Ancient Greek · ~22 min
Section 6
Severianus Gabalensis, In incarnationem domini 6.1
Not analysed yet
Καὶ ἄρχεται ἄνωθεν. Ἐπιβαίνει τῷ οὐρανῷ κατὰ τὸ Κύριε, κλῖνον οὐρανούς σου καὶ κατάβηθι. Παρῆλθε τοὺς οὐρανοὺς ἁγιάσας αὐτούς. Διέτεμε τὸν ἀέρα, ἵνα ἁγιάσῃ αὐτὸν ταῖς αἰσχραῖς ᾠδαῖς μιανθέντα. Πατεῖ τὴν γῆν, ἵνα ἁγιάσῃ αὐτὴν φόνοις μεμολυσμένην. Ἐπάτησε θαλάττης κύματα, ἵνα τὰ μιανθέντα ἁγιάσῃ ὕδατα. Βαπτίζεται ἐν τῷ Ἰορδάνῃ, ἵνα τῶν ποταμῶν τὴν φύσιν ἁγιάσῃ. Εὑρίσκει καὶ τὸν Ἀδὰμ κείμενον ἐν τάφῳ καὶ ὑπέρχεται αὐτοῦ τὴν εἰκόνα καὶ γίνεται ὁ Χριστὸς καὶ μετὰ τὸν Ἀδὰμ καὶ ἀνακαινισμὸς τοῦ Ἀδάμ. Καὶ ὅπως ἄκουε. Ἀναλαμβάνει τὴν μορφὴν ἣν ἔπλασεν ἐν παραδείσῳ καὶ πᾶσιν αὐτὴν τοῖς ἐναντίοις ἐκόσμησεν ὑπεναντία τῇ ἐν τῷ παραδείσῳ διαγωγῇ δοὺς αὐτῷ τὰ τῆς ἀρετῆς ἐφόδια. Ἐν παραδείσῳ διὰ τρυφὴν ἠπατήθη ὁ Ἀδάμ, ἡ σὰρξ τοῦ Χριστοῦ ἐν νηστείᾳ στεφανοῦται. Ἐν παραδείσῳ ἡ πρώτη πάλη, ἐν ἐρήμῳ ὁ δεύτερος ἀγὼν πρὸς τὸν διάβολον. Ἄρχεται τοίνυν ὁ σωτήρ, ἀνακαινίζων τὸ πλάσμα τοῦτο, παντοίαις αὐτὸ ἀρεταῖς στεφανοῦν καὶ εἰσέρχεται μεσολαβῶν θεῷ καὶ ἀνθρώποις. Ἦλθεν ἀπαγγεῖλαι τῷ κόσμῳ ὅτι ἀνακαινίζεται ἡ πεπτωκυῖα εἰκών, ὅτι ἐγείρεται, ὅτι σῴζεται. Οὐκ ἠδύνατο ἀπαγγεῖλαι ταῦτα, εἰ μὴ ἦν μεσίτης. Ὥσπερ γὰρ πρόσωπον ἀξιόπιστον ὑποβεβηκότι ἐὰν ἐπαγγείληταί τι, οὐ τολμᾷ τὴν ἐπαγγελίαν ἀπαιτῆσαι ὁ ὑποκείμενος, ἐὰν μὴ ἔχῃ μεσίτην Ἐπειδὴ γὰρ ἀόρατος ἦν ὁ θεός, ὁ δὲ κόσμος ἦν ὁρώμενος, δίδωσι μεσίτην ἀξιόπιστον. Μεσίτης γὰρ θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός. ὁ μεσίτης ἐὰν μὴ ἔχῃ συγγένειαν πρὸς τὰ μεσιτευόμενα, μεσίτης εἶναι οὐ δύναται. Ἐπεὶ οὖν μεσίτης θεοῦ καὶ ἀνθρώπων Χριστός ,ἐχρῆν αὐτὸν δειχθῆναι συγγενῆ τοῦ θεοῦ καὶ συγγενῆ τῶν ἀνθρώπων καὶ φανῆναι ὥσπερ τινὰ οἰκονομίαν μέσην καὶ θεῷ συναπτομένην κατὰ τὴν θεότητα καὶ ἀνθρώποις ἡνωμένην κατὰ τὴν ἀνθρωπότητα. Καὶ τί ποιεῖ; Ἐπειδὴ πρῶτον διδάσκει καὶ τότε ἀνακαινίζει, γίνεται καὶ μεσίτης καὶ ἔγγυος. Ἀντιφωνεῖ τὰ τοῦ θεοῦ τοῖς ἀνθρώποις καὶ τὰ τῶν ἀνθρώπων τῷ θεῷ. Ἐπειδὴ γὰρ ἐχθρὸν ἦν τὸ ἀνθρώπινον γένος τῷ θεῷ διὰ τὴν παράβασιν, οὐκ ἐπιστεύετο οὔτε ἄνθρωπος τῷ θεῷ οὔτε θεὸς τῷ ἀνθρώπῳ ὅτι διαλλάσσεται τῷ πεσόντι. Ὡσεὶ ἔλεγε τοῖς ἀνθρώποις· Μὴ ἀπιστήσητε ὅτι ἐστὶν ἀνάστασις. Ἐγὼ τούτου ἔγγυος. Λαμβάνω τὴν ἐξ ὑμῶν σάρκα, παραδίδωμι αὐτὴν θανάτῳ. Ἐὰν μὴ ἀναστήσω αὐτήν, μὴ πιστεύσητέ μοι. Ἐγγυᾶται τοῖς ἀνθρώποις τὸν θεόν. Ὡσεὶ ἔλεγεν· Πρὸς ἐμὲ τὸν ἄνθρωπον ἔχεις. Ἐγὼ αὐτὸν ἀνακαινίζω, ἐγὼ αὐτὸν ποιήσω ἀρνήσασθαι τὴν πλάνην καὶ ἐπιγνῶναι τὴν ἀλήθειαν. Δέξαι με ὑπὲρ ἀνθρώπων ἐγγυώμενον, ἵνα καὶ αὐτοὶ δέξωνταί με ἐγγυητὴν τῆς σῆς δυνάμεως. Ὅτι μὲν οὖν μεσίτης ὁ Χριστός, ἔδειξεν ἡ γραφή· ὅτι δὲ καὶ ἔγγυος καὶ ἀνάδοχος, ποῦ εὑρίσκομεν, ἵνα μὴ φανῶμεν τὰ ἑαυτῶν λαλοῦντες ἐν ἐκκλησίᾳ; Εἰ τὰ ἑαυτοῦ λαλῶ, ἵνα τί λαλῶ; Εἰ δὲ τὰ τοῦ θεοῦ κηρύττω, τὰ τοῦ πνεύματος ἑρμηνεύω. Δέξαι τὴν διδασκαλίαν. Ὅτι οὖν ἔγγυός ἐστιν ὁ Χριστός, λέγει Παῦλος· Νῦν δὲ διαφορωτέρας τετυχήκαμεν λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστι διαθήκης ἔγγυος Ἰησοῦς. Ἰδοὺ ἐγγυώμενος τὸν θεὸν τοῖς ἀνθρώποις. Ἐγγυᾶται καὶ τὸν ἄνθρωπον τῷ θεῷ καὶ τὸν θεὸν τοῖς ἀνθρώποις. Εἶπεν ἡμᾶς ἐγείρειν, καὶ ἐγείρει. Εἶπεν ἡμᾶς ἀθανασίᾳ τιμᾶν, καὶ τιμᾷ. Ὅτε ἔπλαττε τὸν Ἀδάμ, ἐγγύας οὐκ ἔδωκε τῶν γινομένων, ἐγγύας οὐ παρέσχεν, καὶ ἔδωκεν αὐτῷ τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἔδωκεν αὐτῷ τὸν οὐρανὸν μὴ ἐπαγγειλάμενος, τὴν γῆν μὴ ὑποσχόμενος, τὸν παράδεισον, τὰ ἄλλα πάντα. Ἃ μὴ ἐπηγγείλατο, ἔδωκεν· ἃ μετ’ ἐγγύης ἐπηγγείλατο, οὐ δίδωσιν; Τὸ εὐαγγέλιον ἡ γραφή ποτε καινὴν καλεῖ διαθήκην, ποτὲ νέαν διαθήκην ,ποτὲ κρείττονα διαθήκην, ποτὲ δευτέραν, ποτὲ αἰώνιον. Ἐπειδὴ ἓν ὄνομα πᾶσαν τὴν δύναμιν παραστῆσαι οὐ δύναται, διαφόροις ὀνόμασι δείκνυσι τοῦ εὐαγγελίου τὴν δύναμιν. Καὶ μάλιστα Παῦλος ὁ λαλοῦντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν καλεῖ καινὴν διαθήκην τὸ εὐαγγέλιον ὡς τὴν παλαιὰν ἀνακαινίζουσαν· τὸ γὰρ καινὸν ξένης ἐστὶ καὶ ἀληθῶς ἀνεπάφου φύσεως ἑρμηνεία. Ἡ νέα πρὸς ἀντιδιαστολὴν τῆς γεγηρακυίας, ἡ κρείττων πρὸς ἀντιδιαστολὴν τῆς ἐλάττονος, ἡ δευτέρα πρὸς ἀντιπαράθεσιν τῆς πρώτης, ἡ αἰώνιος πρὸς ἀντιδιαστολὴν τῆς προσκαίρου. Καινὴ λέγεται διαθήκη κατὰ τὸν μακάριον Ἰερεμίαν τὸν λέγοντα· Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει κύριος, διαθήσομαι ὑμῖν διαθήκην καινήν. Καὶ ὁ σωτὴρ παραδιδοὺς τὸ μυστήριον λέγει· Τοῦτό μού ἐστι τὸ σῶμα τὸ τῆς καινῆς διαθήκης. Ἰδοὺ καινὴ διαθήκη. Καὶ ἀλλαχοῦ καλεῖ αὐτὴν νέαν διὰ τὸ νέον καὶ ἀκμάζον κήρυγμα. Καὶ λέγει Παῦλος· Προσεληλύθαμεν ὄρει Σιὼν καὶ μυριάσιν ἀγγέλων καὶ ἐκκλησίᾳ πρωτοτόκων καὶ μεσίτῃ νέας διαθήκης Ἰησοῦ. Ἐν τῷ λέγειν καινὴν πεπαλαίωκε τὴν πρώτην. Ἀλλαχοῦ καλεῖ κρείττονα διαθήκην λέγων· Νῦν δὲ διαφορωτέρας τετυχήκαμεν λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστι διαθήκης μεσίτης. Εἰ γὰρ ἡ πρώτη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. Ἰδοὺ καὶ πρώτη καὶ δευτέρα. Ποῦ ἡ αἰώνιος; Ἄκουε Παύλου λέγοντος· Ὁ δὲ θεὸς τῆς εἰρήνης ὁ ἀναγαγὼν ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου . Ἐπειδὴ ἡ πρώτη διαθήκη πρόσκαιρος ἦν, αὕτη αἰώνιος. Καὶ ἀλλαχοῦ λέγει· Διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαυίδ, τὰ πιστά. Καινὴ διαθήκη, νέα, πρώτη, δευτέρα, κρείττων, αἰώνιος· τούτων τῶν διαθηκῶν ἔγγυος Ἰησοῦς . Ὅτε τοίνυν μέλλει ὁ ἄνθρωπος ἀνακαινίζεσθαι, γίνεται ὁ οὐρανὸς καινός, οὐκ ἀφανιζόμενος, ἀλλ’ ἀνακαινιζόμενος τῇ καινῇ κτίσει. Ἥλιος καινός, σελήνη καινή, ἄστρα καινὰ προσθήκην λαμβάνοντα καὶ αὔξησιν· λέγει γὰρ ὁ προφήτης· Ἔσται ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή. Ἰδοὺ ἀνακαινίζεται ἡ κτίσις, καὶ οὐ ψεύδεται ὁ ἐπαγγειλάμενος. Ὅσην λαμβάνει προσθήκην ὁ ἄνθρωπος, λαμβάνει καὶ τὰ στοιχεῖα. Πόθεν τοῦτο; Λέγει Ἡσαΐας· Ἔσται γὰρ τὸ φῶς τοῦ ἡλίου ἑπταπλάσιον, καὶ τὸ φῶς τῆς σελήνης ὡς ὁ ἥλιος. Εἶδες, πῶς οὐκ ἐψεύσατο ὁ θεὸς τὴν ἐπαγγελίαν, ἀλλ’ ἀνεκαίνισε τὴν κτίσιν; Ἀρχηγὸς δὲ τοῦ ἀνακαινισμοῦ Χριστός.