Ancient Greek · ~20 min
Section 8
Severianus Gabalensis, In incarnationem domini 8.1
Not analysed yet
Ἀλλ’ οἶδα μηκύνας τὸν λόγον. Σύγγνωτε δέ μοι εἰς βυθὸν εἰσελθόντι καὶ τῇ τοῦ ἁγίου πνεύματος δυνάμει δυνηθέντι διανήξασθαι τὸ πέλαγος τῶν ἁγίων γραφῶν, οὐχ ὅσον εἰπεῖν ἄξια, ἀλλ’ ὅσον ἡμεῖς ἠδυνάμεθα. Ἐκεῖνο δὲ πρὸ πάντων ὑμᾶς παρακαλῶ καὶ ἱκετεύω καὶ ἱκετεύων οὐ παύσομαι, τὰς γραφὰς ἐρευνᾶν, τὴν ἀλήθειαν ζητεῖν, παρὰ Χριστοῦ τὰ περὶ Χριστοῦ μανθάνειν. Μὴ ἐκδῷς σεαυτὸν αἱρετικῇ κακίᾳ. Πολλοὺς ἔχει σήμερον ὁ διάβολος ὄφεις, ἀντὶ τοῦ Ἀρχαίου ὄφεως. Σπείρει τὰ ζιζάνια τῆς ἁμαρτίας, ἵνα θερίσῃ τὴν φθορὰν τῆς ἀσεβείας. Μή, παρακαλῶ. Ἀποτειχίσωμεν τὰς ἀκοὰς ἀπὸ τῆς αἱρετικῆς κακίας. Οἶδα τοῦτον εἰρηκὼς ἐν ὑμῖν τὸν λόγον, ἀλλὰ καὶ νῦν λέγω· πάσης αἱρέσεως φανεροί εἰσιν οἱ ἔξαρχοι. Ἀπὸ Ἀρείου Ἀρειανοί, ἀπὸ Μακεδονίου Μακεδονιανοί, ἀπὸ Εὐνομίου Εὐνομιανοί, ἀπὸ Μαρκίωνος Μαρκιωνισταί, ἀπὸ Σαβελλίου Σαβελλιανοί, ἀπὸ Μάνεντος Μανιχαῖοι, ἀπὸ Μοντανοῦ Μοντανισταί, καὶ αἱ καθεξῆς αἱρέσεις. Εἰ ἔστιν ἡ πίστις τῆς ἐκκλησίας αἱρετική, εἴπωσιν οἱ αἱρετικοί, τίς αὐτῆς ὁ ἔξαρχος. Λεγέτωσαν ὅτι Ἀπὸ τοῦδε τοῦ ἀνθρώπου ἤρξατο ὑμῶν ἡ αἵρεσις. Εἰπάτωσαν, εἰ οἴδασιν. Ὅρα γὰρ καὶ τοῦ θεοῦ τὴν ἀγαθότητα. Οὐ συνεχώρησεν ὁ θεὸς τῇ δόξῃ τῶν ἀποστόλων ἐπικληθῆναι ὄνομα ἀνθρώπου. Οὐ λεγόμεθα Μακεδονιανοί, ἀλλὰ κἂν εἴπωσιν· Ὁμοουσιασταί, οὐκ ὄνομα εἶπον, ἀλλὰ τῆς πίστεως ἔδειξαν τὴν συμφωνίαν. Ἐὰν οὖν ἐρωτήσῃς αὐτούς· Καὶ τίς πρῶτος εἶπε τὸ ὁμοούσιον; οὐκ ἔχουσιν εἰπεῖν· Ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλὰ τριακόσιοι δέκα καὶ ὀκτὼ πατέρες σύμφωνον ῥήξαντες φωνὴν ὁμολογίας συνεφώνησαν εἰς εὐσέβειαν. Πρόσεχε πῶς καὶ αὐτῆς τῆς ἀρετῆς λάμπει ἡ ὁμολογία. Οὐκ ἤρξατο τοῦ ὁμοουσίου οὐχ εἶς, οὐ δύο, ἀλλὰ πᾶσα σύνοδος ἀνατολῆς, δύσεως, μεσημβρίας, ἄρκτου· ὅπου γὰρ ἀλήθεια φαίνεται, πάντα συμφωνεῖ. Ἐρώτησον αἱρετικὸν ὃ μέλλω λέγειν. Ἐὰν ἐρωτήσῃς ὀρθόδοξον, κἂν ἰδιώτης ᾖ, κἂν ἄπειρος, ταῦτα λέγει· Ἐγὼ πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον, μίαν βασιλείαν, μίαν δύναμιν ὁμολογῶ. Εἰπὲ δὲ αἱρετικοῖς δυσὶν ἢ τρισὶν ἀνθρώποις· Πῶς φρονεῖτε; . Ἐὰν ἔλθωσι κατὰ τῶν αὐτῶν φωνῶν, ἀλήθειαν λέγουσιν. Ἀλλ’ ὁ μὲν λέγει· Ἄκτιστον, ὁ δέ· Γεννητόν, ὁ δέ· Ἀθάνατον, ὁ δέ· Ἀίδιον. Κἂν ἄλλος ἀνακύψῃ, λέγει· Ἐγὼ οἶδα ὅτι ὁ πατὴρ ἐποίησε τὸν υἱόν, ὁ δὲ υἱὸς τὰ ἄλλα. Εἶτα ἕτερος διορθοῦται τοῦτον λέγων· Οὐχ οὕτως, ἀλλ’ ὁ μὲν πατὴρ ἐποίησε τὸν υἱόν, διὰ δὲ τοῦ υἱοῦ τὰ πάντα συνέστη. Ὅπου γὰρ οὐκ ἔστιν ἀλήθεια, ἀλλὰ σαθρὸν τὸ ἱμάτιον, σχίζεται. Καὶ ὥσπερ, ἀδελφοί, ἱμάτιον πεπαλαιωμένον, ὅπου ἐὰν ἐνρήξῃ, σχίζεται, κἂν σχήματι ἑλκύσῃς τινὰ εἰς ὁμιλίαν, ἐλέγχεται ἡ σαθρότης καὶ ὑπὸ τῶν τυχουσῶν ἀφορμῶν σχίζεται, οὕτω καὶ αἱ αἱρέσεις· ὁ μὲν ὁμολογεῖ οὕτως, ὁ δὲ ἄλλως. Αἱρέσεις ξέναι, ὀνόματα ξένα, καὶ ταῦτα ἐπονείδιστα καπήλων ὀνόματα. Τοῦτο ἔπαθον οἱ αἱρετικοί, ὃ ἔπαθόν ποτε Ἰουδαῖοι. Ἡ λυχνία ἡ ἁγία ἐπὶ τοῦ νόμου ἔκειτο εἰς τὰ ἅγια τῶν ἁγίων, ὅπου τὸ καταπέτασμα, ὅπου ἡ τράπεζα, ὅπου ὁ νόμος, ὅπου αἱ πλάκες. Ἀφ’ οὗ ἐξέπεσον τῆς ἀληθείας, ποῦ ἵσταται ἡ λυχνία; Ἐν τοῖς προθύροις τῶν καπήλων. Ποῦ τὸ κέρας τῶν προφητῶν; Ἐν τοῖς καπηλείοις. Καὶ ταῦτα ποιοῦσιν, οὐ διὰ πόθον, ἀλλὰ διὰ πόρον, οὐχ ἵνα δείξωσι τὴν λυχνίαν τιμωμένην, ἀλλ’ ἵνα προσκαλέσωνται τοὺς παριόντας, ἵνα δείξωσιν ὅτι Ἰουδαϊκὸς ὁ οἶνος. Ὥσπερ οὖν ἐκεῖ ἀπὸ τῶν ἁγίων εἰς τοσαύτην κατηνέχθη εὐτέλειαν τὰ ἅγια τὰ ὑπὸ τῶν ἀναξίων κατεχόμενα, οὕτω καὶ ἐνταῦθα ἀπὸ Παύλου καὶ Πέτρου, ἀπὸ τῆς κορυφῆς ἐκείνης –Αἰσχύνομαι λέγειν, αἰδοῦμαι τὸ ὄνομα τῆς αἰσχύνης, ἐπ’ ἀληθείας καὶ εἰπεῖν αἰδοῦμαι καὶ λέγειν ἀναγκάζομαι, μετὰ τὴν φωνὴν ἐκείνην· Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς ,μετὰ τὸ εἰπεῖν Παῦλον· Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ –,ἀπὸ Παύλου καὶ Πέτρου, τῶν εὐαγγελιστῶν, τῶν κηρύκων, τῶν ὁμολογητῶν, Ψαθυριανοὶ καὶ ἕτεροί τινες ὀνομάζονται. Πότε ἔμειναν ἐπὶ σχήματος; Πότε οὐ διερράγη τὸ πεπαλαιωμένον ἱμάτιον; Ἀλλ’ εἰπὼν εἰς αὐτοὺς τὸ τοῦ προφήτου καταπαύσω τὸν λόγον· Διεσχίσθησαν καὶ οὐ κατενύγησαν. Ἐνταῦθα δὲ ὁ χιτὼν τῆς ἐκκλησίας ὑφαντὸς δι’ ὅλου ἄρραφος . Τί ἐστιν ὑφαντός, ἐπειδὴ πολλά ἐστιν ἀπὸ κολλημάτων γινόμενα; Ὁ δὲ χιτὼν οὗτος οὐκ ἐκολλήθη ἀπὸ λογισμῶν, ἀλλ’ ἐκ τῶν ἄνωθέν ἐστιν ὑφαντὸς δι’ ὅλου ἄρραφος. Οὐκ ἀνθρώπινοι λογισμοὶ ἔρραψαν τὴν πίστιν ἡμῶν, ἀλλ’ ἔχομεν ὑγιῆ τὸν χιτῶνα. Ἐπληρώσαμεν τὴν ὑπόσχεσιν πολλὴν οὖσαν καὶ περισκελῆ καὶ λεπτὴν τῇ θεωρίᾳ. Γινωσκέτω δὲ ὁ ἀκροατὴς ὅτι τὰ μὲν ἁπλᾶ τῶν νοημάτων ἁπλαῖς κέχρηται ταῖς φωναῖς, τὰ δὲ βαθέα τῶν θεωρημάτων χρείαν ἔχει πολλῆς ποικιλίας. Ὅταν ἴδῃς συνεσκιασμένον λόγον, ἀναφέρου τῇ διανοίᾳ· ὅταν ἴδῃς λεπτὸν νόημα, ποικίλλου τὴν διάνοιαν. Ἔστι πολλὰ τῶν νοημάτων τοῦ θεοῦ σύντομα ὡς τὸ Οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις . Ὅταν μέντοι εἴπῃ· Ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. ,καί· Μετὰ ταῦτα ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη ,ποικίλον ἐστὶ τὸ ἱμάτιον κατὰ τὸ εἰρημένον· Ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ Ἐπὶ τούτοις πᾶσι δοξάσωμεν τὸν φανέντα, προσκυνήσωμεν τὸν ἐλθόντα, ὑμνήσωμεν τὸν ἀνακαινίσαντα, τὸν ζωοποιήσαντα, τὸν ἐγείραντα, τὸν τειχίσαντα, τὸν φωτίσαντα, τὸν πάντων ἡμῖν τῶν ἀγαθῶν τὴν ἀφθονίαν χαρισάμενον, Χριστὸν Ἰησοῦν, ᾧ ἡ δόξα σὺν τῷ πατρί, καὶ τῷ ἁγίῳ πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.