# In incarnationem domini 7.1

Severianus Gabalensis, In incarnationem domini, Section 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-incarnationem-domini/7.1

Ταύτην τὴν ἔννοιαν αἱρετικῶν παῖδες ἐννοήσαντες προσήνεγκαν τὸ Πρωτότοκος πάσης κτίσεως , οὐ συνιέντες ὅτι οὐ τῆς κτίσεως λέγει τῆς γενομένης, ἀλλὰ τῆς ἀνακαινιζομένης. Ποία ἐστὶν ἡ κτίσις ἡ ἀνακαινιζομένη; Ἄκουε Παύλου λέγοντος· Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις. Καὶ ἵνα δείξῃ ὅτι πρωτότοκος λέγεται τῆς κτίσεως τῆς ἀνακαινιζομένης, ἐπάγει· Πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσι πρωτεύων. , πρωτεύων τῶν ἀνακαινιζομένων, τῶν εἰς ἀφθαρσίαν καλουμένων, τῶν ἐκ νεκρῶν ἐγειρομένων. Ἐν πᾶσι πρωτεύων , οὐ κατὰ τὴν θεότητα, ὕβρις γὰρ θεῷ τὸ καλεῖσθαι πρῶτος, ὕβρις ἡ νομιζομένη τιμή. Ἐν γὰρ τῇ θείᾳ καὶ ἀκτίστῳ φύσει οὐκ ἔνι πρῶτον καὶ δεύτερον, ἀλλὰ πάντα ἀρχὴν ἔχει ζῶσαν, ἀρχὴν ἄναρχον, ἀρχὴν ἀίδιον, ἀκατάληπτον, ἄφραστον· ἐν δὲ τοῖς καθ’ ἡμᾶς, εἰ πρὸς σύγκρισιν Παύλου, πρωτεύει Χριστός, εἰ πρὸς σύγκρισιν Πέτρου· κενὴ ἡ ἐλπὶς ἡμῶν, ματαία ἡ ἐλπὶς ἡμῶν, εἰ τούτων πρωτεύει Χριστὸς ἐν θεότητι· ἀλλὰ πρωτεύει ἐν ἀνθρωπότητι, ὡς ἀνακαινίσας τὸν Ἀδάμ, ὡς ζωοποιήσας τὴν οἰκουμένην. Διὰ τοῦτο λέγει· Πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσι πρωτεύων Καὶ πῶς πρωτότοκος ἐκ τῶν νεκρῶν , παρακαλῶ, ζητήσωμεν. Ἐὰν γὰρ παρέλθω τὸν λόγον ἀνεξέταστον, ἀλλ’ ἡ ψυχὴ φιλοπράγμων οὖσα ἀντιτίθησι τὰ ἑαυτῆς καὶ νομίζει ἰσχυρὰ ἔχειν· Πῶς πρωτότοκος τῶν νεκρῶν , φησίν, ὁ Χριστός, ὁπότε καὶ πρὸ τῆς παρουσίας αὐτοῦ ἤγειρεν Ἠλίας τὸν υἱὸν τῆς χήρας, ἤγειρε καὶ Ἑλισσαῖος τὸν υἱὸν τῆς Σωμανίτιδος, αὐτὸς ὁ σωτὴρ ἤγειρε τὸν Λάζαρον, τὴν Ἰαΐρου θυγατέρα, τὸν υἱὸν τῆς χήρας; Εἰ τοίνυν καὶ ἐν τῇ παλαιᾷ καὶ ἐν τῇ νέᾳ ἠγέρθησαν νεκροί, πῶς πρωτότοκος ὁ Χριστὸς τῶν νεκρῶν ; Τί οὖν; Ἐκεῖνοι εἰ καὶ ἀνέστησαν πρὸ Χριστοῦ, ἀλλ’ ἀναστάντες πάντες ἀπέθανον πάλιν γεῦμα δεδωκότες τῆς ἀναστάσεως· ὁ δὲ Χριστὸς ἀναστὰς οὐχ ὑποπίπτει θανάτῳ. Καὶ διὰ τοῦτο ἀρχηγός, ὡς ἀναστὰς καὶ μηκέτι ἀποθνῄσκων. Καὶ λέγει Παῦλος· Χριστὸς γὰρ ἀναστὰς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐ κυριεύει. Εἶδες τὸν ἐν πᾶσι πρωτεύοντα; Εἶδες τὸν ἀνακαινίζοντα τὸ γένος ἡμῶν διὰ τῆς ἑαυτοῦ οἰκονομίας; Οὗτος ἐπὶ τέλει τὸν ἄνθρωπον ἀνασπάσας εἰς οὐρανοὺς ἀνήγαγε καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ θεοῦ. Ὢ κακῆς καὶ ἄφρονος ἡμῶν καρδίας. Ἦλθε Χριστὸς πρὸς ἡμᾶς, ἔδωκεν ἡμῖν τὸ ἐξ αὐτοῦ πνεῦμα, καὶ ἀνέλαβε τὸ ἡμέτερον σῶμα, καὶ τὸ συνάλλαγμα γέγονεν, καὶ ἡ ἀγνωμοσύνη τὴν εὐεργεσίαν ὑβρίζει. Ἔλαβε παρ’ ἡμῶν τὸ πλάσμα καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ θεοῦ. Ἐλάβομεν ἡμεῖς ἐξ αὐτοῦ τὸ πνεῦμα, καὶ ὑβρίσαμεν ἐν τάξει κτίσεως καὶ δουλαγωγίας αὐτὸ καταγαγόντες; Ὦ ἄθλιε καὶ ταλαίπωρε. Ἐάν σοι εἴπῃ Χριστὸς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὅτι Ἐγὼ τὸ σὸν σῶμα ἀθανασίᾳ ἐτίμησα, καὶ σὺ τὸ ἐμὸν πνεῦμα εἰς τὴν τῆς κτίσεως φύσιν κατέσπασας. Εἶδες τὸ θνητὸν ἐγειρόμενον, εἶδες αὐτὸ σύνθρονον, εἶδες ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος καὶ οὐκ αἰσχύνῃ; Τὰ ἡμέτερα τιμᾷ θεὸς καὶ τὰ ἐξ αὐτοῦ οὐ τιμῶμεν ἡμεῖς; Ἀλλ’ οἶδα τὴν αἱρετικὴν κακίαν ἀντιστρατευομένην τῇ ἀληθείᾳ. Οἶδά φησιν τὸ σῶμα τοῦτο ἀναληφθὲν εἰς οὐρανούς, ἀλλ’ οὐ τοσοῦτον ἵνα τιμηθῇ, ἀλλ’ ἵνα ἔχωμεν ἄνω συνήγορον τὸν ἀξιοῦντα τὸν θεὸν ὑπὲρ ἡμῶν. Διὰ τοῦτο αἱ ἀναίσχυντοι γλῶσσαι καὶ ἀπαίδευτοι ψυχαὶ ἔλεγον ἐν ἀγορᾷ ἐκπομπεύοντες τὰ ἅγια Οὐκ οἶδα, ὅπως· τὴν γὰρ λέξιν οὐκ ἀναφέρω τῆς βλασφημίας, τὴν δὲ ἔννοιαν δευτερῶ. Σύ φησιν Χριστέ, δεήθητι ὑπὲρ ἡμῶν τῷ θεῷ καὶ ἔντυχε ὑπὲρ ἡμῶν. Καὶ λαμβάνουσι ῥῆσιν παρὰ τοῦ ἀποστόλου τὴν ἔννοιαν μὴ μαθόντες. Οὐκ εἶπέν φησιν ὁ ἀπόστολος· Χριστὸς ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθείς, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν ; Μὴ ἡμεῖς φησιν ἐπλασάμεθα; Μὴ ἡμεῖς τὰ θεῖα ἐσυκοφαντήσαμεν; Παῦλος εἶπε τὸν Χριστὸν ἐντυγχάνοντα ὑπὲρ ἡμῶν. Οὐ προσέσχον, τί ἐστιν ἐντυχία, ὅτι πολὺ τὸ μέσον δεήσεως καὶ ἐντυχίας. Εἰ τὸ αὐτὸ ἦν ἐντυγχάνειν καὶ ἀξιοῦν, οὐκ ἂν εἶπε Παῦλος· Βούλομαι ὑμᾶς ποιεῖσθαι προσευχάς, δεήσεις, ἐντεύξεις, εὐχαριστίας. Δέησις λέγεται, ὅταν τις ἀξιοῖ τὸν θεὸν εἰς πρᾶγμα· προσευχὴ δὲ λέγεται, ὅταν ὑμνῇ τὸν θεόν. Εὐχαριστία λέγεται, ὅταν τις ὑπὲρ ὧν εὖ ἔπαθεν εὐχαριστῇ τῷ θεῷ. Ἐντυχία λέγεται, ὅταν τις κατὰ τῶν ἀδικούντων ἐντυγχάνῃ τῷ θεῷ προσκαλούμενος αὐτὸν εἰς ἐκδίκησιν. Ὅτι δὲ τὸ ἐντυγχάνειν οὐκ ἔστιν ἱκετεύειν, ἀλλ’ ἐρωτᾶν καὶ ἀπόκρισιν δέχεσθαι, μαρτυρεῖ ἡ παλαιὰ διαθήκη λέγουσα· Καὶ εἶπεν ὁ θεὸς πρὸς Ἠλίαν τὸν προφήτην· Τί σὺ ἐνταῦθα, Ἠλία; . Ἐρωτᾷ ὁ θεὸς τὸν προφήτην, ἀποκρίνεται ὁ προφήτης λέγων· Ζηλῶν ἐζήλωκα κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπόν σε οἱ υἱοὶ Ἰσραήλ· τὰ θυσιαστήριά σου κατέσκαψαν, καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ, καὶ ὑπελείφθην ἐγὼ μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. Οὐκ ἦν ἐνταῦθα δέησις, οὐκ ἦν εὐχή, ἀλλ’ ἐρώτησις καὶ ἀπόκρισις, καὶ γέγονεν ἔντευξις. Καὶ ὅπως, ἄκουε Παύλου λέγοντος· Ἢ οὐκ ἀνέγνωτε ἐν Ἠλίᾳ τῷ προφήτῃ, τί λέγει ἡ γραφή, ὡς ἐντυγχάνει τῷ θεῷ κατὰ τοῦ Ἰσραήλ; . Οὐκοῦν ἡ ἐντυχία οὐκ ἔστι δέησις, ἀλλὰ βία προφήτου ἀπαγγέλλουσα τῷ θεῷ τὰ τετολμημένα. Ἐπεὶ τοίνυν οἱ ἀπόστολοι ἐν τοῖς ἔθνεσιν ἐκινδύνευον, ὑπὸ ἀρχόντων καὶ ἡγεμόνων συρόμενοι, ὑπὸ Ἰουδαίων ἐπιβουλευόμενοι, παρεσκεύαζε δὲ αὐτοὺς ὁ ἀπόστολος πάντων καταφρονεῖν καὶ διωγμοῦ καὶ θλίψεως καὶ θανάτου, ὥσπερ παραμυθούμενος αὐτούς φησιν· Κἂν ὑμεῖς μὴ εἴπητέ τι κατὰ τῶν ἀδικούντων ὑμᾶς, ἔστιν ὁ ὑπὲρ ὑμῶν ἐντυγχάνων, ὁ ἐξ ὑμῶν τὸ πλάσμα λαβών. Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ; Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; Χριστὸς ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθείς, ὃς καὶ ἔστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. Εἰ ἐντυγχάνει, πῶς κάθηται; Ἢ ὁ ἐντυγχάνων οὐχ ἑστὼς ἐντυγχάνει; Εἶδές τινα δουλοπρεπῶς ἐντυγχάνοντα καὶ καθήμενον ἐκ δεξιῶν τοῦ ἄρχοντος; Ἀλλὰ διὰ τοῦτο φησί προτάττει τὴν ἀξίαν λέγων· Ὃς καὶ ἔστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. , ὡσεὶ ἔλεγεν· Μὴ χρείαν ἔχετε ὑμεῖς μεριμνᾶν τι γινόμενον. Σὺ τῷ κηρύγματι τῆς ἀρετῆς πρόσεχε. Μὴ ἀπασχολήσῃς σεαυτὸν καὶ εἴπῃς· Κύριε, πόσα πάσχομεν; Ἐλαυνόμεθα, διωκόμεθα. Ἔχεις τὸν ἐκεῖ λέγοντα, ἔχεις τὸν ἐντυγχάνοντα. Ἐντυγχάνει δὲ ὁ υἱὸς τῷ πατρί, οὐ κατὰ ὑποβεβηκυῖαν τάξιν, ἀλλ’ ὡς υἱὸς πατρὶ λέγων τὰ πράγματα· Οἱ εἰς ἡμᾶς πιστεύοντες ἀδικοῦνται, διώκονται, ἐλαύνονται . Ἵνα ἀξιόπιστον κατασκευάσῃ τὴν κατηγορίαν, εἰσάγει τὸν υἱὸν ἐντυγχάνοντα. Οὕτω καὶ ὁ σωτὴρ λέγει· Ἢ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν; Ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίσατε Ἐλάττων ἐστὶ κατὰ σὲ ὁ υἱὸς ὡς ἐντυγχάνων τῷ πατρί; Ἐὰν οὖν ἴδῃς τὸν θεὸν ἐντυγχάνοντα ἀνθρώπῳ κατὰ τῶν ἀπίστων, τί ποιήσεις; Ἄκουε τοῦ κυρίου λέγοντος πρὸς Ἰερεμίαν· Εἶδες ἃ ἐποίησέ μοι ἡ ἀσύνετος θυγάτηρ Ἰούδα; Ἐγκατέλιπέ με καὶ ἐπορεύθη ὀπίσω θεῶν. Ἔστω, ἄνθρωπος ἐντυγχάνει θεῷ. Διὰ τί θεὸς ἀνθρώπῳ; Καὶ ἀλλαχοῦ· Καὶ νῦν σύ, ἄνθρωπος τοῦ Ἰούδα, καὶ οἱ κατοικοῦντες τὴν Ἱερουσαλήμ, κρίνατε ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου. Τί ἔδει με ποιῆσαι, καὶ οὐκ ἐποίησα; Οὕτως ὁ Χριστός, ἕως μὲν ἐν σαρκὶ τὴν οἰκονομίαν ἐπλήρου, καὶ ἱερεὺς ἦν καὶ δεήσεις προσέφερε καὶ ηὔχετο τῷ πατρὶ κατὰ τὴν ἔνσαρκον οἰκονομίαν· ἀφ’ οὖ δὲ εἰς οὐρανοὺς ἀνῆλθεν, κάθηται μόνον δοξαζόμενος, οὐχ ἱκετεύων, οὐκ ἐντυγχάνων· ἀλλ’ εἰ καὶ ἐντυγχάνει, ὡς υἱὸς πατρί, ἐπειδὴ καὶ ὁ θεὸς προφήτῃ ἐνέτυχεν. Διὰ τοῦτο λέγει Παῦλος, ἵνα δείξῃ ὅτι ὁ Χριστὸς οὐχ ὡς ἱερεὺς ἵσταται ἄνω προσφέρων ὑπὲρ ἑαυτοῦ καὶ τοῦ λαοῦ, ἀλλὰ κάθηται, λέγει· Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὃς ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, ὃς οὐκ ἔχει ἀνάγκην καθ’ ἑκάστην ἡμέραν, ὥσπερ ὁ ἱερεὺς προσφέρει ὑπὲρ τῶν ἰδίων καὶ τῶν τοῦ λαοῦ ἁμαρτημάτων· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν προσενέγκας. Τί οὖν καταμαίνονται τῆς εὐσεβείας; Εἰ οὐκ εἶχεν ἀνάγκην, σὺ ὑπ’ ἀνάγκην ἄγεις τὸν πάσης ἀνάγκης ἀνώτερον; Πάλιν ἐπάγει Παῦλος· Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν, ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν. Οὐκ εἶπεν· Ἐμφανίζεσθαι· ἅπαξ γὰρ ἐνεφανίσθη, οὐ πολλάκις. Καὶ πάλιν· Οὔτε ἵνα καθ’ ὥραν ἑαυτὸν προσφέρῃ, ὡς ἱερεὺς ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσέρχεται εἰς τὰ ἅγια τῶν ἁγίων. Νῦν δὲ Χριστὸς εἰς ἀθέτησιν ἁμαρτίας ἅπαξ διὰ τῆς θυσίας αὐτοῦ ἐφανερώθη. Καὶ οἱ μὲν ἄλλοι ἱερεῖς καθ’ ἡμέραν ἑστήκασι λειτουργοῦντες καὶ τὰς αὐτὰς θυσίας ποιοῦντες· Χριστὸς δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐκδεχόμενος, ἕως τεθῶσιν οἱ ἐχθροὶ ὑπὸ τοὺς πόδας αὐτοῦ. Μὴ γὰρ ἐντυγχάνει λοιπόν; Κάθηται. Τί ὑβρίζεις τὴν εὐεργεσίαν;

---

Severianus Gabalensis, In incarnationem domini. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg020.local001/.
