# In illud: Quomodo scit litteras 5.1

Severianus Gabalensis, In illud: Quomodo scit litteras, Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-illud-quomodo-scit-litteras/5.1

Ταῦτά μοι εἰς μνήμην ἤγαγεν ἡ ἀφορμὴ τῆς τόλμης τῶν θεομάχων, τῶν τολμησάντων εἰπεῖν· Δαιμόνιον ἔχει. Εἴπωμεν μετὰ τοῦ Δαυίδ· Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, κύριε. Οἷα λαλοῦντα, οἷα τολμήσαντα, κατὰ σοῦ τοὺς θεομάχους οὐ κολάζεις; Οὐκ ἀναλίσκεις ῥοπῇ τοῦ νεύματος, οὐκ ἀναλίσκεις ἐν κελεύσματι, οὐκ ἠδύνω ἀπειλῆσαι; Οὐκ ἦν περὶ σοῦ ὁ λόγος τοῦ προφήτου· Ἀπειλῶν θαλάσσῃ καὶ ξηραίνων αὐτήν. Τοσαῦτα θεομαχοῦσι, τοσαῦτα βλασφημοῦσιν. Ἀλλ’ ἀποκρίνεται ὁ σωτήρ· Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω τὸν κόσμον. Διὰ τοῦτο καὶ ὁ Δαυὶδ καλῶν αὐτὸν οὐκ εἰς τὸ κρῖναι κατὰ τὴν δευτέραν παρουσίαν, ἀλλ’ εἰς τὸ σῶσαι, ἔλεγεν· Ὁ καθήμενος ἐπὶ τῶν χερουβίμ, ἐμφάνηθη· ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. οὐκ εἰς τὸ κρῖναι. Ἡ πρώτη παρουσία σωτηρίας, ἡ δευτέρα κρίσεως. Ἐὰν θέλῃς, ἔγνως αὐτὸν σωτῆρα· ἐὰν ἀπειθῇς, ἔγνως αὐτὸν κριτήν. Προλαβὼν κατασκεύασον σαυτὸν φίλον τοῦ βασιλέως. Ἀπὸ τῶν κοινῶν πραγμάτων διδαχθῶμεν. Οὐκ οἶδάς τινας σκιρτῶντας καὶ ἀγαλλιῶντας, ὅτε ἐν ἀξιώματι καὶ προαγωγῇ γένωνταί τινες τῶν φίλων; οὐχ ἕκαστος χαίρεται, ἐὰν ἴδῃ τόν ποτε γνώριμον αὐτοῦ εἰς ἀρχὴν προελθόντα καὶ ἐλπίζει λοιπὸν καρποὺς τῆς φιλίας κομίζεσθαι; Ἀλλ’ οἱ μὲν ἄνθρωποι πολλάκις ψεύδονται καὶ τὰς φιλίας ἐναλλάσσουσι καὶ μετὰ τὴν ἀρχὴν οὐκέτι φίλοι. Ὁ δὲ Χριστὸς οὐ κρύπτει τὴν ἀλήθειαν. Γενοῦ αὐτοῦ φίλος καὶ ἔσῃ ἀεὶ αὐτοῦ φίλος. Πολλάκις γάρ, ἀδελφοί, τὸ ἀξίωμα ἐφύσησε τὸν ἄνθρωπον, μετέβαλεν αὐτοῦ τὴν γνώμην, μετέθηκεν αὐτοῦ τὴν διάθεσιν, ἄλλος ἀντ’ ἄλλου φαίνεται. Καὶ γὰρ περὶ Σαοὺλ ὁ θεὸς εἰδὼς ὅτι τὸ ἀξίωμα αὐτὸν μεταβάλλει, λέγει· Ἔχρισά σε κύριον καὶ ἀπαιτήσουσι καὶ δώσουσί σοι ἀρχὴν καὶ λήψῃ ἐξ αὐτῶν· Καὶ ὅταν ἔλθῃ ταῦτα ἐπὶ σὲ τὰ σημεῖα, στραφήσῃ εἰς ἄνδρα ἄλλον. Μεταβαλεῖ γάρ σε ἡ ἐξουσία καὶ ἡ ἀξία, οὐχ ὅτι πάντας μεταβάλλει. Τὸν πιστὸν γὰρ οὐ μεταλλάττει, τὸν δὲ σαθρὸν ἐλέγχει. Διὰ τοῦτο τῷ πιστῷ λέγει· Ἐὰν καταστῇς ἄρχων, γενοῦ καὶ σὺ ὡς εἷς ἐξ αὐτῶν. Εἰ τοίνυν ἐνταῦθα φιλία πολλάκις ἐψεύσατο, πολλάκις ἀληθεύει. Ἡ δὲ τοῦ Χριστοῦ φιλία ἄπτωτος. Οὐχ, ὅταν ἴδῃς αὐτὸν ἐν δόξῃ, οὐκ ἀρνεῖταί σε τὸν ἐπὶ γῆς προσκυνήσαντα αὐτόν, ἀλλ’ ὡς σήμερον δεξάμενός σε τῆς φιλίας, προσκαλεῖται καὶ τότε γνωρίσει τὴν φιλίαν. Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου. Ἐνταῦθα πολλάκις κἂν χάριν ποιήσῃς τινά, τὴν εὐεργεσίαν τὴν πρώτην κρύπτει. Οὐ θέλει γὰρ φανῆναι κατώτερος τοῦ εὐεργέτου, ἀλλὰ τὴν μὲν φιλίαν σου ἀμείβεται, τὴν δὲ εὐεργεσίαν κρύπτει. Ὁ δὲ σωτὴρ καὶ τὴν φιλίαν ὁμολογεῖ καὶ τὴν εὐεργεσίαν οὐ κρύπτει. Ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν , καὶ τὰ ἑξῆς. Ὁ τοίνυν σωτὴρ λάμπει τῇ φιλίᾳ, λάμπει τῇ εὐεργεσίᾳ, οὐκ ἀρνεῖται τὴν προτέραν σου φιλίαν, ὁμολογεῖ σου τὴν διάθεσιν, κηρύττει σου τὸν πόθον, στεφανοῖ σου τὴν πρόθεσιν. Ἔχωμεν τοίνυν αὐτὸν εὐεργέτην καὶ μὴ κριτήν. Κριτὴς μέν ἐστι καὶ κριτὴς ἀληθείας. Ἀλλὰ σὺ προλαβὼν αὐτὸν κατάστησον φίλον καὶ μὴ δικαστήν, καὶ δυσώπησον αὐτόν. Οὐκ εἶδες τοὺς ἔξωθεν ἄρχοντας, πῶς περιτρέχουσι καὶ πῶς τοῖς οἰκείοις αὐτῶν διαλέγονται; Ἀλλ’ ἐνταῦθα περὶ σχημάτων, ἐκεῖ περὶ πρεσβείας. Προλαβὼν διαλέχθητι τοῖς μάρτυσιν, ὁμίλησον τοῖς ἀποστόλοις· Δέομαι ὑμῶν, προετοιμάσατέ μου τὸν κριτήν. Γένοιτό μοι ἵλεως ἐν τῷ καιρῷ τῆς κρίσεως, ὅτε ἐξετασθῇ μου τὰ πράγματα. πείσατε αὐτόν· ἱκανοί ἐστε δυσωπῆσαι. Οἶδα ὅτι ὑμᾶς αἰδεῖται. Ἐγὼ παρρησίαν οὐκ ἔχω· ὑμεῖς διαλέχθητε τε βασιλεῖ. Ἀλλ’ ἀποκρινοῦνταί σοι οἱ ἀπόστολοι καὶ οἱ μάρτυρες· Οὐκ οἶδας τὸν θεὸν ἡμῶν, δωρεὰν μὲν ἐλεοῦντα, ἀλλὰ καὶ παρ’ ἡμῶν θέλει λαβεῖν; Δὸς πτωχοῖς καὶ αὐτὸς ἀντὶ ἐκείνων ὁμολογεῖ σου τὴν χαριν. Δὸς εἰς χεῖρας πενήτων καὶ ὡς εἰς χεῖρας πιστοῦ παραθέμενος, τὴν ἀνταπόδοσιν λήψῃ. Δὸς Χριστῷ οὐ δι’ ἀπληστίαν λαμβάνοντι, ἀλλὰ διὰ φιλανθρωπίαν τοῖς πένησι χορηγοῦντι. Εἶτα λαμβάνει ὁ θεὸς χρήματα, οὐκ εἰς ἑαυτόν, ἀλλὰ διὰ πενήτων εἰς ἑαυτόν, οὐ πωλῶν τὸ δίκαιον, ἀλλὰ τῇ μετανοίᾳ διορθούμενος τὰ πταίσματα ἡμῶν. Οὐ γὰρ λαμβάνει χρήματα, ἵνα πωλήσῃ τὸ δίκαιον καὶ ἄλλον ἀδίκως κατακρίνῃ, ἀλλ’ ἵνα σε τὸν κατάκριτον ἐλευθερώσῃ διὰ τῆς δόσεως, ὡς ἔλεγεν ὁ Δανιήλ· Τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι καὶ τὰς ἀνομίας σου ἐν οἰκτιρμοῖς πενήτων. Προσένεγκε χρήματα ἀντὶ ψυχῆς. Λῦτρον γὰρ ἀνδρὸς ὁ ἴδιος πλοῦτος. Ταῦτα λέγω πρὸς τὴν τοῦ μεγάλου Χριστοῦ καὶ δεσπότου ἀξίαν, ὃν δέχεται ἡ ὑπ’ οὐρανὸν πᾶσα, οὗ νῦν καταξιοῦται ἡ ἐκκλησία, ἐστέρηται δὲ μόνη ἡ συναγωγή. Ἐσκόρπισται γάρ. Ἀργὸν τὸ ὄνομα. Ἄλλη κατατομή. Κατατέμνεται γὰρ τῇ ἀπιστίᾳ. Κατατομὴν καλεῖ τὴν συναγωγήν, ὡς καὶ ὁ Παῦλος λέγει· Βλέπετε τὴν κατατομήν . Ἡμεῖς μὲν γάρ ἐσμεν ἡ περιτομή. Διὰ τοῦτο οἱ δαιμονιῶντα καλέσαντες τὸν σωτῆρα διατέμνονται τῆς δόξης. Οἱ βασιλέα ὁμολογήσαντες ἐπληρώθησαν δόξης. Καὶ ἓν εἰρηκὼς ἀρχαίας ἱστορίας θεώρημα καταπαύσω τὸν λόγον. Γεδεών ποτέ τις ἀνὴρ δίκαιος μεμαρτυρημένος ὑπὸ τῶν γραφῶν, ὃν καὶ Παῦλος ἐν τῷ τάγματι τῶν δικαίων παρήγαγε, φήσας περὶ Γεδεὼν καὶ Σαμψὼν καὶ Ἰεφθαέ. Οὗτος δικαιοσύνῃ πάσῃ διαθρέψας καὶ τὸν ἑαυτοῦ βιον ταῖς ἀρεταῖς κοσμήσας, ἐν καιρῷ πολέμου καὶ στενοχωρίας στάχυας λαβὼν ἀπό τινος τόπου ἐν ληνῷ ἐρράβδιζεν, ἵνα ἑαυτῷ παρασκευάσῃ παραμυθίαν τῆς ἀνάγκης. Ἄγγελος δὲ αὐτῷ παραστάς φησιν· Ἴσχυε καὶ ἀνδρίζου. Ὁ κύριος μετὰ σοῦ. Οὐκ ἀμβλύνει γὰρ δικαιοσύνην λιμός, ἀλλὰ λαμπροτέραν δείκνυσι τὴν ἀρετὴν ταῖς θλίψεσι βασανιζομένην. Ὁ κύριος μετὰ σοῦ· εἰρήνη σοι. Καὶ λέγει Γεδεών· Καὶ εἰ κύριος ἐν ἡμῖν, πόθεν ἡμᾶς εὗρε τὰ κακὰ ταυτα; οὐκ ἀντιλέγων τῷ θεῷ, ἀλλ’ ὡς ἀνάξιον ἡγούμενος ἑαυτὸν τοῦ θεοῦ, οὕτω λέγων· Εἰ ἦμέν φησιν ἄξιοι τοῦ θεοῦ, ταῦτα ἡμᾶς οὐ κατελάμβανε. Πολλάκις οἱ ἄπιστοι οἱ τῷ μὲν λόγῳ πιστεύοντες, ταῖς δὲ γνώμαις μαχόμενοι, λέγουσι· Ποῦ ὁ θεὸς τῶν Χριστιανῶν; Διὰ τί μὴ ἐπήκουσε τῶν μοναζόντων; Πόθεν οἱ πόλεμοι; Πόθεν αἱ συγχύσεις; Οὐχ οὗτος εἶπεν, ἀλλ’ Εἰ κύριος ἦν ἡμῖν, πόθεν ἡμᾶς εὗρε τὰ κακὰ ταῦτα; Οὐκοῦν οὐκ ἔστιν ἐν ἡμῖν; Οὐ γάρ ἐσμεν αὐτοῦ ἄξιοι. Λέγει· Ὁ κύριος μετὰ σοῦ. Ἐν τῇ χειρί σου δέδωκε ὁ θεὸς τὴν νίκην· ἔπελθε εἰς πόλεμον. Λέγει ὁ Γεδεών· Ἐν τούτῳ γνώσομαι ὅτι ὁ κύριος μετ’ ἐμοῦ, ἐὰν δῷ μοι σημεῖον ἀληθινόν. Ἰδού φησι τίθημι τὸν πόκον τοῦ ἐρίου, καὶ ἐὰν βρέξῃ ὁ θεὸς ἐπὶ τὸν πόκον τοῦτον καὶ ἐπὶ πᾶσαν τὴν γῆν μὴ βρέξῃ, οἶδα ὅτι ὁ θεὸς μετ’ ἐμοῦ. Βλέπε σημεῖον καὶ αἴτημα ξένου δώρου. Ἔθηκε τὸν πόκον. Ὁ θεὸς διὰ τῆς νυκτὸς, κανόνι θείῳ καὶ λόγῳ μὴ παραλαμβανομένῳ, φέρει τὸν ὄμβρον κατὰ μόνου τοῦ πόκου καὶ πᾶσα ἡ γῆ ξηρὰ ἦν. Καὶ λαβών φησιν ὁ Γεδεὼν ἕωθεν ὑπὸ τὸν ὄρθρον τὸν πόκον ἀπεπίασεν καὶ εὑρέθη λεκάνη μεστὴ ὕδατος. Εἶτα ὁ Γεδεὼν πάλιν· Ἐν τούτῳ γνώσομαι ὅτι κύριος μετ’ ἐμοῦ, ἐὰν ποιήσῃ τὸ σημεῖον ὃ θέλω. Τίθημι τὸν πόκον τοῦτον καὶ ἐὰν βρέξῃ ἐπὶ πᾶσαν τὴν γῆν, ἐπὶ δὲ τὸν πόκον τοῦτον οὐ βρέξῃ, τότε γνώσομαι ὅτι κύριος μετ’ ἐμοῦ ἐστιν. Οὐκ ἤρκει σοι τὸ πρῶτον σημεῖον, ἀλλ’ αἰτεῖς δεύτερον; Οὐκ ἀνέγνως ὅτι Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου; Οὐ δύο ᾔτησά φησι σημεῖα, ἓν ᾔτησα. τὰ δύο ἕν ἐστι σημεῖον. Διὰ τοῦτο εἶπεν· Ἐὰν δῷ μοι κύριος σημεῖον ἀληθινόν, ἀντὶ τῆς μελλούσης ἀληθείας θεώρημα. Εἶτα ἔθηκε τὸν πόκον δεύτερον καὶ κατῆλθεν ὄμβρος ἐπὶ πᾶσαν τὴν γῆν καὶ ἔμεινεν ὁ πόκος ξηρός. Μετὰ ταύτην τὴν πεῖραν καταθαρσεῖ τοῦ πολέμου καὶ κατηγωνίζετο τοὺς ὑπεναντίους. Δεῖ γὰρ συντεμεῖν τὸ αἴνιγμα τῆς βροχῆς. Οὗτος ὁ πόκος τοῦ σωτῆρος ἐμήνυσε τὴν παρουσίαν τὴν πρώτην καὶ τὴν δευτέραν. Ὅτι ἡ μὲν πρώτη τὰ Ἱεροσόλυμα μόνα κατέλαβεν· ἡ δὲ γῆ πᾶσα οὐκ ἐδέξατο. Ὥσπερ ὁ πόκος πρὸς ὅλην τὴν γῆν οὐδέν, οὕτω πρὸς πάντα τὰ ἔθνη καὶ τὰ Ἱεροσόλυμα οὐδὲν καὶ οἰκτρόν. Διὰ τοῦτο ἔλεγεν Οὐκ ἦλθον εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ , εἰς μόνον τὸ ἔθνος. Ἐπεὶ δὲ μετῆλθε μετὰ ταῦτα ἡ χάρις τοῦ κυρίου καὶ ἡ μὲν συναγωγὴ ἀρνεῖσθαι ἤμελλε καὶ ὁ λαὸς ἐκεῖνος, ἡ δὲ γῆ πᾶσα δέχεσθαι, προλαβὼν ὁ τύπος ἐν τῷ δευτέρῳ, ὅτι ὥσπερ ποτὲ τοῦ πόκου μόνου βραχέντος ἡ γῆ ἦν ξηρά, μετὰ δὲ ταῦτα τῆς γῆς βραχείσης ὁ πόκος ἔμεινε ξηρός, οὕτω ποτὲ τὸ ἔθνος τὸ πρῶτον ἀρδευόμενον οὐ μετέδωκε τῆς εὐσεβείας πᾶσι τοῖς ἔθνεσι. Ὅτε δὲ τὰ ἔθνη πάντα ἐδέξαντο τὴν εὐεργεσίαν, ὁ Ἰσραὴλ ἔμεινε ξηρός. Ἀλλ’ ἵνα μὴ λογισμοῖς ἀνθρωπίνοις καὶ ἐπινοίᾳ πλεκομένη νομισθῇ ἡ θεωρία, ἀναγκαῖον τῇ θεωρίᾳ ταύτῃ προφητικὴν παραστῆσαι τὴν μαρτυρίαν. Περὶ τοῦ σωτῆρος προφητεύων ὁ Δαυὶδ καὶ λέγων· Ὁ θεός, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως· κρινεῖ τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου ἐν κρίσει. Καὶ μικρὸν ὑποβάς φησι· Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν. Εἶτα τὴν παρουσίαν σημαίνων φησί· Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡς ἡ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν. Καὶ εὐθέως· Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης. Γένοιτο τοίνυν ἡμᾶς μετὰ πάσης τῆς γῆς ἀρδευομένους, καρποὺς ἀναφέρειν, εὐχαῖς καὶ πρεσβείαις τοῦ πατρὸς ἡμῶν καὶ διδασκάλου, ὃς δύναται καὶ τὸν ἡμέτερον ἐπισφραγίσαι λόγον καὶ τὸν ὑμέτερον πόθον, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Severianus Gabalensis, In illud: Quomodo scit litteras. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg012.local001/.
