐρανοῦ καὶ δειχθήσεται τότε τὸ φοβερὸν ἐκεῖνο καὶ ἔνδοξον σημεῖον, Ἰουδαίων ὁρώντων· περιεστοιχισμένων τῶν δοξαζόντων. Τότε ἀποκριθήσεται τῶν δικάων ἕκαστος πρὸς τοὺς ἀδίκους. Τότε ἐρεῖ ἡμῖν Ἡσαΐας· Ἰδοὺ ὁ θεὸς ἡμῶν, εἰς ὃν ἠλπίσαμεν, ἠγαλλιώμεθα. Τότε φανεὶς ὁ σταυρὸς ἐλέγξει τὴν τόλμαν καὶ βεβαιώσει τὴν ἐκκλησίαν. Τότε ἀποκριθήσονται οἱ ἀντιλέγοντες καὶ δοξασθήσονται οἱ ὑπακούσαντες. Τότε πᾶσα ἡ κτίσις προσκυνήσει τῷ υἱῷ τοῦ θεοῦ, καὶ τὸ τάγμα τῶν ἀπιστησάντων καὶ τὸ τάγμα τῶν πιστευσάντων. Ἀλλὰ τὸ μὲν μετὰ παρρησίας, τὸ δὲ μετὰ αἰσχύνης. Ὥσπερ γὰρ ἐν ταῖς βασιλικαῖς εἰκόσι διαγράφεται ἡ δόξα τῶν δορυφορούντων τὸν βασιλέα καὶ τῶν βαρβάρων τὰ γένη, τῶν ὑποτεταγμένων τῷ βασιλεῖ. Καὶ ὑποπίπτει μὲν καὶ ὁ βάρβαρος κάτωθεν, ὑποπίπτει δὲ καὶ ὁ ὁμόφυλος· ἀλλ’ ὅμως μετὰ παρρησίας ἕστηκε, δοξάζων τὸν ἑαυτοῦ βασιλέα. Ὁ δὲ ἀνάγκαις πεπεδημένος ὑπὸ τοὺς πόδας, προσκυνῶν μὲν τὸν βασιλέα, μισθὸν δὲ τῆς προσκυνήσεως οὐκ ἔχων. Οὐ γὰρ γνώμη αὐτὸν ἤγαγεν, ἀλλ’ ἀνάγκη αὐτὸν ἐπέδησεν. Καὶ ἔστιν ἡ μὲν ἄνω τάξις προσκυνούντων, ἡ δὲ κάτω τάξις πιπτόντων. Ἄλλο γάρ ἐστι προσκυνῆσαι καὶ ἄλλο πεσεῖν· Οὕτως ἐν τῇ παρουσίᾳ τοῦ μεγάλου βασιλέως, ἐν εἰκόνι τῆς δόξης φανήσεται τὸ τάγμα τῶν πιστευόντων, ἐν παρρησίᾳ μετὰ τῆς ἀγγελικῆς τάξεως ὑμνοῦντες καὶ δοξάζοντες. Φανήσεται δὲ καὶ τὸ τάγμα τῶν ἀπιστησάντων ἐστρωμένον ὑπὸ τοὺς πόδας τοῦ μεγάλου βασιλέως. Καὶ οἱ μὲν ἔσονται λελυμένοι τῇ παρρησίᾳ· οἱ δὲ πεπεδημένοι τῇ ἀνάγκῃ. Ἐπειδὴ γὰρ προεδέθησαν τῷ πόθῳ οἱ πιστοί, οὐ χρεία δεσμῶν. Δεσμὸς αὐτοῖς ὁ πόθος. Οὓς δὲ μὴ ἔδησεν ὁ πόθος, δεσμεῖ πολλάκις ἡ ἀνάγκη. Καὶ προσάγονται μετὰ παρρησίας οἱ πιστοὶ τῷ βασιλεῖ τῆς δόξης. οἱ μὲν πιστοὶ μετὰ παρρησίας· οἱ δὲ ἄδοξοι καὶ ἀντιλέγοντες τῷ λόγῳ τῆς ἀληθείας προσελεύσονται δεδεμένοι χειροπέδαις σιδηραῖς. Καὶ οἱ μὲν ἔσονται ἐν τῷ τάγματι τῶν προσκυνούντων ἐν ὕψει, οἱ δὲ ἐν τάγματι τῶν πιπτόντων ἐν βάθει. Ὥσπερ γὰρ ἐν ταῖς εἰκόσιν ἀνωτέρα μέν ἐστιν ἡ ζώνη ἡ τοὺς προσκυνοῦντας ἔχουσα, κατωτέρα δὲ ἡ τοὺς βαρβάρους φέρουσα, οὕτω καὶ ἐπὶ τῆς Χριστοῦ βασιλείας, ὑψηλότερον μὲν δεῖ φαίνεσθαι τὸ τάγμα τῶν πιστευόντων, χαμαιπετὲς δὲ καὶ γήϊνον τῶν ὑποπιπτόντων. Διὰ τοῦτο ὁ ψαλμὸς, ἀφορίζων τοὺς προσκυνοῦντας τῶν ὑποπιπτόντων, λέγει· Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ κυρίου ἡ βασιλεία καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. ὅτε ἐπὶ τῶν προσκυνούντων τὴν τάξιν ἔδειξεν. Ὅτε ἐπὶ τῶν ὑποπιπτόντων ἐπήγαγεν· Ἐνώπιον αὐτοῦ προσπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν . Πῶς δέ ἐστι τὸ τάγμα τῶν πιστῶν ἀνώτερον; Ὅτι οὐκ ἐπὶ γῆς οἱ πιστοὶ στήσονται, ἀλλ’ ἐν τῷ ἀέρι συμπάρεδροι καὶ συνδορυφόροι τοῦ μεγίστου βασιλέως. Οὐ γὰρ ὁ θρόνος τοῦ θεοῦ ἐπὶ γῆς πήγνυται, ἀλλ’ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. ὥστε πάντας μὲν εἶναι τοὺς δικαζομένους κάτω, ἄνω δὲ τὸν δικάζοντα καὶ τοὺς μετὰ τοῦ δικαστοῦ φίλους. Διὰ τοῦτο ὁ ἀπόστολος βουλόμενος δεῖξαι ὅτι οὐκ ἐπὶ γῆς στήσονται οἱ πιστοί, ἀλλ’ ἐν τῷ ἀέρι ἐπαρθήσονται, λέγει· Ἡμεῖς δὲ ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα καὶ οὕτω πάντοτε σὺν κυρίῳ ἐσόμεθα.