Ancient Greek · ~30 min
Section 1
Severianus Gabalensis, In incarnationem domini 1.1
Not analysed yet
Ὄντως ἐπεφάνη ἡμῖν ἡ τοῦ Χριστοῦ χάρις καὶ συνεξέλαμψεν ἡμῖν τῆς εὐσεβείας ἡ δύναμις· ὄντως ἀνέτειλεν ἡμῖν ὁ τῆς δικαιοσύνης ἥλιος ,καὶ μαρτυρεῖ φωτισθέντα τῆς οἰκουμένης τὰ πέρατα · ἐπεφάνη γὰρ ὁ τῶν οὐρανῶν δεσπότης καὶ πᾶσαν τὴν γῆν, ὡς ἠθέλησεν, εἰς οὐρανὸν μετεποίησεν, καθὼς προείρηται ἐν ὑμῖν. Ἐπουράνιος ὢν ἐπουρανίους ἀπεργάζεται καὶ ἐπουράνια τοῖς ἐπουρανίοις χαρίζεται. Παρὰ τοῦ πιστοῦ τοῖς πιστοῖς τὰ πιστά, παρὰ τοῦ ἁγίου τοῖς ἁγίοις τὰ ἅγια, παρὰ τοῦ ζῶντος τοῖς ζῶσι τὰ ζῶντα. Ταῦτα γὰρ ὑμῖν ἐν ταῖς ἱεραῖς καὶ βασιλικαῖς τῶν ἀποστόλων αὐλαῖς εἰσηγούμεθα, ὅτε τῶν προφητικῶν ἡψάμεθα νοημάτων, ὅτε οὐρανὸς καὶ γῆ ἐμερίζοντο τὰς φωνὰς τῶν προφητῶν, γῆ μὲν ἔχουσα τὸν Ἰωάννην λέγοντα· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. ,οὐρανὸς δὲ ἔχων τοῦ πατρὸς τὴν φωνὴν ἐπὶ τοῖς ἔργοις βεβαιουμένην ὅτι Φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων Ταῦτα ὑμῖν ὑπεθέμεθα. Ἀρκεῖ δὲ ταῦτα καὶ τοῖς σπουδαίοις εἰς ὑπόμνησιν καὶ τοῖς πιστοῖς εἰς βεβαίωσιν. Δεῖ δὲ εἰδέναι, ὅτι ἡ τῶν ἀγαθῶν ἐπανάληψις βεβαιοτέρας ὑμῶν τὰς ψυχὰς ἀπεργάζεται. Ὥσπερ γὰρ τὴν γῆν ὁρῶμεν τότε μάλιστα καλῶς γεωργουμένην, ὅταν τοῖς αὐτοῖς ἀρότροις διευθύνηται καὶ τὴν πρώτην ἐπιφάνειαν ἡ δευτέρα καταλαβοῦσα κοσμήσῃ, οὕτω καὶ τὴν ψυχὴν ἀροτριωμένην τῷ θείῳ λόγῳ, ἐὰν ὑπόμνησις τῶν προειρημένων εἰσελθοῦσα ἀνανεώσῃ τὴν διάνοιαν, καὶ γονιμωτέραν τὴν ψυχὴν ἀπεργάζεται εἰς τὴν τῆς ἀρετῆς καρποφορίαν. Καιρὸς δὲ ἡμῖν ἐπὶ τὴν ὀφειλὴν ὑπαντῆσαι, ὀφειλὴν ἣν καὶ αὐτοὶ ὑπεσχόμεθα καὶ ὑμεῖς ἐν διανοίᾳ φέρετε. Ἀξιῶ δὲ πάντας τοὺς φιλοχρίστους ὑποσχεῖν καὶ τὰς ἀκοὰς καὶ τὴν διάνοιαν, ἵνα ἡ μὲν ἀκοὴ ἀπαραλείπτως δέχηται τὰ λεγόμενα, ἡ δὲ διάνοια ἀκριβῶς ἐξετάζῃ τὰ νοήματα· περὶ Χριστοῦ γάρ ἐστιν ὁ λόγος. Πᾶν δὲ τὸ περὶ Χριστοῦ λεγόμενον οὐκ ἔστιν ἁπλοῦν κήρυγμα, ἀλλ’ εὐσεβείας μυστήριον. Πᾶσα ἡ τοῦ Χριστοῦ οἰκονομία μυστήριον ὀνομάζεται. Τὸ δὲ μυστήριον οὐκ ἐν τῷ γράμματι φαίνεται, ἀλλ’ ἐν τῷ πράγματι κηρύττεται. Διὰ τοῦτο ἡ γραφὴ πᾶσαν τοῦ Χριστοῦ τὴν οἰκονομίαν μυστήριον καλεῖ, ὡς ὅταν λέγῃ Παῦλος· Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν · καὶ πάλιν· Ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον, ὃ ἐφανερώθη ἐν σαρκί · καὶ πάλιν· Κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ · καὶ ἀλλαχοῦ· Ἐμοὶ δὲ τῷ ἐλαχιστοτέρῳ πάντων τῶν ἁγίων ἐδόθη ἡ χάρις αὕτη, εὐαγγελίσασθαι ὑμῖν τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ, καὶ φωτίσαι πάντα, τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν· νῦν δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι, τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου αὐτοῦ ἐν τοῖς ἔθνεσιν, ὅ ἐστι Χριστός, ἡ ἐλπὶς τῆς δόξης. Τοίνυν σφάλλονται αἱρετικῶν παῖδες μυστήριον θεοῦ λογισμοῖς ὑποβάλλοντες ἀνθρωπίνοις· λέγει γάρ· Τὸ μυστήριόν μου ἐμοὶ καὶ τοῖς ἐμοῖς. Τίνες δὲ οἱ τοῦ θεοῦ; Ἦ δῆλον ὅτι οἱ πιστοί. Ὅταν θέλῃς τι περὶ Χριστοῦ μαθεῖν ἢ ἀκοῦσαι, μὴ ἐπερωτήσῃς λογισμόν, μὴ ἐξετάσῃς σοφόν, ἀλλ’ ἐρώτησον προφήτην, ἐρώτησον ἀπόστολον, ἐξέτασον ἄγγελον· ἐὰν ἀπορήσωσιν οὗτοι, ἐπὶ τὸν πατέρα δράμε. Ἐὰν ἐρωτήσῃς προφήτας καὶ εἴπῃς· Τίς ἐστιν οὗτος ὁ Χριστός; ,ἀποκρίνεταί σοι ὁ προφητικὸς χορὸς λέγων· Οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ· μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ἐὰν δὲ ἐρωτήσῃς· Τίς ἐστιν οὗτος ὁ Χριστός, καὶ πῶς ἐγεννήθη; πολυπραγμονῶν τὸ θεῖον γέννημα, ἐπιστομίζουσί σου τὴν παρρησίαν οἱ προφῆται καὶ ἄρχονται λέγειν· Ἃ μὴ ἐχώρησεν ὁ ἡμέτερος λογισμός, σὺ χωρεῖς; Ἐὰν θέλῃς μαθεῖν, μάθε ὅτι θεός· εἰ δὲ ὅπως ἐγεννήθη πολυπραγμονεῖς, μάθε παρ’ ἡμῶν· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ἐὰν ἐρωτήσῃς ἀπόστολον, λέγω δὴ τὸν ἀποστολικὸν χορόν, ἐροῦσί σοι ὅτι Ὁ Χριστὸς θεός, ἐν ἀρχῇ θεός, καὶ πρὸς τὸν θεὸν θεός, καὶ ἀεὶ θεός . Ἐροῦσί σοι· Ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως, εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, φέρων τὰ σύμπαντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Ἐὰν ἐρωτήσῃς· Πῶς ὁ ὢν ἐγεννήθη; ἐροῦσί σοι· Τὸ ἦν ἠκούσαμεν, καὶ ὅτι ἦν ἐμάθομεν· τὸ δὲ πῶς ἐστιν ἐκ τοῦ ὄντος ὁ ὤν, πίστει παρειλήφαμεν, οὐ καταλήψει. Πάλιν ἐὰν αὐτοὺς ἐρωτήσῃς· Εἰ τοίνυν μὴ οἴδατε πῶς ἐγεννήθη, πῶς οἴδατε ὅτι υἱὸς θεοῦ ἐστιν; ,ἐροῦσί σοι· Ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας ,Πάλιν ἐὰν τοὺς ἀποστόλους καταλιπὼν καὶ τοὺς προφήτας, δράμῃς ἐπὶ τοὺς ἀγγέλους καὶ εἴπῃς αὐτοῖς· Τίς ἐστιν οὗτος ὁ Χριστὸς ὁ κηρυσσόμενος; ,ἐροῦσί σοι οἱ εὐαγγελισάμενοι τοὺς ποιμένας· Ἡμεῖς δοξάζειν ἐμάθομεν, οὐ πολυπραγμονεῖν. Δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ἡμεῖς οὕτως αὐτὸν κηρύττομεν· Εὐαγγελιζόμεθα ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστι Χριστὸς κύριος, ἐν πόλει Δαυίδ · καὶ ὅτι Χριστός, καὶ ὅτι σωτὴρ καὶ κύριός ἐστιν, ἐπιστάμεθα. Ἐὰν δὲ εἴπῃς αὐτοῖς· Εἴπατε ἡμῖν, τίς ἡ φύσις αὐτοῦ, ἢ πῶς ἐγεννήθη, ἢ πῶς ἐστι μετὰ τοῦ πατρὸς ἡ ἀδιαίρετος δύναμις, ἐροῦσί σοι· Οὐκ ἤκουσας τοῦ προφήτου λέγοντος· Αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις, αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτόν ,πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ ; Ἡμεῖς θέλημα ποιεῖν ἐκελεύσθημεν, οὐ φύσιν πολυπραγμονεῖν. Ἀλλ’ ἆρα μὴ ἄγγελοι μὲν σιωπῶσι καὶ προφῆται οὐκ ἀπαγγέλλουσι καὶ ἀπόστολοι ταμιεύονται, ὁ δὲ πατὴρ ὁ γεννήσας κηρύττει τὸν υἱὸν πῶς ἐγέννησεν; Οὐδὲ αὐτός, οὐ τῷ μὴ εἰδέναι, ἀλλὰ τῷ μὴ ἐκφῆναι. Ὅτι ἐγέννησεν, λέγει· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Λέγει ὅτι ἐγέννησεν, καὶ οὐ κρύπτει τὸ ἀθάνατον ἐκεῖνο γέννημα τὸ ἐκ τῆς ἀιδίου ῥίζης ἀνθῆσαν, ὡς μαρτυρεῖ περὶ αὐτοῦ λέγων ὁ πατήρ· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. Αὐτῷ λέγει· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε ,τῷ κόσμῳ λέγει· Ἐγέννησα. Καὶ φύσιν μὲν ἀπαγγέλλει, τὸν δὲ τρόπον οὐχ ἑρμηνεύει. Ἐπεὶ τοίνυν πρόκειται ἡμῖν περὶ Χριστοῦ ἀναγκαία ζήτησις, μὴ ἐκβῶμεν τῶν προφητικῶν καὶ ἀποστολικῶν πηγῶν, ἀλλ’ ἐξ ἐκείνων τῶν ἀεννάων ῥείθρων καὶ τῶν ἀθανάτων ποταμῶν ἀρυσώμεθα τὰ θεῖα νάματα τῆς ἐνθέου διδασκαλίας. Ὅταν γάρ τις τὰ τοῦ θεοῦ φθέγγηται ἀπὸ τῶν τοῦ θεοῦ, ὡς ἀπὸ ζώσης πηγῆς, ζῶντα ἀρύεται νάματα κατὰ τὸ εἰρημένον· Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος. ,καὶ πάλιν· Πῖνε ὕδατα ἐκ τῶν πηγῶν τοῦ σωτηρίου Ἐὰν μέντοι καταλιπόντες τὰς γραφὰς ἐπιθυμίαις δουλεύσωμεν ἀνθρωπίνων λογισμῶν ἐκεῖνα νοοῦντες ἃ λογισμὸς ὑποβάλλει, εὑρίσκεται ἡμῶν τὰ ὕδατα τῆς διδασκαλίας ἐρήμου ὕδατα, οὐ ζῶντος ποταμοῦ, ἀλλ’ ἐρήμου, καθὼς ἔλεγεν ὁ μακάριος Ἰερεμίας πρὸς τὴν Ἱερουσαλήμ· Ἐπλάτυνε τὰς ὁδοὺς αὐτῆς ἐπὶ ὕδατα ἐρήμου. Καὶ ἵνα ἑρμηνεύσῃ ὃ λέγει, ἐπάγει· Ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο ,τουτέστιν, ἐκεῖνα ἐλάλει ἃ ἐπεθύμει ἡ ψυχὴ αὐτῆς, οὐχὶ ἃ ἤθελεν ὁ θεός. Οὕτω καὶ νῦν ὁ τὰς ἐπιθυμίας τῶν οἰκείων λογισμῶν πληρῶν καὶ μὴ τὰ τοῦ θεοῦ ζητῶν ἐπὶ ὕδατα ἐρήμου πλανᾶται. Οὐδὲν οὕτως ἐκκλησίας ἀφανίζει κάλλος ὡς τὸ ἐπιθυμίας ἀνθρωπίνων λογισμῶν βεβαιοῦν. Διὰ τοῦτο Παῦλος περὶ τῶν αἱρετικῶν ἔλεγεν· Κατὰ τὰς ἰδίας αὐτῶν ἐπιθυμίας ἐπισωρεύουσιν ἑαυτοῖς διδασκάλους Ἔλθωμεν τοίνυν ἐπὶ τὴν ὀφειλήν. Ταῦτα δὲ ἀναγκαίως προηρραβωνισάμεθα ὑμῶν τὴν ἀγάπην, ἵνα πάντων τῶν λεγομένων τὴν ἀκριβῆ ἐξέτασιν ζητῆτε, μὴ παρ’ ἡμῶν καὶ τῶν ἡμετέρων λογισμῶν, ἀλλὰ παρὰ τῶν θείων γραφῶν. Προέκειτο ἡμῖν δεῖξαι, πῶς ὁ Χριστὸς ἀνακαινίζει τὸν κόσμον, πῶς τὸν ἄνθρωπον τὸν παλαιωθέντα ἐν τῷ παραδείσῳ διὰ τὴν ἁμαρτίαν ἀνακαινίζει Χριστὸς διὰ τῆς ἑαυτοῦ οἰκονομίας. Ταύτην δὲ τὴν ὑπόσχεσιν ἐποιησάμεθα ἐν ταῖς ἱεραῖς τῶν ἀποστόλων αὐλαῖς ταμιευσάμενοι τὴν ἀπόδοσιν διὰ τὸ μὴ πάντας παρεῖναι.